Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἰησοῦς Nαυῆ / Ἰησοῦς Nαυῆ Κεφ. 05

Ἰησοῦς Nαυῆ Κεφ. 05


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24

1 Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν Ἰορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 2 ὑπό δὲ τοῦτον τὸν καιρὸν εἶπε Κύριος τῷ Ἰησοῖ· ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου. 3 καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν. 4 ὃν δὲ τρόπον περιεκάθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ἰσραήλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, πάντας τούτους περιέτεμεν Ἰησοῦς· 5 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαβδαρίτιδι, 6 διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι, γῆν ρέουσαν γάλα καὶ μέλι. 7 ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους. 8 περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν. 9 καὶ εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾿ ὑμῶν. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.

10 Καί ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφ᾿ ἑσπέρας ἐπὶ δυσμῶν Ἱεριχὼ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν τῷ πεδίῳ 11 καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. 12 ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

13 Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ρομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; 14 ὁ δὲ εἶπεν αὐτῷ· ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; 15 καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ᾿ ᾧ νῦν ἕστηκας ἐπ᾿ αὐτοῦ, ἅγιός ἐστι.



περισσότερα