Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Βαρούχ / Βαρούχ Κεφ. 03

Βαρούχ Κεφ. 03


Κεφάλαια

01 · 02 · 03 · 04 · 05

1 Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρός σε. 2 ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου, 3 ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. 4 Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά. 5 μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ· 6 ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, Κύριε. 7 ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπί καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου. καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου. 8 ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ ἡμῶν.

9 Ἂκουε Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. 10 τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, 11 προσελογίσθης μετὰ τῶν εἰς ᾅδου; 12 ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. 13 τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα. 14 μάθε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη. - 15 Τίς εὗρε τὸν τόπον αὐτῆς καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς; 16 ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, 17 οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, 18 οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; 19 ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντ᾿ αὐτῶν. 20 νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν, 21 οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήθησαν, 22 οὐδὲ ἠκούσθη ἐν Χαναάν, οὐδὲ ὤφθη ἐν Θαιμάν, 23 οὔτε υἱοὶ Ἄγαρ, οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς. - 24 ῏Ω Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ· 25 μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος. 26 ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ᾿ ἀρχῆς, γενόμενοι εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον. 27 οὐ τούτους ἐξελέξατο ὁ Θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς· 28 καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν. - 29 Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; 30 τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; 31 οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς· 32 ἀλλ᾿ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· 33 ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· 34 οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν. 35 ἐκάλεσεν αὐτοὺς καὶ εἶπον· πάρεσμεν, ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. 36 οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. 37 ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· 38 μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα