Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 01. Λόγος α΄ Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.

01. Λόγος α΄ Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.


n/a

Ἀδελφοί και πατέρες, θέλω πρός ὑμᾶς λαλεῖν τά συντείνοντα πρός ὠφέλειαν ψυχῆς καί αἰδοῦμαι, μάρτυς μου ὁ Χριστός ἡ ἀλήθεια, τήν ἀγάπην ὑμῶν, γινώσκων μου τό ἀνάξιον. Διά τοῦτο γάρ ἀεί σιωπᾶν ἐβουλόμην, ὡς οἶδεν ὁ Κύριος, καί μηδέ ἀνανεύειν τό σύνολον καί πρόσωπον ἀνθρώπου ὁρᾶν, κατακρίνουσαν ἔχων μου τήν συνείδησιν, ὅτι κατετάγην ὅλως ἐγώ προηγεῖσθαι πάντων ὑμῶν ἀναξίως, ὡς τήν ὁδόν ἐπιστάμενος, ὁ μηδέ τά ἐν ποσίν εἰδώς, μηδέ ἀψάμενος ἀκμήν τῆς φερούσης ὁδοῦ πρός τόν Θεόν. Τοίνυν καί λύπη με διά τοῦτο οὐ μικρά καί ἡ τυχοῦσα κατέχει, ὅτι ὁδηγεῖν ὑμᾶς τούς τιμιωτάτους ὁ ταπεινός προκριθείς, οὕς ἔχειν αὐτός ὁδηγούς μᾶλλον ὤφειλον, ὡς πάντων ἔσχατος ὑπάρχων καί χρόνῳ καί ἡλικίᾳ, τόν ἔμπρακτον οὐκ ἔχω καί ἐμμάρτυρον λόγον ἀπό τοῦ βίου εἰς τό παρακαλεῖν ὑμᾶς καί ὑπομιμνήσκειν τά περί τῶν νόμων καί τοῦ θελήματος τοῦ Θεοῦ, ἐπειδή καί περί ὧν λαλεῖν βούλομαι, οἶδα μηδέν ἐξ αὐτῶν διαπραξάμενός ποτε. Οἶδα δέ ἀκριβῶς ὅτι ὁ Κύριος καί Θεός ἡμῶν οὐχί τόν λέγοντα μακαρίζει μόνον, ἀλλά τόν πρό τοῦ εἰπεῖν καί πράξαντα· “Μακάριος γάρ, φησίν, ὁ ποιήσας καί διδάξας· οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·” Τοῦ γάρ τοιούτου διδασκάλου καί οἱ μαθηταί ἀκούοντες, μιμεῖσθαι αὐτόν γίνονται πρόθυμοι καί οὐ τοσοῦτον ἐκ τῶν ἐκείνου λόγων δέχονται τήν ὠφέλειαν, ὅσον ἀπό τῶν καλῶν αὐτοῦ πράξεων διεγείρονται καί τά αὐτά ποιεῖν ἀναγκάζονται, ὅπερ αὐτός ἐγώ ἐν ἐμαυτῷ οὐκ ἐπίσταμαι· οὐδέν γάρ ἀγαθόν ἐμαυτῷ σύνοιδα. Ἀλλά δέομαι καί πααρακαλῶ πάντας ὑμᾶς, ἀγαπητοί ἀδελφοί μου, μή εἰς τόν διακεχυμένον μου βίον ὁρᾶν, ἀλλ᾿ εἰς τά τοῦ Κυρίου προστάγματα καί εἰς τάς τῶν πατέρων ἡμῶν τῶν ἁγίων διδασκαλίας. Οὐδέν γάρ οἱ φωστῆρες ἔγραψαν ἐκεῖνοι, ὅπερ πρότερον οὐκ ἐποίησαν καί ποιήσαντες οὐ κατώρθωσαν.

Τοιγαροῦν καί γενέσθω κοινή μία ἡμῖν ἡ ὁδός, αἱ ἐντολαί τοῦ Χριστοῦ, πρός οὐρανόν ἡμᾶς καί Θεόν ἐπανάγουσαι. Εἰ γάρ καί διαφόρους ὁ λόγος ὁδούς ὑπογράφει, ἀλλ᾿ οὐ πάντως κατά τήν φύσιν ἐκείνου, κατά δέ τήν ἑκάστου δύναμίν τε καί πρόθεσιν εἰς πολλάς σχίζεσθαι λέγεται. Ἐκ πολλῶν γάρ ἀρχόμενοι καί διαφόρων ἔργων καί πράξεων, ὥσπερ ἐκ τόπων τινῶν καί πολλῶν ἀπαίροντες ἕκαστος πόλεων, εἰς ἕν καταντῆσαι σπουδάζομεν καταγώγιον, τήν βασιλείαν τῶν οὐρανῶν. Πράξεις δέ καί ὁδούς τῶν κατά Θεόν ἀνδρῶν τάς πνευματικάς χρή νοεῖν ἀρετάς, ἐν αἷς οἱ βαδίζειν ἀρξάμενοι πρός ἕνα τρέχειν σκοπόν ὀφείλουσιν, ὅπως ἐκ διαφόρων χωρίων καί τόπων εἰς μίαν συνέλθωσι πόλιν, ὡς εἴρηται, τήν βασιλείαν τῶν οὐρανῶν καί συμβασιλεύειν Χριστῷ ἅμα καταξιωθήσωνται, ὑφ᾿ ἑνί βασιλεῖ τῷ Θεῷ καί Πατρί γενόμενοι. Πόλιν οὖν ἐνταῦθα μίαν μοι νοήσεις καί οὐ πολλάς, τήν ἁγίαν καί ἀχώριστον τριάδα τῶν ἀρετῶν, μᾶλλον δέ τήν πρώτην τῶν λοιπῶν, ἥν καί λέγουσιν ἐσχάτην, ὡς τέλος τῶν καλῶν οὖσαν καί μείζω πασῶν τυγχάνουσαν, τήν ἀγάπην φημί, ἐξ ἧς καί ἐν ᾗ πίστις πᾶσα τεθεμελίωται καί ἐλπίς ᾠκοδόμηται, καί δίχα ταύτης συνέστη τῶν ὄντων οὐδέν, οὔτε μήν καθόλου συστήσεται. Πολλά δέ ταύτης ὀνόματα, πολλαί αἱ πράξεις αὐτῆς, πλείονα τά γνωρίσματα, τά ἰδιώματα θεῖα καί πλεῖστα, ἡ φύσις δέ μία καί ἐπίσης πάντῃ πᾶσιν ἀπόρρητος, τοῖς τε ἀγγέλοις καί τοῖς ἀνθρώποις καί πάσῃ κτίσει ἑτέρᾳ, τῇ ἴσως ἀγνοουμένῃ ἡμῖν. Ἀκατάληπτος τόν λόγον, τῇ δόξῃ ἀπρόσιτος, ἀνεξιχνίαστος τοῖς βουλεύμασιν, αἰώνιος ὅτι καί ἄχρονος, ἀθεώρητος ὅτι νοεῖται μέν, οὐ καταλαμβάνεται δέ. Πολλά τά κάλλη ταύτης τῆς ἀχειροποιήτου καί καί ἁγίας Σιών, ἅ ὁ βλέπειν ἀρξάμενος οὐκέτι αἰσθηταῖς ἐπευφραίνεται θεωρίαις, οὐκέτι τοῦ κόσμου τούτου τῇ δόξῃ πρόσκειται.

Δότε οὖν μοι ἐκ προοιμίων προσομιλῆσαι αὐτῇ μικρόν καί προσφθέγξασθαι καί τόν πόθον ὡς ἔχω ταύτῃ ἀφοσιώσασθαι. Ἐπειδή, ἀγαπητοί μου πατέρες καί ἀδελφοί, ἐμνήσθην τοῦ κάλλους τῆς ἀμωμήτου ἀγάπης, καί αἴφνης τό φῶς αὐτῆς εὑρέθη ἐν τῇ καρδίᾳ μου καί τῇ γλυκύτητι αὐτῆς συνηρπάγην καί τάς ἔξωθεν αἰσθήσεις ἀπώλεσα, ἔκνους ὅλως τῷ βίῳ γενόμενος, καί τῶν ἐν χερσίν ἐπιλέλησμαι. Μακράν δέ, οὐκ οἶδ᾿ ὅπως εἰπεῖν, πάλιν ἀπέστη ἀπ᾿ ἐμοῦ καί τήν ἰδίαν με ἀφῆκε θρηνεῖν ἀσθένειαν. Ὦ ἀγάπη παμπόθητε, μακάριος ὁ σέ ἀσπασάμενος, ὅτι οὐκέτι κάλλος γηγενοῦς ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. Μακάριος ὁ σοί περιπλακείς ἐξ ἔρωτος θείου· ἅπαντα γάρ τόν κόσμον ἀρνήσεται καί παντί πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται. Μακάριος ὁ τά σά κάλλη καταφιλήσας καί κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καί αἵματος ἀπό σοῦ. Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τήν καλήν ἀλλοίωσιν πνευματικῶς καί ψυχικῶς εὐφρανθήσεται, ὅτι σύ ὑπάρχεις ἡ χαρά ἡ ἀνεκλάλητος. Μακάριος ὁ σέ κτησάμενος, ὅτι τούς θησαυρούς τοῦ κόσμου εἰς οὐδέν λογισθήσεται, καί γάρ εἶ ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. Μακάριος δέ καί τρισμακάριος καί ὅν σύ προσελάβου· ἔσται γάρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καί τιμίων πάντων τιμιώτερος καί σεμνότερος. Ἐπαινετός ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε, μακαριώτερος ὁ ἀγαπηθείς ὑπό σοῦ, ὁ εἰσδεχθείς παρά σοῦ, ὁ διδαχθείς ἀπό σοῦ, ὁ κατοικήσας ἐν σοί, ὁ τραφείς διά σοῦ τροφήν Χριστόν τόν ἀθάνατον, Χριστόν τόν Θεόν ἡμῶν.

Ὦ ἀγάπη θεία, ποῦ Χριστόν περιέχεις; Ποῦ αὐτόν κατακρύπτεις; Τί τόν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακράν γέγονας ἀφ᾿ἡμῶν; Ἄνοιξον καί ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καί ἡμεῖς ἴδωμεν τόν δι᾿ ἡμᾶς παθόντα Χριστόν καί πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ᾿ οὐ αὐτόν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τήν διά σαρκός αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τά ἄφθονα καί ἀβίαστα σπλάχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τό βαστάσαι τάς ἁμαρτίας καί τάς νόσους ἁπάντων, καί μή ἀπορρίψῃς ἡμᾶς λέγουσα· “Οὐκ οἶδα ὑμᾶς “. Γενοῦ μεθ᾿ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διά σέ καί ἡμᾶς τούς ταπεινούς ὁ Δεσπότης ἐλθών ἐπισκέψηται προϋπαντώμενος παρά σοῦ - ἡμεῖς γάρ εἰς ἅπαν ἀνάξιοι -, ὡς ἄν προσμείνῃ μικρόν ὁμιλῶν σοι καί δέξηται καί ἡμᾶς τούς ἁμαρτωλούς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καί συλλαλήσῃς περί ἡμῶν ἀγαθά καί πρεσβεύσῃς ἀφεθῆναι τό χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διά σοῦ πάλιν ἐξιωθῶμεν καί ὑπ᾿ αὐτοῦ προνοώμεθα καί τρεφώμεθα· τό γάρ χρεωστεῖν μέν μηδέν, λιμῷ δέ πτωχείας ἀπόλλυσθαι, παρά μικρόν τῆς ἴσης ἐστί τιμωρίας καί κολάσεως πρόξενον.

Συγχωρηθείημεν παρά σοῦ, ἁγία ἀγάπη, καί διά σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μή διά σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μή φιλήσας καί παρά σοῦ μή ἀγαπηθείς ὥσπερ χρή, τρέχει μέν ἴσως, οὐ κατέλαβε δέ ὅμως· πᾶς δέ ὁ τρέχων πρό τοῦ τόν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δέ καταλαβών σε ἤ καταληφθείς ὑπό σοῦ, πάντως βέβαιος, ἐπειδή τέλος νόμου σύ εἶ, ἡ ἐμέ περικυκλοῦσα, ἡ ἐμέ φλέγουσα καί ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καί τῶν ἐμῶν ἀδελφῶν καί πατέρων ἀνάπτουσα. Σύ γάρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καί διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καί ἡ ἐμή νῦν πρός τήν παροῦσαν διακονίαν προχείρισις.

Ἀλλά σύγγνωτέ μοι, ἀδελφοί, τῆς κατηχήσεως τοῦ λόγου παρακινηθέντι μικρόν, τοῦ πόθου τῆς ἀγάπης τοῦτο ποιήσαντος. Ἐμνήσθην γάρ αὐτῆς καί “ἐφράνθη μου ἡ καρδία” κατά τόν θεῖον Δαυίδ καί εἰς ὕμνον ἐτράπην τῶν θαυμασίων αὐτῆς. Τοιγαροῦν ἀξιῶ καί τήν ὑμετέραν ἀγάπην ὀπίσω καταδιῶξαι αὐτῆς, ὅση δύναμις, καί καταλαβεῖν αὐτήν μετά πίστεως τρέχοντας, καί τῶν ἐλπίδων ὑμῶν οὐδαμῶς διαμάρτητε. Πᾶσα γάρ σπουδή καί πᾶσα ἄσκησις μετά καμάτων πολλῶν ἡ μή καταντῶσα εἰς τήν ἀγάπην ἐν συντετριμμένῳ τῷ πνεύματι, ματαία ἐστί καί εἰς οὐδέν καταλήγουσα χρήσιμον. Οὐδέ γάρ ἐν ἄλλῃ τινί ἀρετῇ ἤ καί πληρώσει κυριακῆς ἐντολῆς δύναταί τις γνωρίζεσθαι Χριστοῦ μαθητής· “Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους “. Ταύτης ἕνεκα ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, δι᾿ ἥν ἐνανθρωπήσας, πάντα ὑπέμεινεν ἑκουσίως τά ζωοποιά πάθη, ἵνα τό οἰκεῖον πλάσμα, τόν ἄνθρωπον, τῶν δεσμῶν ἐλευθερώσῃ τοῦ ᾅδου καί ἀναλαβών εἰς οὐρανούς ἀναγάγῃ. Ταύτης ἕνεκα τόν ἀκατάπαυστον ἐκεῖνον ἔδραμον οἱ ἀπόστολοι δρόμον καί τήν ἅπασαν οἰκουμένην τῷ ἀγκίστρῳ καί τῇ σαγήνῃ τοῦ λόγου σαγηνεύσαντες, ἀπό τοῦ βυθοῦ τῆς εἰδωλομανίας ἀνέσπασαν καί πρός τόν λιμένα τῆς βασιλείας τῶν οὐρανῶν ἀνεσώσαντο. Ταύτης ἕνεκα οἱ μάρτυρες τά αἵματα ἑαυτῶν ἐκένωσαν, ἵνα μή Χριστόν ἀπολέσωσι. Διά ταύτην οἱ θεοφόροι πατέρες ἡμῶν καί τῆς οἰκουμένης διδάσκαλοι τάς ἑαυτῶν ψυχάς ὑπέρ τοῆς καθολικῆς καί ἀποστολικῆς Ἐκκλησίας προθύμως ἔθηκαν· καί ἡμεῖς οἱ εὐτελεῖς ὑπεισήλθομεν τήν προστασίαν ὑμῶν τῶν τιμιωτάτων πατέρων καί ἀδελφῶν ἡμῶν, ὡς ἄν πάντα, κατά τόν ἐνόν ἐκείνους ἐκμιμούμενοι, δι᾿ ὑμᾶς πάθωμέν τε καί ὑπομείνωμεν καί πρός οἰκοδομήν ὑμῶν καί ὠφέλειαν ἐκτελέσωμεν, ἵνα παραστήσωμεν ὑμᾶς θύματα τέλεια, ὁλοκαυτώματα λογικά, τῇ τραπέζῃ Θεοῦ. Ὑμεῖς γάρ ἐστε τά τέκνα τοῦ Θεοῦ, ἅ μοι δέδωκεν ὁ Θεός ὡς παιδία, τά ἐμά σπλάχνα, οἱ ἐμοί ὀφθαλμοί. Ὑμεῖς ἐστε τό ἐμόν, ἀποστολικῶς εἰπεῖν, καύχημα καί ἡ σφραγίς τῆς ἐμῆς διδασκαλίας.

Σπουδάσωμεν οὖν, ἀγαπητοί μου ἐν Χριστῷ ἀδελφοί, ὥσπερ διά πάντων, οὕτω καί διά τῆς εἰς ἀλλήλους ἀγάπης θεραπεύειν τόν Θεόν καί ὅν ᾑρετίσασθε εἰς τύπον ἔχειν πατρός πνευματικοῦ, εἰ καί τῆς ἀξίας πολύ ἀπολείπομαι, ὡς ἄν χαίρῃ μέν Θεός ἐπί τῇ ὁμονοίᾳ καί τελειώσει ὑμῶν, χαίρω δέ κἀγώ ὁ ταπεινός, ἐπεκτεινομένην ὁρῶν ἀεί τήν προκοπήν τοῦ κατά Θεόν ὑμῶν βίου ἐπί τό κρεῖττον ἐν πίστει, ἐν ἁγνεία, ἐν φόβῳ Θεοῦ, ἐν εὐλαβείᾳ, ἐν κατανύξει καί δάκρυσι, δι᾿ ὧν ὁ ἔσω καθαίρεται ἄνθρωπος καί πληροῦται φωτός θείου καί ὅλος Πνεύματος Ἁγίου γίνεται ἐν συντρετριμμένῳ ψυχῆς καί καταβεβλημένῳ φρονήματι, καί ἡ χαρά ἡ ἐμή γίνεται εἰς εὐλογίαν ὑμῶν καί προσθήκην ἀνωλέθρου καί μακαρίας ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα