Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Βασιλειῶν δ᾿ / Βασιλειῶν Δ᾿ Κεφ. 08

Βασιλειῶν Δ᾿ Κεφ. 08


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25

1 Καὶ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. 2 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησε κατὰ τὸ ρῆμα Ἑλισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. 3 καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς. 4 καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἑλισαιὲ τοῦ ἀνθρώπου τοῦ Θοεῦ λέγων· διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ἑλισαιέ. 5 καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς Ἑλισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζί· κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἑλισαιέ. 6 καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων· ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν.

7 Καὶ ἦλθεν Ἑλισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς Ἂδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ὧδε. 8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαήλ· λάβε ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιζήτησον τὸν Κύριον παρ᾿ αὐτοῦ λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 9 καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς Ἑλισαιέ· υἱός σου υἱὸς Ἂδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 10 καὶ καὶ εἶπεν Ἑλισαιέ· δεῦρο εἰπὸν αὐτῷ· ζωῇ ζήσῃ· καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ· 11 καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ. 12 καὶ εἶπεν Ἀζαήλ· τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν· ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις. 13 καὶ εἶπεν Ἀζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ρῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. 14 καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν· εἶπέ μοι, ζωῇ ζήσῃ. 15 καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε, καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντ᾿ αὐτοῦ.

16 Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα. 17 υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 18 καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 19 καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας. 20 ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα καὶ ἐβασίλευσαν ἐφ᾿ ἑαυτοὺς βασιλέα. 21 καὶ ἀνέβη Ἰωρὰμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα τὰ μετ᾿ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξε τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. 22 καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησε Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ. 23 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 24 καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

25 Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ. 26 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ. 27 καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ. 28 καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ. 29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠρρώστει αὐτός.



περισσότερα