Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἔσδρας Α᾿ / Ἔσδρας Α᾿ Κεφ. 09

Ἔσδρας Α᾿ Κεφ. 09


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09

1 Καὶ ἀναστὰς Ἔδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνὰν τοῦ Ἐλιασίβου, 2 καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους. 3 καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ἱερουσαλήμ· 4 καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας. 5 καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐν τρισὶν ἡμέραις εἰς Ἱερουσαλήμ (οὗτος ὁ μὴν ἔννατος τῇ εἰκάδι τοῦ μηνός), 6 καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα. 7 καὶ ἀναστὰς Ἔσδρας εἶπεν αὐτοῖς· ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι τοῦ προσθεῖναι ἁμαρτίας τῷ Ἰσραήλ· 8 καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν 9 καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν. 10 καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ· οὕτως ὡς εἴρηκας ποιήσομεν. 11 ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι, καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις. 12 στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον· 13 ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου. 14 Ἰωνάθας Ἀζαήλου καὶ Ἐζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς. 15 καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. 16 καὶ ἐπελέξατο αὐτῷ Ἔσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατ᾿ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα. 17 καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. 18 καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες· 19 ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαθήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰωαδάνος· 20 καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν. 21 καὶ ἐκ τῶν υἱῶν Ἐμμήρ, Ἀνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Σαμαῖος καὶ Ἱερεὴλ καὶ Ἀζαρίας· 22 καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναΐς Μασσίας Ἰσμαῆλος καὶ Ναθαναῆλος καὶ Ὠκόδηλος καὶ Σαλόας· 23 καὶ ἐκ τῶν Λευιτῶν, Ἰωζαβάδος καὶ Σεμεΐς καὶ Κώϊος (οὗτός ἐστι Καλιτάς) καὶ Παθαῖος καὶ Ἰούδας καὶ Ἰωνάς· 24 ἐκ τῶν ἱεροψαλτῶν, Ἐλιάσεβος, Βακχοῦρος· 25 ἐκ τῶν θυρωρῶν, Σαλοῦμος καὶ Τολβάνης· 26 ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φόρος, Ἱερμὰς καὶ Ἰεζίας καὶ Μελχίας καὶ Μαῆλος καὶ Ἐλεάζαρος καὶ Ἀσεβίας καὶ Βαναίας· 27 ἐκ τῶν υἱῶν Ἠλά, Ματθανίας, Ζαχαρίας καὶ Ἰεζριῆλος καὶ Ἰωαβδίος καὶ Ἱερεμὼθ καὶ Ἀϊδίας· 28 καὶ ἐκ τῶν υἱῶν Ζαμώθ, Ἐλιαδάς, Ἐλιάσιμος, Ὀθονίας Ἰαριμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας· 29 καὶ ἐκ τῶν υἱῶν Βηβαΐ, Ἰωάννης καὶ Ἀνανίας καὶ Ἰωζάβδος καὶ Ἀμαθίας· 30 ἐκ τῶν υἱῶν Μανί, Ὠλαμός, Μαμοῦχος, Ἰεδαῖος, Ἰασοῦβος καὶ Ἰασαῆλος καὶ Ἱερεμώθ· 31 καὶ ἐξ υἱῶν Ἀδδί, Νάαθος καὶ Μοοσίας, Λακκοῦνος καὶ Ναΐδος, Ματθανίας καὶ Σεσθήλ· καὶ Βαλνοῦος καὶ Μανασσίας· 32 καὶ ἐκ τῶν υἱῶν Ἀνάν, Ἐλιωνὰς καὶ Ἀσαΐας καὶ Μελχίας καὶ Σαββαῖος καὶ Σίμων Χοσαμαῖος· 33 καὶ ἐκ τῶν υἱῶν Ἀσόμ, Ἀλταναῖος καὶ Ματταθίας καὶ Σαβανναῖος καὶ Ἐλιφαλὰτ καὶ Μανασσῆς καὶ Σεμεΐ· 34 καὶ ἐκ τῶν υἱῶν Βαανί, Ἱερεμίας, Μομδίος, Ἰσμαῆρος, Ἰουήλ, Μαβδαΐ καὶ Πεδίας καὶ Ἂνως, Ραβασίων καὶ Ἐνάσιβος καὶ Μαμνιτάναιμος, Ἐλίασις, Βαννούς, Ἐλιαλί, Σομεΐς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσίς, Ἐσρήλ, Ἀζαῆλος, Σαματός, Ζαμβρί, Ἰώσηφος· 35 καὶ ἐκ τῶν υἱῶν Ἐθμά, Μαζιτίας, Ζαβαδαίας, Ἠδαΐς, Ἰουήλ, Βαναίας. 36 πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.

37 Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν. 38 καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος 39 καὶ εἶπεν Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ· κόμισαι τὸν νόμον Μωυσῆ τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ Ἰσραήλ. 40 καὶ ἐκόμισεν Ἔσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσι τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός. 41 καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἀπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον. 42 καὶ ἔστη Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος, 43 καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθίας, Σαμμούς, Ἀνανίας, Ἀζαρίας, Οὐρίας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν, 44 καὶ ἐξ εὐωνύμων Φαλδαῖος καὶ Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας. 45 καὶ ἀναλαβὼν Ἔσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων, 46 καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν Ἔσδρας τῷ Κυρίῳ Θεῷ Ὑψίστῳ Θεῷ Σαβαὼθ παντοκράτορι, 47 καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος ἀμήν. καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ. 48 Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας καὶ Ἰαδινὸς καὶ Ἰάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας καὶ Καλίτας, Ἀζαρίας καὶ Ἰώζαβδος καὶ Ἀνανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. 49 καὶ εἶπεν Ἀτθαράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας· 50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ, καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου· 51 βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν, 52 ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς. 53 καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ λέγοντες· ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε. 54 καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι καὶ εὐφρανθῆναι μεγάλως, 55 ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ρήμασιν, οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.



περισσότερα