Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Πεντάτευχος / Γένεσις / Γένεσις Κεφ. 31

Γένεσις Κεφ. 31


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

1 Ἤκουσε δὲ Ἰακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. 2 καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν. 3 εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. 4 ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. 5 καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. 6 καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. 7 ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. 8 ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· 9 καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά. 10 καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί. 11 καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· Ἰακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι; 12 καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ· 13 ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. 14 καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; 15 οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν. 16 πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.

17 Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους. 18 καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν. 19 Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. 20 ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. 21 καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. 22 ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ, 23 καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. 24 ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. 25 καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. 26 εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; 27 καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας, 28 καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας. 29 καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. 30 νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου; 31 ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά. 32 καὶ εἶπεν Ἰακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ Ἰακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. 33 εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ. 34 Ραχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς. 35 καὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα. 36 ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου 37 καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. 38 ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· 39 θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· 40 ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου. 41 ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν. 42 εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές. 43 ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον; 44 νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 45 λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην. 46 εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. 47 καὶ εἶπεν αὐτῷ Λάβαν· ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον. 48 καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ. 49 καὶ ἡ ῞Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου. 50 εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ. 51 καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη. 52 ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, 53 ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. 54 καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. 55 ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.



περισσότερα