Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Α᾿ / Παραλειπομένων Α᾿ Κεφ. 11

Παραλειπομένων Α᾿ Κεφ. 11


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29

1 Καὶ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. 3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.

4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ (αὕτη Ἰεβούς), καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ· 5 οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ). 6 καὶ εἶπε Δαυίδ· πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα. 7 καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ· 8 καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν. 9 καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ· 11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβάαλ υἱὸς Ἀχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. 12 καὶ μετ᾿ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαΐ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. 13 οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· 14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. 15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. 16 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 17 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; 18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν· 19 ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 20 καὶ Ἀβεσαὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, 21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. 22 καὶ Βαναίας υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· 23 καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24 ταῦτα ἐποίησε Βαναίας υἱὸς Ἰωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· 25 ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ. 26 καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ, 27 Σαμμὼθ ὁ Ἀρωρί, Χελλὴς ὁ Φελωνί, 28 Ὡρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθί, 29 Σοβοχαὶ ὁ Ἀσωθί, Ἠλὶ ὁ Ἀχωνί, 30 Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί, 31 Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί, 32 Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθί, 33 Ἀζμὼθ ὁ Βαρωμί, Ἐλιαβὰ ὁ Σαλαβωνί, 34 υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρί, 35 Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρί, Ἐλφὰτ υἱὸς Θυροφὰρ 36 ὁ Μεχωραθρί, Ἀχία ὁ Φελλωνί, 37 Ἠσερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς Ἀζοβαί, 38 Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς Ἀγαρί, 39 Σελὴ ὁ Ἀμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη Ἰωὰβ υἱῷ Σαρουΐα, 40 Ἰρὰ ὁ Ἰεθρί, Γαρὴβ ὁ Ἰεθρί, 41 Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς Ἀχαϊά, 42 Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα. 43 Ἀνὰν υἱὸς Μοωχά, καὶ Ἰωσαφὰτ ὁ Ματθανί, 44 Ὀζία ὁ Ἀσταρωθί, Σαμαθὰ καὶ Ἰειὴλ υἱοὶ Χωθὰμ τοῦ Ἀραρί, 45 Ἰεδιὴλ υἱὸς Σαμερὶ καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ, 46 Ἐλιὴλ ὁ Μαωΐ καὶ Ἰαριβί, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ καὶ Ἰεθαμὰ ὁ Μωαβίτης, 47 Δαλιὴλ καὶ Ὠβὴδ καὶ Ἰεσσιὴλ ὁ Μεσωβία.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα