Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Βασιλειῶν β᾿ / Βασιλειῶν Β᾿ Κεφ. 02

Βασιλειῶν Β᾿ Κεφ. 02


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων· εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνάβηθι. καὶ εἶπε Δαυίδ· ποῦ ἀναβῶ; καὶ εἶπεν· εἰς Χεβρών. 2 καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ ἡ Ἰεζραηλῖτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου, 3 καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών. 4 καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.

Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ. 5 καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ. 6 καὶ νῦν ποιήσαι Κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο· 7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφ᾿ ἑαυτὸν εἰς βασιλέα.

8 Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ 9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν Ἰεζράελ καὶ ἐπὶ τὸν Ἐφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα Ἰσραήλ. 10 τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ Ἰσραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ· 11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.

12 Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών· 13 καὶ Ἰωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. 14 καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ἰωάβ· ἀναστήτωσαν. 15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ. 16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. 17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ. 18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ, καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. 19 καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ. 20 καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν· ἐγώ εἰμι. 21 καὶ εἶπεν αὐτῷ Ἀβεννήρ· ἔκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. 22 καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαήλ· ἀπόστηθι ἀπ᾿ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ; 23 καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο. 24 καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννήρ· καὶ ὁ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών. 25 καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. 26 καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν; 27 καὶ εἶπεν Ἰωάβ· ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. 28 καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. 29 καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. 30 καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαντῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ Ἀσαήλ. 31 καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ. 32 καὶ αἴρουσι τὸν Ἀσαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.



περισσότερα