Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Παραλειπομένων Β᾿ / Παραλειπομένων Β᾿ Κεφ. 19

Παραλειπομένων Β᾿ Κεφ. 19


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36

1 Καὶ ἐπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ. 2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ· βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· 3 ὅτι ἀλλ᾿ ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον. 4 καὶ κατῴκησεν Ἰωσαφὰτ ἐν Ἱερουσαλὴμ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους Ἐφραὶμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. 5 καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει 6 καὶ εἶπε τοῖς κριταῖς· ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ᾿ ἢ τῷ Κυρίῳ, καὶ μεθ᾿ ὑμῶν λόγοι τῆς κρίσεως· 7 καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφ᾿ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα. 8 καί γε ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ. 9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων· οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ᾿ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον τοῦ προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ Κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτω ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε. 11 καὶ ἰδοὺ Ἁμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾿ ὑμᾶς εἰς πάντα λόγον Κυρίου καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.



περισσότερα