Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Κριταί / Κριταί Κεφ. 14

Κριταί Κεφ. 14


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21

1 Καὶ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων. 2 καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα. 3 καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου. 4 καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ. 5 καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά. καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθά, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ· 6 καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτόν, ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε. 7 καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών. 8 καὶ ὑπέστρεψε μεθ᾿ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι. 9 καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀνήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι. 10 καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι. 11 καὶ ἐγένετο ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ᾿ αὐτοῦ. 12 καὶ εἶπεν αὐτοῖς Σαμψών· πρόβλημα ὑμῖν προβάλλομαι· ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων· 13 καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ· προβάλλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό. 14 καὶ εἶπεν αὐτοῖς· τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ; καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπί τρεῖς ἡμέρας. 15 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών· ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε; 16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπε· πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψών· εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω; 17 καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. 18 καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψών· εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. 19 καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. 20 καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασεν.



περισσότερα