Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἔσδρας Β᾿ / Ἔσδρας Β᾿ Κεφ. 08

Ἔσδρας Β᾿ Κεφ. 08


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10

1 Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος· 2 ἀπὸ υἱῶν Φινεές, Γηρσών· ἀπὸ υἱῶν Ἰθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυίδ, Ἀττούς· 3 ἀπὸ υἱῶν Σαχανία καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα· 4 ἀπὸ υἱῶν Φαὰθ Μωάβ, Ἐλιανὰ υἱὸς Σαραΐα καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά· 5 καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς Ἀζιὴλ καὶ μετ᾿ αὐτοῦ τριακόσια τὰ ἀρσενικά· 6 καὶ ἀπὸ τῶν υἱῶν Ἀδίν, Ὠβὴθ υἱὸς Ἰωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά· 7 καὶ ἀπὸ υἱῶν Ἠλάμ, Ἰεσία υἱὸς Ἀθελία καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά· 8 καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά· 9 καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀβαδία υἱὸς Ἰεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά· 10 καὶ ἀπὸ τῶν υἱῶν Βαανί, Σελιμοὺθ υἱὸς Ἰωσεφία καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά· 11 καὶ ἀπὸ υἱῶν Βαβί, Ζαχαρίας υἱὸς Βαβὶ καὶ μετ᾿ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά· 12 καὶ ἀπὸ υἱῶν Ἀσγάδ, Ἰωανὰν υἱὸς Ἀκκατὰν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά· 13 καὶ ἀπὸ υἱῶν Ἀδωνικὰμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλάτ, Ἰεὴλ καὶ Σαμαΐα καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά· 14 καὶ ἀπὸ υἱῶν Βαγουαΐ, Οὐθαΐ καὶ Ζαβοὺδ καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.

15 Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐί, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ. 16 καὶ ἀπέστειλα τῷ Ἐλεάζαρ, τῷ Ἀριήλ, τῷ Σεμεΐᾳ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἰαρὶβ καὶ τῷ Ἐλνάθαμ καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσολλὰμ καὶ τῷ Ἰωαρὶμ καὶ τῷ Ἐλνάθαν συνίοντας. 17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ὑμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν. 18 καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς, ἀνὴρ Σαχὼν ἀπὸ υἱῶν Μοολί, υἱοῦ Λευί, υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ· 19 καὶ τὸν Ἀσεβία καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι· 20 καὶ ἀπὸ τῶν ναθινίμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναθινὶμ διακόσιοι εἴκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασι. 21 καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτίσει ἡμῶν. 22 ὅτι ᾔσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες· χεὶρ τοῦ Θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν. 23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν. 24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ Ἀσαβίᾳ καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα. 25 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι. 26 καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν 27 καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμινὶμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ. 28 καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν· 29 ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου. 30 καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν.

31 Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἀουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν, καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ. 32 καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς. 33 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως -καὶ μετ᾿ αὐτοῦ Ἐλεάζαρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νωαδία υἱὸς Βαναΐα, οἱ Λευῖται- 34 ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ 35 οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ Ἰσραὴλ μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενηκονταέξ, ἀμνοὺς ἑβδομηκονταεπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ. 36 καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ τοῖς ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα