Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Δανιὴλ / Δανιήλ Κεφ. 10

Δανιήλ Κεφ. 10


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12

1 Ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. 2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· 3 ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. 4 ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις, Ἐδδεκέλ, 5 καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ, 6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. 7 καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. 8 καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. 9 καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. 10 καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου. 11 καὶ εἶπε πρός με· Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρός σε, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρός σε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος. 12 καὶ εἶπε πρός με· μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. 13 καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν, 14 καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. - 15 Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην. 16 καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν· 17 καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί. 18 καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με 19 καὶ εἶπέ μοι· μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. 20 καὶ εἶπεν· εἰ οἶδας, ἱνατί ἦλθον πρός σε; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, 21 ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτων, ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα