Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ὡσηὲ / Ὡσηέ Κεφ. 14

Ὡσηέ Κεφ. 14


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14

1 Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ρομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται. 2 ἐπιστράφηθι, Ἰσραήλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου. 3 λάβετε μεθ᾿ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4 Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφ᾿ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν· θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν. 5 ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπ᾿ αὐτοῦ. 6 ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ, ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ρίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου· 8 ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου. 9 τῷ Ἐφραίμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. 10 τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα