Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἡσαΐας / Ἡσαΐας Κεφ. 36

Ἡσαΐας Κεφ. 36


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50 · 51 · 52 · 53 · 54 · 55 · 56 · 57 · 58 · 59 · 60 · 61 · 62 · 63 · 64 · 65 · 66

1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2 καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 3 καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. 4 καὶ εἶπεν αὐτοῖς Ραψάκης· εἴπατε Ἐζεκίᾳ· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων· τί πεποιθὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι; 6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. 7 εἰ δὲ λέγετε· ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, 8 νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς. 9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. 11 καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ καὶ Σομνᾶς καὶ Ἰωάχ· λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει; 12 καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα; 13 καὶ ἔστη Ραψάκης καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων. 14 τάδε λέγει ὁ βασιλεύς· μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ρύσασθαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ρύσεται ὑμᾶς ὁ Θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16 μὴ ἀκούετε Ἐζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18 μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19 ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; μὴ ἐδύναντο ρύσασθαι Σαμάρειαν ἐκ χειρός μου; 20 τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐρρύσατο τὴ γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ρύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; 21 καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

22 Καὶ εἰσῆλθεν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα