Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἐκκλησιαστής / Ἐκκλησιαστής Κεφ. 10

Ἐκκλησιαστής Κεφ. 10


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12

1 Μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλην, 2 καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ· 3 καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν. 4 ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. 5 ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ὃ ἐξῆλθεν ἀπὸ προσώπου ἐξουσιάζοντος· 6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται. 7 εἶδον δούλους ἐφ᾿ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. 8 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις. 9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς, σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς. 10 ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία. 11 ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι. 12 λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν· 13 ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά, 14 καὶ ὁ ἄφρων πληθύνει λόγους, οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅτι ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ; 15 μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν. 16 οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωΐ ἐσθίουσι. 17 μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. 18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία. 19 εἰς γέλωτα ποιοῦσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας, καὶ τοῦ ἀργυρίου ταπεινώσει ἐπακούσεται τὰ πάντα. 20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν σου, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα