Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Α᾿ / Παραλειπομένων Α᾿ Κεφ. 04

Παραλειπομένων Α᾿ Κεφ. 04


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29

1 Καὶ υἱοὶ Ἰούδα· Φαρές, Ἐσρὼμ καὶ Χαρμὶ καὶ Ὢρ, Σουβὰλ 2 καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν Ἰέθ, καὶ Ἰὲθ ἐγέννησε τὸν Ἀχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί. 3 καὶ οὗτοι υἱοὶ Αἰτάμ· Ἰεζραὴλ καὶ Ἰεσμὰν καὶ Ἰεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών. 4 καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὠσάν. οὗτοι υἱοὶ ῍Ωρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαθαλαέν. 5 καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά. 6 καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαία καὶ τὸν Ἠφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν Ἀασθήρ· πάντες οὗτοι υἱοὶ Ἀωδᾶς. 7 καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ Ἐθνάν. 8 καὶ Κὼς ἐγέννησε τὸν Ἐνὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ Ἰαρίν. 9 καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής. 10 καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο. 11 καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ Ἀσσαθών. 12 καὶ Ἀσσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ Ἐσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά. 13 καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, Ἀθάθ. 14 καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν Ἰωὰβ πατέρα Ἀγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν. 15 καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἠρά, Ἀδὰ καὶ Νοόμ. καὶ υἱοὶ Ἀδά, Κενέζ. 16 καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ Ἐσεραήλ. 17 καὶ υἱοὶ Ἐσρί· Ἰεθέρ, Μωρὰδ καὶ Ἂφερ καὶ Ἰαμών. καὶ ἐγέννησεν Ἰεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών. 18 καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Ἀδία) ἔτεκε τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ. 19 καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ Ἐσθαιμών, Νωχαθί. 20 καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ, 21 υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα· ῍Ηρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων Ἐφραδαβὰκ τῷ οἴκῳ Ἐσοβὰ 22 καὶ Ἰωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ Ἰωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ. 23 οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. 24 υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμίν, Ἰαρίβ, Ζαρέ, Σαούλ· 25 Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, 26 Ἀμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ. 27 Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα. 28 καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν Ἐσηρσουὰλ 29 καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ 30 καὶ ἐν Βαθουὴλ καὶ ἐν Ἑρμὰ καὶ ἐν Σικελὰγ 31 καὶ ἐν Βαιθμαριμὼθ καὶ Ἡμισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ. 32 καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ἠνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε. 33 καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. 34 καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσία υἱὸς Ἀμασία 35 καὶ Ἰωὴλ (καὶ οὗτος υἱὸς Ἀσαβία), υἱὸς Σαραία, υἱὸς Ἀσιὴλ 36 καὶ Ἐλιωναΐ καὶ Ἰακαβὰ καὶ Ἰασουΐα καὶ Ἀσαΐα καὶ Ἰεδιὴλ καὶ Ἰσμαὴλ καὶ Βαναίας 37 καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ Ἀλὼν υἱοῦ Ἰεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου. 38 οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος, 39 καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· 40 καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41 καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42 καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ Ὀζιὴλ υἱοὶ Ἰεσὶ ἄρχοντες αὐτῶν· 43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Ἀμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.



περισσότερα