Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἰησοῦς Nαυῆ / Ἰησοῦς Nαυῆ Κεφ. 16

Ἰησοῦς Nαυῆ Κεφ. 16


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24

1 Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθὶ 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ Ἐφραὶμ καὶ Μανασσῆ· 5 καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ᾿ ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ᾿ ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ᾿ ἀνατολῶν εἰς Ἰανωκὰ 7 καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην. 8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν. 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα