Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Α᾿ / Παραλειπομένων Α᾿ Κεφ. 09

Παραλειπομένων Α᾿ Κεφ. 09


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29

1 Καὶ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν, 2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. 3 καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν Ἐφραὶμ καὶ Μανασσῆ· 4 Γνωθὶ καὶ υἱὸς Ἀμμιούδ, υἱοῦ Ἀμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ Ἰούδα. 5 καὶ ἐκ τῶν Σηλωνί· Ἀσαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. 6 ἐκ τῶν υἱῶν Ζαρά· Ἰεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. 7 καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ Ὠδουΐα υἱοῦ Ἀσινοῦ 8 καὶ Ἰεμναὰ υἱὸς Ἱεροβοὰμ καὶ Ἠλώ· οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ Ἰεμναΐ 9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 10 καὶ ἀπὸ τῶν ἱερέων· Ἰωδαὲ καὶ Ἰωαρὶμ καὶ Ἰαχὶν 11 καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ Ἀχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ 12 καὶ Ἀδαΐα υἱὸς Ἰραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς Ἀδιὴλ υἱοῦ Ἐζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμμὴρ 13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ. 14 καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς Ἀσὼβ υἱοῦ Ἐζρικὰμ υἱοῦ Ἀσαβία ἐκ τῶν υἱῶν Μεραρί, 15 καὶ Βακβακὰρ καὶ Ἀρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ Ἀσὰφ 16 καὶ Ἀβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ Ἰδιθοῦν καὶ Βαραχία υἱὸς Ὀσσὰ υἱοῦ Ἑλκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί. 17 οἱ πυλωροί· Σαλώμ, Ἀκούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· 18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. 19 καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον. 20 καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ. 21 Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22 πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. 23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν. 24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων. 26 ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, 27 ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. 28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι. 29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31 καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32 καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. 33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις. 34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ. 35 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά. 36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 37 καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ. 38 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 39 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ. 40 καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 41 καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ. 42 καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά, 43 καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. 44 καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά. οὗτοι υἱοὶ Ἐσήλ.



περισσότερα