Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Α᾿ / Παραλειπομένων Α᾿ Κεφ. 27

Παραλειπομένων Α᾿ Κεφ. 27


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29

1 Καὶ υἱοὶ Ἰσραὴλ κατὰ ἀρθιμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευμένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες. 2 καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου, Ἰσβοὰζ ὁ τοῦ Ζαβδιήλ, ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 3 ἀπὸ τῶν υἱῶν Φαρὲς ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. 4 καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία ὁ ἐκ Χώκ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ καὶ Μακελλὼθ ὁ ἡγούμενος, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως. 5 ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ Ἰωδαὲ ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες· 6 αὐτὸς Βαναίας ὁ δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Ζαβὰδ ὁ υἱὸς αὐτοῦ. 7 ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ζαβαδίας υἱὸς αὐτοῦ, καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 8 ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαὼθ ὁ Ἰεσραέ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 9 ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουΐας ὁ τοῦ Ἐκκῆς ὁ Θεκωΐτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 10 ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 11 ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαΐ ὁ Οὐσαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 12 ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ὁ ἐξ Ἀναθὼθ ὁ ἐκ γῆς Βενιαμίν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 13 ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετωφαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 14 ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν ἐκ τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 15 ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδία ὁ ἐκ Νετωφαθὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.

16 Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ· τῷ Ρουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρί, τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μααχά, 17 τῷ Λευὶ Ἀσαβίας ὁ τοῦ Καμουήλ, τῷ Ἀαρὼν Σαδώκ, 18 τῷ Ἰούδᾳ Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ, τῷ Ἰσσάχαρ Ἀμβρὶ ὁ τοῦ Μιχαήλ, 19 τῷ Ζαβουλὼν Σαμαΐας ὁ τοῦ Ἀβδίου, τῷ Νεφθαλὶ Ἰεριμὼθ ὁ τοῦ Ὀζιήλ, 20 τῷ Ἐφραὶμ Ὠσὴ ὁ τοῦ Ὀζίου, τῷ ἡμίσει φυλῆς Μανασσῆ Ἰωὴλ υἱὸς Φαδαΐα, 21 τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ Ἰαδαΐ ὁ τοῦ Ζαδαίου, τοῖς υἱοῖς Βενιαμὶν Ἰασιὴλ ὁ τοῦ Ἀβεννήρ, 22 τῷ Δὰν Ἀζαριὴλ ὁ τοῦ Ἰρωάβ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ. 23 καὶ οὐκ ἔλαβε Δαυὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι εἶπε Κύριος πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. 24 καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσε, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ.

25 Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ Ὀδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωνάθαν ὁ τοῦ Ὀζίου. 26 καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρὶ ὁ τοῦ Χελούβ, 27 καὶ ἐπὶ τῶν χωρίων Σεμεΐ ὁ ἐκ Ραήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαβδὶ ὁ τοῦ Σεφνί, 28 καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλλανὰν ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς, 29 καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν Σατραΐ ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι Σωφὰτ ὁ τοῦ Ἀδλί, 30 ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ Ἰσμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ἰαδίας ὁ ἐκ Μεραθών, 31 καὶ ἐπὶ τῶν προβάτων Ἰαζὶζ ὁ Ἀγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως. 32 καὶ Ἰωνάθαν ὁ πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ἰεὴλ ὁ τοῦ Ἀχαμὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως, 33 καὶ Ἀχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως, 34 καὶ μετὰ τοῦτον Ἀχιτόφελ ἐχόμενος Ἰωδαὲ ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτητος τοῦ βασιλέως.



περισσότερα