Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Β᾿ / Παραλειπομένων Β᾿ Κεφ. 11

Παραλειπομένων Β᾿ Κεφ. 11


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36

1 Καὶ ἦλθε Ροβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοάμ. 2 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· 3 εἰπὸν πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμὶν λέγων· 4 τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσεσθε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ ἐγένετο τὸ ρῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἱεροβοάμ. 5 καὶ κατῴκησε Ροβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ᾠκοδόμησε πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ. 6 καὶ ᾠκοδόμησε τὴν Βηθλεὲμ καὶ Αἰτὰν καὶ Θεκωὲ 7 καὶ Βαιθσουρὰ καὶ τὴν Σοχὼθ καὶ τὴν Ὀδολλὰμ 8 καὶ τὴν Γὲθ καὶ τὴν Μαρισὰν καὶ τὴν Ζὶφ 9 καὶ τὴν Ἀδωραὶμ καὶ Λαχίς, καὶ τὴν Ἀζηκὰ 10 καὶ τὴν Σαραὰ καὶ τὴν Αἰλὼμ καὶ τὴν Χεβρών, ἥ ἐστι τοῦ Ἰούδα καὶ Βενιαμίν, πόλεις τειχήρεις. 11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσι καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, 12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ἰούδα καὶ Βενιαμίν. 13 καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων· 14 ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰούδα εἰς Ἱερουσαλήμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ 15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ, 16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραήλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραὴλ καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν 17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα καὶ κατίσχυσαν Ροβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία. 18 καὶ ἔλαβεν ἑαυτῷ Ροβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἱεριμοὺθ υἱοῦ Δαυὶδ καὶ Ἀβιγαίαν θυγατέρα Ἑλιὰβ τοῦ Ἰεσσαί, 19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺς καὶ τὸν Σαμαρίαν καὶ τὸν Ζαάμ. 20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰετθὶ καὶ τὸν Ζηζὰ καὶ τὸν Σαλημώθ. 21 καὶ ἠγάπησε Ροβοὰμ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δεκαοκτὼ εἶχε καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι καὶ ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα. 22 καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν· 23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσι τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμὶν καὶ ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.



περισσότερα