Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Α᾿ / Παραλειπομένων Α᾿ Κεφ. 08

Παραλειπομένων Α᾿ Κεφ. 08


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29

1 Καὶ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον, 2 Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον. 3 καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· Ἀδὶρ καὶ Γηρὰ καὶ Ἀβιοὺδ 4 καὶ Ἀβισουὲ καὶ Νοαμὰ καὶ Ἀχιὰ 5 καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ. 6 οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί· 7 καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γηρά· οὗτος Ἰεγλαὰμ καὶ ἐγέννησε τὸν Ἀζὰ καὶ τὸν Ἰαχιχώ. 8 καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ. 9 καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ 10 καὶ τὸν Ἰαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν. 11 καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ καὶ τὸν Ἀλφαάλ. 12 καὶ υἱοὶ Ἀλφαάλ· Ὠβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· 13 καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14 καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ Ἀριμὼθ 15 καὶ Ζαβαδία, καὶ Ὠρὴδ καὶ Ἔδερ 16 καὶ Μιχαὴλ καὶ Ἰεσφὰ καὶ Ἰωδά, υἱοὶ Βεριά. 17 καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ Ἀζακὶ καὶ Ἀβὰρ 18 καὶ Ἰσαμαρὶ καὶ Ἰεζλίας καὶ Ἰωβάβ, υἱοὶ Ἐλφαάλ. 19 καὶ Ἰακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ 20 καὶ Ἐλιωναΐ καὶ Σαλαθὶ καὶ Ἐλιηλὶ 21 καὶ Ἀδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ. 22 καὶ Ἰεσφὰν καὶ Ὠβὴδ καὶ Ἐλεὴλ 23 καὶ Ἀβδιὼν καὶ Ζεχρὶ καὶ Ἀνὰν 24 καὶ Ἀνανία καὶ Ἀμβρὶ καὶ Αἰλὰμ καὶ Ἀναθὼθ 25 καὶ Ἰαθὶν καὶ Ἰεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ, 26 καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία 27 καὶ Ἰαρασία καὶ Ἐριὰ καὶ Ζεχρί, υἱοὶ Ἱεροάμ. 28 οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ· 29 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά. 30 καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 31 καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ· 32 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 33 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ. 34 καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 35 καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ Ἀχάζ. 36 καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν Ἀσμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά, 37 καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. 38 καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ. 39 καὶ υἱοὶ Ἀσήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰὰς ὁ δεύτερος καὶ Ἐλιφαλὲτ ὁ τρίτος. 40 καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.



περισσότερα