Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 02. Λόγος β΄ Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι.

02. Λόγος β΄ Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι.


n/a

Ἀδελφοί καί πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τόν Θεόν, ἀπαρνησάσθω ἑαυτόν καί τῆς ἰδίας μή φεισάσθω ψυχῆς, ἀλλ᾿ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καί ἀναμέσον πάντων τῶν κατά σάρκα περιπατούντων. Μή ἐπιστραφήτω τινός τούτων τοῖς δῆθεν παρακλητικοῖς λόγοις καί μή καθίσῃ μετ᾿ αὐτῶν ἐν καθέδρᾳ, μηδέ ὁμιλείτω ὁμιλίας κακάς, δι᾿ ὧν ἡ ψυχή φαρμακεύεται καί ἀναγκάζεται τοῖς προτέροις ἐνδιατρίβειν πονηροῖς λογισμοῖς τε καί ἐνθυμήμασιν. Ἄνθρωπε, φοβήθητι τό μετά ἀγκίστρου δέλεαρ καί ἄκουσόν μου καί μακράν γενοῦ ἐξ αὐτῶν. Μή πάλιν καταγάγῃς σεαυτοῦ τήν ψυχήν ἐν τῷ ἅδῃ. Στῆσον τόν λογισμόν σου καί μή πλανᾶσθαι αὐτόν συγχωρῆς εἰς τό ἀκούειν τά μάταια. Μή ἐπιστραφῇς εἰς τά ὀπίσω, μή ὀκνήσῃ ἤ βαρυνθῇς ῥᾳθυμίᾳ, μή δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδέ γλυκάνῃς σόν φάρυγγα ἡδονῇ τινος βρώματος, μέχρις ἄν ἴδοις τό δι᾿ οὐ καί δι᾿ ὅ ἐκλήθης καί πρός ὅ ἐπείγῃ φθάσαι κατά σκοπόν. Μή παραδέξῃ τόν ὑποβάλλοντά σοι λογισμόν· “Τί δεῖ σοι τοῦ πολλοῦ, φησί, κόπου καί τῆς ἀκαίρου ταλαιπωρίας; Χρόνον ἤδη πεπλήρωκας καί δύο καί τρεῖς, καί οὐδέν ἔγνως ὄφελος”. Μή, ἀδελφέ μου, μή ἐμπαγῇς τῇ παγίδι ταύτῃ, μηδέ προδῷς τήν σεαυτοῦ σωτηρίαν, ἀλλά χρῆσαι μᾶλλον εὐτονωτέρᾳ σπουδῇ καί ἀνδρείᾳ εἰς τήν ἐργασίαν τῶν ἀρετῶν, μή ἀπιστῶν τοῖς λόγοις καί διδασκαλίαις τῶν κατά Θεόν σου πατέρων. Θές οὖν ἐν τῇ ψυχῇ σου ἀποθανεῖν πρῶτον ἤ ἀποστῆναι τοῦ ζωηφόρου τούτου ζητήματος· εἰ γάρ ἀδιστάκτως τοῦτο πεποίηκας ἐξ ἀρχῆς, οὐκ ἄν σε ὁ ἀγαθός ὑπερεῖδε Θεός, ἀλλ᾿ ἔδωκεν ἄν σοι τοῦ ποθουμένου σαφῶς τήν ἀπόλαυσιν.

Τοιγαροῦν εἰ θέλεις ἐπιτυχεῖν ὧν ἐφίεσαι καί ποθεῖς, τῶν ἀγαθῶν λέγω τοῦ Θεοῦ, καί ἐξ ἀνθρώπων γενέσθαι ἄγγελος ἐπίγειος, ἀγάπησον, ἀδελφέ, θλῖψιν σώματος, ἄσπασαι κακοπάθειαν, τούς δέ πειρασμούς οὕτω φίλησον ὡς μέλλοντάς σοι γενέσθαι προξένους παντός ἀγαθοῦ. Τί ὡραιότερον, εἰπέ μοι, θλιβομένης ψυχῆς μετά γνώσεως ὅτι ὑπομένουσα τήν πάντων μέλλει κληρονομῆσαι χαράν; Τί ἀνδρειότερον συντετριμμένης καί τεταπεινωμένης καρδίας, ἥ τάς φάλαγγας τῶν δαιμόνων ἀπονητί τρέπουσα εἰς τέλος ἀποδιώκει; Τί ἐνδοξότερον πτωχείας πνευματικῆς τῆς προξένου τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τί ἄν καί ἔσται ἀντάξιον ἤ νῦν ἤ ἐν τῷ αἰῶνι τῷ μέλλοντι; Τό δέ καί ἑαυτοῦ μή μεριμνᾶν ἕνεκέν τινος τῶν γηῒνων, ἀλλ᾿ ὅλην ἔχειν τήν διάνοιαν πρός Χριστόν, πόσων τοῦτο οἴει εἶναι πρόξενον ἀγαθῶν αἰωνίων, ὅσης τῆς ἀγγελικῆς καταστάσεως; Τό δέ καί πάντων ὁμοῦ τῶν προσκαίρων καταφρονεῖν καί αὐτῶν εἰπεῖν τῶν τοῦ σώματος ἀναγκαίων χρειῶν, ὡς μή φιλονεικεῖν ὑπέρ τούτων μετά τινος διά τό τήν εἰρήνην καί τήν ἀγάπην ἐν ἀταράχῳ ψυχῆς καταστήματι ἀμείωτον συντηρεῖν, ποίων τῶν ἀμοιβῶν, τίνων δέ τῶν στεφάνων καί τῶν βραβείων οὐκ ἔστιν ἐπάξιον; Ὄντως ὑπέρ φύσιν ἡ ἐντολή καί ὑπέρ λόγον αἱ ἀμοιβαί, Χριστός τά πάντα ἀντί πάντων τούτοις γενήσεται. Χριστόν δέ ἀκούων μή τῇ τοῦ λόγου ἁπλότητι καί τῇ βραχύτητι τῆς λέξεως πρόσεχε, ἀλλά τήν τῆς Θεότητος ἐννόει μοι δόξαν, τήν ὑπέρ νοῦν καί διάνοιαν, τό ταύτης κράτος τό ἄφραστον, τό ἀμέτρητον ἔλεος, τόν ἀκατάληπτον πλοῦτον, ἅ δαψιλῶς τε καί φιλοτίμως αὐτοῖς δίδωσι, καί ταῦτα τούτοις ἀντί πάντων ἀρκεῖ, ὡς δεξαμένοις αὐτόν ἐκεῖνον ἐν ἑαυτοῖς, τόν αἴτιον καί βραβευτήν παντός ἀγαθοῦ· οὐδέ γάρ ἐπεθύμησέ τινος ἑτέρου ὁ αὐτόν ἰδεῖν καί θεάσασθαι καταξιωθείς, οὐδ᾿ ὁ τῆς ἀγάπης ἔμπλεως γεγονώς τοῦ Θεοῦ ἄλλον τινά ἐπί γῆς ἀγαπῆσαι πλέον ἠνέσχετο.

Τοιγαροῦν σπουδάσωμεν, ἀγαπητοί μου ἀδελφοί, τόν Χριστόν εὑρεῖν καί ἰδεῖν αὐτόν, ὁποῖός ἐστι τό κάλλος καί τήν τερπνότητα, ἐπειδή καί πολλούς ὁρῶμεν τῶν ἀνθρώπων δι᾿ ἑπιθυμίαν προσκαίρων τινῶν κόπους καί πόνους πολλούς ὑπομένοντας καί μακράς ἀποδημίας ποιουμένους, οὐ μόνον δέ ἀλλά καί γυναικός καί τέκνων καί πάσης ἄλλης δόξης καί τρυφῆς καταφρονοῦντας καί μηδέν ἕτερον τοῦ ἰδίου προτιμωμένους θελήματος, ὥστε μή ἀποτυχεῖν τοῦ ἰδίου σκοποῦ. Καί εἰ διά πρόσκαιρα καί φθαρτά τόν ὅλον ἀγῶνα καί αὐτήν τίθενται τήν ψυχήν τῶν ἀνθρώπων τινές, ἡμεῖς ὑπέρ τοῦ Βασιλέως τῶν βασιλευόντων καί Κυρίου τῶν κυριευόντων καί κτίστου καί ἐξουσιαστοῦ τῶν ἁπάντων τάς ψυχάς ἡμῶν καί τά σώματα εἰς θάνατον οὐ προδώσωμεν; Καί ποῦ ἀπελευσώμεθα ἤ ποῦ φύγωμεν, ἀδελφοί, ἀπό προσώπου αὐτοῦ; Ἐάν γάρ εἰς τόν οὐρανόν ἀναβῶμεν, ἐκεῖ αὐτόν ὄντα εὑρήσομεν· ἐάν εἰς τόν ᾅδην κατέλθωμεν, κἀκεῖ πάρεστιν· ἐάν εἰς τά ἔσχατα τῆς θαλάσσης, οὐ φευξόμεθα τήν χεῖρα αὐτοῦ, ἀλλ᾿ ἡ δεξιά αὐτοῦ κατάσχῃ τάς ἡμετέρας ψυχάς καί τά σώματα. Μή δυνάμενοι οὖν ἀνθίστασθαι ἀδελφοί, ἤ φυγεῖν ἀπό προσώπου Κυρίου, δεῦτε καί δῶμεν ἑαυτούς δούλους τῷ δι᾿ ἡμᾶς δούλου μορφήν ἐνδυσαμένῳ Κυρίῳ Θεῷ καί ἀποθανόντι ὑπέρ ἡμῶν, δεῦτε καί ταπεινωθῶμεν ὑπό τήν κραταιάν χεῖρα αὐτοῦ, τήν βλύζουσαν πᾶσι ζωήν τήν αἰώνιον καί τοῖς ζητοῦσι μεταδιδοῦσαν αὐτήν πλουσίως διά τοῦ Πνεύματος.

Ὦ ἀδελφοί μου ἀγαπητοί, πόσης ὀδύνης καί λύπης ἡ ψυχή μου πεπλήρωται, ὅταν ἐγώ μέν ἐξειπεῖν βουληθῶ τῆς χειρός τοῦ Θεοῦ τά θαυμάσια καί τό ἄφραστον κάλλος αὐτῆς, ὡς ἄν εἰδῆτε καί μάθητε τήν μεγαλωσύνην αὐτῆς καί λαβεῖν αὐτόν ἐν ἑαυτοῖς ἐκζητήσητε, οὐχ ὁρῶ δέ τινας ἐξ ὑμῶν μετά πόθου καί θέρμης τοῖς λεγομένοις προσέχοντας ἤ ἐφιεμένους τοιαύτης δόξης ἐπαπολαῦσαι. Διά τοῦτο καί μένω παντάπασιν ἄφωνος, εἰπεῖν ἤ ἐξηγήσασθαί τινι τήν τοῦ Χριστοῦ καί Θεοῦ ἡμῶν δόξαν, ἥν τοῖς ἐξ ὅλης ζητοῦσι ψυχῆς χαρίζεται, μηδόλως δυνάμενος. Ἀλλ᾿ ὤ τῆς ἐμῆς ἐκπλήξεως καί τῆς μεγαλωσύνης τῶν τοῦ Θεοῦ δωρεῶν, ὅτι τά σοφά τοῦ κόσμου καί τά ἰσχυρά καί τά πλούσια λιπών, τά ἀσθενῆ τούτου καί τά μωρά καί πτωχά ἐξελέξατο διά πολλήν καί ἄφατον ἀγαθότητα. Καί τίς ἱκανός ὑπέρ μόνου τούτου ἀξίως εὐχαριστῆσαι; Ἄνθρωποι μέν γάρ ἅπαντες σχεδόν τούς ἀσθενεῖς καί πτωχούς ὥσπερ ἀποβδελύσσονται καί βασιλεύς ἐπίγειος τούτους ὁρᾶν οὐκ ἀνέχεται, οἱ ἄρχοντες ἀποστρέφονται, ὑπερορῶσιν οἱ πλούσιοι καί ὡς οὐδέν ὄντας αὐτούς καθυπαντῶντες παρέρχονται, καί τό συναναστρέφεσθαι τούτοις οὐδείς ἡγεῖται μακάριον· ὁ δέ Θεός, ὁ ὑπό μυρίων καί ἀναριθμήτων δυνάμεων λειτουργούμενος, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ἔχων ἄστεκτον τοῖς πᾶσι τήν μεγαλοπρέπειαν αὐτοῦ, οὐ παρῃτήσατο γενέσθαι καί πατήρ καί φίλος καί ἀδελφός τῶν ἀπερριμμένων τούτων, ἀλλά καί σαρκωθῆναι ἠθέλησεν, ἵνα ὅμοιος ἡμῖν κατά πάντα χωρίς ἁμαρτίας χρηματίσῃ καί κοινωνούς ἡμᾶς τῆς δόξης αὐτοῦ καί τῆς βασιλείας ποιήσηται. Βαβαί τοῦ πλούτου τῆς πολλῆς αὐτοῦ ἀγαθότητος! Βαβαί τῆς ἀφάτου συγκαταβάσεως τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ!

Τί οὐ προστρέχομεν, ἀδελφοί, τῷ οὕτως ἡμᾶς ἀγαπήσαντι εὐσπλάχνῳ Θεῷ; Τί τάς ψυχάς ἡμῶν εἰς θάνατον οὐ προδίδομεν ὑπέρ τοῦ δι᾿ ἡμᾶς ἀποθανόντος Χριστοῦ καί Θεοῦ; Τί δειλοί ἐσμεν καί τήν ἐκ τοῦ σώματος δειλαινόμεθα ἔξοδον; Μή γάρ ᾅδης μέλλει λαμβάνειν ἤ κατέχειν τάς ψυχάς τῶν εἰς Χριστόν ἠλπικότων; Μή γάρ θάνατος ἐξουσιάζει τῶν ἐσφραγισμένων ψυχῶν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος καί τῷ αἵματι τοῦ Χριστοῦ; Μή ἀντιβλέψαι τολμᾷ ὁ νοητός λύκος τῇ τοῦ ἀρχιποίμενος Χριστοῦ σφραγῖδι, ᾗ σφραγίζει τά ἴδια πρόβατα; Οὐμενοῦν, ἀδελφοί πιστοί καί θεόφρονες. Ὅσοι τοίνυν ἀσφράγιστοι, δράμετε· ὅσοι ἀσημείωτοι, σπεύσατε τῷ σημείῳ σημειωθῆναι τοῦ Πνεύματος. Τίς δέ ἐστιν ὁ ἀσφράγιστος; Ὁ δειλαινόμενος θάνατον. Τίς ὁ ἀσημείωτος; Ὁ μή ἀκριβῶς τό εἶδος τῆς σφραγῖδος γινώσκων· ὁ γάρ τό θεῖον καταμαθών ἐκτύπωμα, θαρρήσας τῇ πίστει ἐλπίδα ἀκαταίσχυντον κέκτηται. Ζητήσωμεν τοιγαροῦν τόν Χριστόν, ὅν διά τοῦ θείου βαπτίσματος ἐνδυθέντες, διά τῶν πονηρῶν ἐξεδύθημεν πράξεων, ἐπειδή ἀναισθήτως ἁγιασθέντες ἔτι νήπιοι ὄντες καί ταῖς φρεσί καί τῇ ἡλικίᾳ, ἑαυτούς ἐμολύναμεν ἐν νεότητι, ἵνα μή λέγω ὅτι καθ᾿ ἑκάστην τῇ τῶν ἐντολῶν παραβάσει μολύνομεν τάς ψυχάς ἡμῶν καί τά σώματα. Διά τοῦτο οὖν πάλιν ἑαυτούς διά τῆς σωτηρίου μετανοίας ἀνακαλεσώμεθα, πάντα ποιοῦντες καί πράττοντες ὅσα Χριστῷ ὑπάρχει εὐάρεστα, ἵνα καί παρ᾿ αὐτοῦ σφραγισθέντες τοῦ λοιποῦ ἄφοβοι βιωσώμεθα· οὐ μόνον δέ ἀλλά καί ἐκ χειρός αὐτοῦ λάβωμεν ἔλεος καί ἄξιοι γενέσθαι ἀξιωθῶμεν τῆς γνώσεως τῶν μυστηρίων Χριστοῦ, γνώσεως δέ λέγω οὐ τῆς ἐν λόγῳ μόνῳ καί ἀκοῇ παραδιδομένης, ἀλλά τῆς ἔργῳ καί πράξει θεωρουμένης. Πῶς οὖν ἔργῳ καί πράξει ἡ γνῶσις ἐν ἡμῖν θεωρεῖται τῶν μυστηρίων Χριστοῦ; Πρόσεχε.

Ὁ Χριστός ἡμῶν καί Θεός οὕτω διαρρήδην βοᾷ καθ᾿ ἑκάστην διά τοῦ εὐαγγελίου αὐτοῦ· ”Μακάριοι οἱ πτωχοί τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν”. Τοῦτο τοίνυν ἡμεῖς ἀκούοντες σκοπεῖν ὀφείλομεν καί ἑαυτούς ἀκριβῶς ἐξετάζειν, εἰ τοιοῦτοι ἀληθῶς πτωχοί ἐσμέν, ὥστε καί ἡμετέραν εἶναι τήν βασιλείαν τῶν οὐρανῶν τοσοῦτον, ὡς βεβαίαν ἐν αἰσθήσει ψυχῆς τήν κτῆσιν ἔχειν αὐτῆς, καί ἐπί τοσοῦτον κατέχειν αὐτῆς τόν πλοῦτον, ὡς ἐντός αὐτῆς ἀδιστάκτως ὑπάρχειν αἰσθάνεσθαι καί τοῖς ἐκεῖσε καλοῖς ἐντρυφῶντας εὐφραίνεσθαι. Ἐντός γάρ ἡμῶν εἶναι ταύτην ὁ αὐτός ἀπεφήνατο Κύριος· σημεῖα δέ καί ἀποδείξεις τοῦ ταύτης ἐντός εἶναί τινα, τό μηδέν ἐπιθυμεῖν τόν τοιοῦτον τῶν ὁρωμένων καί φθειρομένων, λέγω δή τῶν πραγμάτων καί τῶν τερπνῶν τοῦ κόσμου τούτου, μή πλούτου, μή δόξης, μή τρυφῆς, μή ἄλλης βιωτικῆς ἤ σωματικῆς ἀπολαύσεως, ἀλλ᾿ οὕτως ἀπέχεσθαι ἐκ τούτων ἁπάντων καί οὕτω πρός ταῦτα ἀηδῶς διακεῖσθαι κατά ψυχήν καί προαίρεσιν, ὅσον οἱ ἐν ἐξουσίᾳ καί βασιλικῇ τιμῇ διαπρέποντες πρός τούς ἐπί σκηνῆς πορνικῆς διατρίβοντας διάκεινται καί ὅσον οἱ καθαρά περιβεβλημένοι ἱμάτια καί μύροις εὐώδεσι ἐπιχριόμενοι τήν δυσωδίαν καί τόν βόρβορον ἀποστρέφονται. Ὁ γάρ πρός ἕν τι τούτων τῶν ὁρωμένων ἐπιστρεφόμενος, τήν βασιλείαν ἐκείνην τῶν οὐρανῶν οὔτε εἶδεν οὔτε ὠσφράνθη οὔτε ἐγεύσατο αὐτῆς τῆς θυμηδίας τε καί γλυκύτητος.

Καί πάλιν· “ Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοί παρακληθήσονται”. Ἴδωμεν οὖν αὖθις καί ἑαυτούς ἐξετάσωμεν, εἰ ἄρα ἔχομεν τό πένθος ἐν ἑαυτοῖς καί ποίαν λέγει παράκλησιν τήν ἐπακολουθοῦσαν τῷ πένθει. Πρῶτον μέν γάρ εἴρηκε τούς τῷ πνεύματι πτωχούς εἶναι μακαρίους, ὡς αὐτῶν οὔσης τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ δέ πτωχοί τῷ πνεύματι οὐδεμίαν, ὡς εἴρηται, πρός τά παρόντα προσπάθειαν ἔχουσιν, οὔτε τόν λογισμόν πρός αὐτά ἐμπαθῶς συνδυάζονται, κἄν ψιλῶς ἡδυνόμενον. Πῶς οὖν πενθήσει καί διατί ὁ τόν κόσμον ἅπαντα βδελυξάμενος καί ἐπί πλεῖον τῇ διαθέσει τοῦ λογισμοῦ μακρυνθείς ἐξ αὐτοῦ ἤ ὅσον προσεγγίζει τῷ σώματι; Ὁ μή πρός τι τῶν ὁρωμένων ἔχων τήν ἐπιθυμίαν ὑπέρ τίνος ἄρα λυπηθήσεται ἤ χαρήσεται καί πῶς πενθήσει τήν βασιλείαν τῶν οὐρανῶν καί ταύτῃ καθ᾿ ἑκάστην ἐνεφραινόμενος, - ὅτι τούς πενθοῦντας εἶπε τήν παράκλησιν δέχεσθαι; Ἀλλά προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις καί γνώσεσθε τήν γνῶσιν καί τόν λόγον τοῦ λεγομένου.

Ὁ πιστός ἄνθρωπος, ὁ ταῖς ἐντολαῖς τοῦ Θεοῦ ἀεί μετά ἀκριβείας προσέχων, ὅταν πάντα τά τῶν θείων ἐντολῶν ποιήσῃ καί πρός τό ὕψος τούτων ἤγουν πρός τήν ἄμωμον πολιτείαν καί καθαρότητα τήν ἑαυτοῦ διάνοιαν ἐμβατεύσῃ, τότε ἀνερευνῶν τά ἑαυτοῦ μέτρα, ἀσθενῆ ἑαυτόν εὑρήσει καί πρός τό ὕψος ἐκεῖνο τῶν ἐντολῶν μή ἰσχύοντα ἀφικέσθαι, ἀλλά καί πτωχόν λίαν ἤτοι ἀνάξιον εἰς ὑποδοχήν τοῦ Θεοῦ καί εὐχαριστίαν καί δόξαν, ὡς μήπω μηδέν κεκτημένον ἴδιον ἀγαθόν· ὁ δέ ταῦτα δι᾿ ἑαυτόν ἐν αἰσθήσει ψυχῆς λογιζόμενος πενθήσει πάντως πένθος τό ὄντως μακαριώτατον, ὅ καί τήν παράκλησιν δέχεται καί πραεῖαν τήν ψυχήν ἀπεργάζεται.

Ἀρραβών γάρ ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ἡ ἐκ τοῦ πένθους ἐγγινομένη παράκλησις. Πίστις μέν γάρ ἐστιν ἐλπιζομένων ὑπόστασις κατά τόν ἀπόστολον, παράκλησις δέ ἡ ἐκ τῆς ἐλλάμψεως τοῦ Πνεύματος γινομένη ἐν ταῖς πενθούσαις ψυχαῖς ἐπιδημία Θεοῦ, ταπεινοφροσύνην ταύταις βραβεύουσα, ἥτις καί σπόρος καί τάλαντον ὀνομάζεται· αὐξανομένη γάρ καί πολυπλασιαζομένη ἐν ταῖς τῶν ἀγωνιζομένων ψυχαῖς ἐν τριάκοντα καί ἐν ἑξήκοντα καί ἐν ἑκατόν, καρποφορεῖ τῷ Θεῷ καρπόν ἅγιον τῶν χαρισμάτων τοῦ Πνεύματος. Ὅπου γάρ ταπείνωσις ἀψευδής, ἐκεῖ καί ταπεινοφροσύνης βυθός· καί ὅπου ταπεινοφροσύνη, ἐκεῖ καί ἐλλάμψεις τοῦ Πνεύματος. Ὅπου δέ αἱ ἐλλάμψεις τοῦ Πνεύματος, ἐκεῖ φωτοχυσία Θεοῦ καί Θεός ἐν σοφίᾳ καί γνώσει τῶν μυστηρίων αὐτοῦ. Ἔνθα δέ ταῦτα, ἐκεῖ βασιλεία οὐρανῶν καί βασιλείας ἐπίγνωσις καί οἱ ἀποκεκρυμμένοι θησαυροί τῆς γνώσεως τοῦ Θεοῦ, ἐν οἷς καί ἡ φανέρωσίς ἐστι τῆς πτωχείας τῆς πνευματικῆς. Ὅπου δέ πτωχείας πνευματικῆς αἴσθησις, ἐκεῖ καί τό χαρμόσυνον πένθος, ἐκεῖ καί τά ἀεννάως ῥέοντα δάκρυα, τά τήν φιλοῦσαν ταῦτα ψυχήν ἐκκαθαίροντα καί τελείως αὐτήν ἀπεργαζόμενα φωτεινοτάτην.

Διά τούτων οὖν ἀνανεύουσα ἡ ψυχή καί τόν ἑαυτῆς Δεσπότην ἐπιγινώσκουσα, τάς λοιπάς ἀρετάς ἄρχεται σπουδαίως καρποφορεῖν ἑαυτῇ καί Χριστῷ. Καί εἰκότως. Καταρδευομένη γάρ ἀεί καί πιαινομένη τοῖς δάκρυσι καί τό θυμικόν ἑαυτῆς ὅλως ἀποσβεννύουσα, πραεῖα μέν καί ἀκίνητος ὅλη πρός ὀργήν γίνεται, ἐπιθυμεῖ δέ καί ὀρέγεται πεινῶσα ὁμοῦ καί διψῶσα τά τοῦ Θεοῦ μαθεῖν δικαιώματα. Ἐν τούτοις δέ καί ἐλεήμων καί συμπαθής γίνεται, ὡς ἐκ πάντων τούτων καθαράν ἀποτελεῖσθαι τήν καρδίαν αὐτῆς καί ταύτην ἐν ὀπτασίᾳ Θεοῦ γίνεσθαι καί ὁρᾶν καθαρῶς τήν δόξαν αὐτοῦ ὡς ἡ ὑπόσχεσις. Οἱ γοῦν τοιαύτας κτησάμενοι τάς ἑαυτῶν ψυχάς εἰρηνοποιοί εἰσιν ἐν ἀληθείᾳ καί υἱοί Ὑψίστου κατονομάζονται, οἵ καθαρῶς καί τόν ἴδιον Πατέρα καί Δεσπότην ἐπιγινώσκουσι καί ἐξ ὅλης ψυχῆς ἀγαπῶσιν αὐτόν, πάντα δηλαδή πόνον καί πᾶσαν θλῖψιν δι᾿ αὐτόν ὑπομένοντες, ὑβριζόμενοι, λοιδορούμενοι, στενοχωρούμενοι ἕνεκεν τῆς δικαίας αὐτοῦ ἐντολῆς ἥν καί τηρεῖν ἡμῖν ἐνετείλατο, ὀνειδιζόμενοί τε καί διωκόμενοι καί πᾶν πονηρόν ῥῆμα ψευδῶς λεγόμενον κατ᾿ αὐτῶν ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ μετά χαρᾶς ὑπομένοντες, ἀγαλλόμενοι ὅτι ὅλως ἠξιώθησαν ὑπέρ τῆς ἀγάπης αὐτοῦ ἐξ ἀνθρώπων ἀτιμασθῆναι.

Καταμάθετε, ἀδελφοί, τῆς σφραγῖδος Χριστοῦ τό ἀληθές ἐκτύπωμα. Ἐπίγνωτε, οἱ πιστοί, τοῦ χαρακτῆρος τά ἰδιώματα. Μία σφραγίς ἀληθῶς ἡ ἔλλαμψις ὑπάρχει τοῦ Πνεύματος, εἰ καί πολλαί τῶν ἐνεργειῶν αὐτῆς αἱ ἰδέαι καί πολλά τῶν ἀρετῶν αὐτῆς τά γνωρίσματα, ὧν πρῶτον καί ἀναγκαιότερόν ἐστιν ἡ ταπείνωσις, ὡς ἀρχή καί θεμέλιος –“Ἐπί τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ᾿ ἤ ἐπί τόν πρᾶον καί ἡσύχιον καί τρέμοντά μου τούς λόγους”-, δεύτερον τό πένθος καί ἡ τῶν δακρύων πηγή, περί ὧν θέλω λέγειν πολλά καί ἀπορῶ λόγων, δι᾿ ὧν ἐκφράσαι τά περί τούτων προῄρημαι· θαῦμα γάρ ἀνεκλάλητον, ὅτι διά τῶν ὀφθαλμῶν αἰσθητῶν ῥέοντα τήν ψυχήν νοερῶς τοῦ βορβόρου τῶν ἁμαρτημάτων ἐκπλύνουσι καί εἰς γῆν πίπτοντα τούς δαίμονας φλέγουσι καί καταράσσουσι καί τήν ψυχήν ἐλευθέραν ἐργάζονται τῶν ἀοράτων τῆς ἁμαρτίας δεσμῶν. Ὦ δάκρυα, τά ἐκ θείας ἐλλάμψεως βλύζοντα καί αὐτόν τόν οὐρανόν διανοίγοντα καί προξενοῦντά μοι θείαν παράκλησιν. Πάλιν γάρ καί πολλάκις ὑφ᾿ ἡδονῆς καί πόθου τά αὐτά φθέγγομαι. Ὅπου δακρύων πληθύς, ἀδελφοί, μετά γνώσεως ἀληθοῦς ἐκεῖ καί θείου φωτός αὔγασις. Ὅπου δέ φωτός αὐγή, πάντων ἐκεῖ τῶν καλῶν χορηγία καί ἡ σφραγίς τοῦ Πνεύματος τοῦ Ἁγίου ἐμπεφυτευμένη ἐν τῇ καρδίᾳ, ἐξ οὗ καί πάντες οἱ καρποί τῆς ζωῆς· ἐντεῦθεν πραότης καρποφορεῖται Χριστῷ, εἰρήνη, ἐλεημοσύνη, συμπάθεια, χρηστότης, ἀγαθωσύνη, πίστις, ἐγκράτεια, ἐντεῦθεν τό ἀγαπᾶν τούς ἐχθρούς καί ὑπέρ αὐτῶν εὔχεσθαι, τό χαίρειν ἐν τοῖς πειρασμοῖς, τό ἐγκαυχᾶσθαι ἐν ταῖς θλίψεσι, τό τά ἀλλότρια πταίσματα ὡς ἴδια λογίζεσθαί τε καί κλαίειν, τό τήν ψυχήν τιθέναι ὑπέρ τῶν ἀδελφῶν προθύμως εἰς θάνατον.

Τοιγαροῦν ἴδωμεν, ἀδελφοί, καί ἀκριβῶς ἑαυτούς ἐξετάσωμεν καί καταμάθωμεν τάς ψυχάς ἡμῶν, εἰ ἐν ἡμῖν ἐστιν αὕτη ἡ σφραγίς. Ἐπιγνωσώμεθα εἰ ἐν ἡμῖν ὁ Χριστός ἐστιν, ἐκ τῶν εἰρημένων σημείων. Ἀκούσατε, παρακαλῶ, χριστιανοί ἀδελφοί, καί ἀνανήψατε καί σκοπήσατε εἰ τό φῶς ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, εἰ φῶς ἐθεάσασθε τό μέγα τῆς ἐπιγνώσεως, εἰ ἐπεσκέψατο ἡμᾶς ἀνατολή ἐξ ὕψους ἐπιφαίνουσα ἐν σκότει καί σκιᾷ θανάτου καθημένοις ἡμῖν, καί δόξαν μετ᾿ εὐχαριστίας τῷ δωρησαμένῳ ταύτην ἡμῖν ἀγαθῷ Δεσπότῃ διηνεκῶς ἀναπέμπωμεν καί ἀγωνισώμεθα τό θεῖον πῦρ διά τῆς τῶν ἐντολῶν ἐργασίας ἐν ἑαυτοῖς θρέψαι περισσοτέρως, δι᾿ οὗ τό θεῖον φῶς ἐπί πλεῖον φαίνειν καί μεγαλύνεσθαι εἴωθεν. Εἰ δέ οὔπω τόν Χριστόν ἤ τήν ἐκείνου σφραγῖδα ἐλάβομεν καί τά προειρημένα σημεῖα ἐν ἡμῖν αὐτοῖς οὐ γνωρίζομεν, ἀλλά τοὐναντίον μᾶλλον ἐν ἡμῖν ὁ κόσμος ὁ δόλιος ζῇ καί ἡμεῖς ἐν αὐτῷ δυστυχῶς ζῶμεν μέγα τι εἶναι τά πρόσκαιρα ἡγούμενοι καί καταπίπτομεν ἐν ταῖς θλίψεσι καί ἐπί ταῖς ζημίαις δακνόμεθα καί τῇ τρυφῇ καί τῷ πλούτῳ ἐνεφραινόμεθα, φεῦ τῆς ζημίας, φεῦ τῆς ἀγνοίας καί τῆς σκοτώσεως, φεῦ τῆς ταλαιπωρίας καί τῆς ἀναισθησίας ἡμῶν, ὑφ᾿ ὧν κρατούμεθα καί ὑφ᾿ ὧν εἰς τά γήϊνα κατασπώμεθα. Ὄντως ἐλεεινοί καί πανάθλιοι καί αὐτῆς τῆς αἰωνίου ζωῆς καί τῆς τῶν οὐρανῶν βασιλείας ἀλλότριοί ἐσμεν, μηκέτι ἐν ἑαυτοῖς κτησάμενοι τόν Χριστόν, ἀλλά καί τόν κόσμον ζῶντα ἐν ἑαυτοῖς ἔχοντες ὡς ἐν αὐτῷ ζῶντες, καί φρονοῦντες τά γήϊνα. Ὁ δέ οὕτως ἔχων ἐχθρός ἐστιν ἄντικρυς τοῦ Θεοῦ· ἔχθρα γάρ ἐστιν εἰς Θεόν ἡ τοῦ κόσμου προσπάθεια, καθώς φησιν ὁ θεῖος ἀπόστολος·”Μή ἀγαπᾶτε τόν κόσμον, μηδέ τά ἐν κόσμῳ”, ὅτι οὐδείς δύναται Θεῷ δουλεύειν καί κατά ἄνθρωπον ζῆν, ἐπειδή πάντα τά τοῦ κόσμου ἐμπόδιά εἰσι τῆς πρός Θεόν ἀγάπης καί εὐαρεστήσεως.

Τίς γάρ, ἀγαπῶν τήν δόξαν καί τήν παρά ἀνθρώπων τιμήν, ἔσχατον πάντων καί εὐτελέστερον ἕξει ποτέ ἑαυτόν καί ταπεινός τῷ πνεύματι ἤ τήν καρδίαν συντετριμμένος γενήσεται ἤ πενθῆσαί ποτε κἄν ὅλως δυνήσεται; Τίς δέ πλοῦτον ἀγαπῶν φιλαργυρίᾳ τε καί φιλοκτημοσύνῃ κρατούμενος, ἐλεήμων γένηται καί συμπαθής καί οὐχί παντός θηρίου ἀγριώτερος ἔσται καί ἀπηνέστερος; Τίς κενοδοξίᾳ κρατούμενος καί οἰήσει κατεχόμενος, φθόνου ποτέ ἤ βασκανίας ἀπαλλαγήσεται; Ὁ δέ καί πρός τά τῆς σαρκός πάθη καμπτόμενος καί τῷ βορβόρῳ τῶν ἡδονῶν καλινδούμενος, πότε καθαρός ἄρα τῇ καρδίᾳ γενήσεται ἤ πότε καί πῶς τόν Θεόν τόν δημιουργήσαντα αὐτόν ὄψεται; Εἰρηνοποιός δέ πῶς ἔσται ὁ ἀπαλλοτριώσας ἑαυτόν τοῦ Θεοῦ καί μή ἀκούων τοῦ λέγοντος· “Ὑπέρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· καταλλάγητε τῷ Θεῷ”; Πᾶς γάρ ὁ διά τῆς τῶν ἐντολῶν παραβάσεως ἀνθιστάμενος καί πολεμῶν τῷ Θεῷ, οὗτος κἄν εἰρηνεύειν ἅπαντας πρός ἀλλήλους ποιῇ ἐχθρός ἐστι τοῦ Θεοῦ, ἐπειδή οὐδέ αὐτούς οὕς εἰρηνεύειν πρός ἀλλήλους ποιεῖ, ὡς ἀρέσκει τῷ Θεῷ ποιεῖ τοῦτο. Ἐχθρός γάρ αὐτός πρῶτος ὤν ἑαυτοῦ καί τοῦ Θεοῦ, ἐχθροί καθεστήκασιν αὐτοῦ καί οἱ διά τῶν τοιούτων εἰρηνεύοντες. Οὐ γάρ ἐπίσταται πάντως ὁ ἐχθρωδῶς πρός τινα διακείμενος τά τῷ ἐχθρῷ δοκοῦντα καί ἀρεστά ἑτέροις συμβουλεύειν ὀρθῶς καί τά ἐκείνου διδάσκειν αὐτούς ποιεῖν θελήματα, ἐπειδή καί αὐτό τοῦτο, τό ἀποκεχωρισμένως διάγειν ἐξ αὐτοῦ, ἄγνοιαν ἐμποιεῖ τῶν ἐκείνου καταθυμίων, οὐ μήν ἀλλά καί, διά τό ἐμπαθῶς καί ἀπεχθῶς διακεῖσθαι πρός αὐτόν μελέτην τε ἀένναον ἔχειν ἐναντίως τῶν ἐκείνου θελημάτων πορεύεσθαι, ἐθισμόν τινα ποιεῖ τοῦ - εἰ καί ποτε θελήσει οὗτος ἑτέροις λαλῆσαι τά πρός θεραπείαν ἐκείνου τελούμενα - μή εὐκόλως δύνασθαι. Καί εἰκότως. Ψυχή γάρ ἀφώτιστος, ὑπό τῶν παθῶν καί μάλιστα ὑπό τοῦ φθόνου κρατηθεῖσα καί φθονεῖν τινι μελετήσασα, οὐδέ ἑτέρου τινος ὑπερλαλοῦντος τοῦ φθονουμένου ἀκοῦσαι ἀνέχεται, μή ὅτι γε πρός θεραπείαν ἐκείνου καί διαπρᾶξαί τι ἤ κἄν ὅλως εἰπεῖν. Φύσεως γάρ ἰσχύν λαμβάνει παλαιωθέν πάθος καί κακοῦ μελέτη χρονίσασα εἰς ψυχήν, ὡς μή δύνασθαι τοῦτο ἐξιαθῆναί ποτε. Ἐκ γάρ φωτός σκότος γίνονται οἱ τοιοῦτοι καί, ἐξ ἀγαθότητος εἰς πονηρίαν μεταπίπτοντες, νοσοῦσιν ἀνίατα.

Ὁ δέ γε Θεῷ συγκραθείς διά πίστεως καί ἐπιγνούς αὐτόν διά πράξεως, καί βλέπειν αὐτόν πάντως διά θεωρίας ἠξίωται. Βλέπει δέ ἅ μή γράφειν ἰσχύω. Ὁρᾷ γάρ ξένα τινά θεάματα ὁ νοῦς καί ὅλος φωτίζεται καί φωτοειδής γίνεται, νοεῖν δέ ἤ λαλεῖν ταῦτα οὐκ ἰσχύει. Αὐτός μέν γάρ ὁ νοῦς φῶς ἐστι καί βλέπει τά πάντα φῶς, καί τό φῶς ζῶν ἐστι καί ζωήν τῷ ὁρῶντι παρέχει. Βλέπει ἑαυτόν καθόλου τῷ φωτί ἡνωμένον, καί ὁρῶν συστέλλεται καί ἔστιν ὡς ἦν. Κατανοεῖ τό φῶς ἐν τῇ ψυχῇ καί ἐξίσταται, καί ἐξιστάμενος βλέπει τοῦτο μακράν, στραφείς δέ μέσον πάλιν εὑρίσκεται τοῦ φωτός. Καί οὕτως τί εἴπῃ ἤ τί ἐν τῷ ὁρωμένῳ κατανοήσῃ, ὅλως ἀπορεῖ καί λόγων καί νοημάτων.

Τίς οὖν ἀκούων ταῦτα δή τά μυστήρια οὐ θαυμάσει καί θαυμάσας προσδράμῃ Χριστῷ; Τίς Θεοῦ τερατουργίας μή ποθήσῃ ἰδεῖν καί ἀγαπήσει τόν δωρεάν διδόντα τά δῶρα ταῦτα καί ξένα χαρίσματα; Ὄντως κρεῖττον οὐδέν, ἀδελφοί, ἐν τῷ κόσμῳ ὡς τό μηδέν ἔχειν τοῦ κόσμου, μηδέ θέλειν τι πλέον τῆς ἀναγκαίας χρείας τοῦ σώματος. Χρείαν δέ ἀναγκαίαν ταύτην οἶδεν ὁ λόγος, ἄρτον καί ὕδωρ, ἱμάτιον καί σκέπην, κατά τόν θεῖον ἀπόστολον· “Ἔχοντες διατροφάς καί σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα”. Εἰ δέ καί πλέον τι τούτων χρήζομεν, πάντως ἐκεῖνος παρέξει ἡμῖν, ἐλπίζουσιν εἰς αὐτόν καί πιστεύουσιν, ὁ τά μείζω χαρίσας καί ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας. Μόνον καταλείψωμεν τά ἄλλα πάντα τῆς προσκαίρου ζωῆς, δόξαν φημί τήν κενήν, τόν φθόνον, τήν εἰς ἀλλήλους ἔριν, τόν δόλον, τόν γογγυσμόν, τήν ἐρίθειαν καί πάντα ὅσα τῷ Θεῷ ἀποτρόπαια καί εἰς κίνδυνον φέρει ψυχῆς. Ποθήσωμεν δέ ἐκ ψυχῆς ἅ κελεύει Θεός ἡμῖν κατασπάζεσθαι, φτωχείαν πνευματικήν, ἥν καλεῖ ὁ λόγος ταπείνωσιν, πένθος ἀένναον ἐν νυκτί καί ἡμέρᾳ, ἐξ οὗ πηγάζεται ἡ χαρά τῆς ψυχῆς καί ἡ παράκλησις καθ᾿ ὥραν τοῖς ἀγαπῶσι τόν Θεόν. Ἐκ τούτου γάρ πᾶσι τοῖς ἀγωνιζομένοις ἐν ἀληθείᾳ καί ἡ πραότης κατορθοῦται, πεινῶσι καί διψῶσι τήν δικαιοσύνην καί ζητοῦσιν ἀεί τήν τοῦ Θεοῦ βασιλείαν, τήν ὑπερέχουσαν πάντα νοῦν ἀνθρώπινον. Οὐ μόνον δέ ἀλλά καί τό γενέσθαι τινά ἐλεήμονα, καθαρόν τήν καρδίαν, εἰρήνης μεστόν καί εἰρηνοποιόν καί ἀνδρεῖον εἰς τούς πειρασμούς, ἐντεῦθέν ἐστιν ἐκ τοῦ πενθεῖν καθ᾿ ἑκάστην. Ἐντεῦθεν καί τό μισεῖν ἡμῖν ἐπιγίνεται τά κακά, ἐντεῦθεν ὁ θεῖος ζῆλος ἀνάπτεται εἰς τήν ψυχήν, ὅς οὐκ ἐᾷ ἠρεμῆσαι αὐτήν ὅλως ἤ συνεκκλῖναι πρός τά κακά τοῖς κακοῖς, ἀλλά πληροῖ ταύτην ἀνδρείας καί δυνάμεως εἰς τό μέχρι τέλους ἐγκαρτερεῖν τοῖς δεινοῖς.

Φύγωμεν οὖν τόν κόσμον καί τά ἐν κόσμῳ, ἀγαπητοί ἀδελφοί. Τί γάρ ἡμῖν καί τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀνθρώποις; Δράμωμεν, διώξωμεν, ἕως οὗ δραξόμεθά τινος τῶν ἑστώτων καί μή ῥεόντων. Τά γάρ πάντα φθείρεται καί ὡς ὄναρ παρέρχεται καί οὐδέν μόνιμον ἤ βέβαιον ἐν τοῖς ὁρωμένοις. Ὁ ἥλιος, τά ἄστρα, ὁ οὐρανός καί ἡ γῆ πάντα παρέρχονται, μόνος δέ πάντων μένει ὁ ἄνθρωπος. Τί τοίνυν ἐκ τῶν ὁρωμένων δύναται ἡμᾶς ὠφελῆσαι ἐν καιρῷ ἀνάγκης θανάτου, ἡμῶν ἀπερχομένων ἐντεῦθεν πρός τήν ἐκεῖθεν κατάπαυσιν τοῦ αἰῶνος ἐκείνου, αὐτῶν δέ ὄπισθεν καταλιμπανομένων; Εἰ δέ καί οὕτω τά ὁρώμενα παρελεύσεται, τί τό κέρδος ἡμῶν ἀπιόντων καί τό σῶμα καταλιμπανόντων νεκρόν; Ἀφ᾿ οὗ γάρ ἡ ψυχή καταλίπῃ τό ἴδιον σῶμα, οὔτε βλέπειν δύναται δι᾿ αὐτοῦ οὔτε βλέπεσθαι παρ᾿ ἑτέρου, ἀλλ᾿ ἔκτοτε πρός μόνα τά ἀόρατα ἔχει καί φροντίς οὐδεμία ἐστίν αὐτῇ περί τῶν ὧδε, διπλοῦν ἐκεῖθεν ἐχούσῃ τόν βίον καί τόν ἀγῶνα, ἤ βσιλείας οὐρανῶν καί αἰωνίου δόξης ἤ γεέννης πάλιν καί τιμωρίας πυρός. Ἕν γάρ τούτων εἰς κληρονομίαν αἰώνιον, κατ᾿ ἀξίαν ὧν ἔπραξεν ἐνταῦθα, ἀπολαμβάνει παρά Θεοῦ.

Τοιγαροῦν φύγωμεν, ἀξιῶ, διά ταῦτα τόν κόσμον. Φύγωμεν τήν ἀπάτην τοῦ βίου καί τήν νομιζομένην εὐφροσύνην αὐτοῦ καί μόνῳ προσδράμωμεν τῷ ψυχοσώστη Χριστῷ. Τοῦτον σπουδάσωμεν εὑρεῖν τόν πανταχοῦ παρόντα, καί εὑρόντες κρατήσωμεν προσπεσόντες τούς πόδας αὐτοῦ, καί αὐτούς ἐν θέρμῃ ψυχῆς ἀσπασώμεθα. Ναί παρακαλῶ, σπουδάσωμεν ἔτι περιόντες ἰδεῖν αὐτόν καί θεάσασθαι. Ἐάν γάρ αὐτόν ἀξιωθῶμεν ἐνταῦθα αἰσθητῶς ἰδεῖν, οὐκ ἀποθανούμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν. Μή γάρ εἰς τό μέλλον ἐκδεξώμεθα τοῦτον ἰδεῖν, ἀλλά νῦν ἀγωνισώμεθα θεάσασθαι αὐτόν, ἐπεί καί Ἰωάννης ὁ Θεολόγος οὕτω φησίν· “Οἴδαμεν δέ ὅτι ἔχομεν τόν Θεόν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκ τοῦ Πνεύματος οὗ ἐλάβομεν ἐξ αὐτοῦ”. Ὅσοι οὖν τήν πίστιν εἰς αὐτόν ἐκ τῶν ἔργων ἐδείξατε ἀρραγῆ καί βεβαίαν, τά παρ᾿ ἡμῶν ἄνωθεν ῥηθέντα ἀκριβῶς καί καλῶς διακρίναντες, ὁρᾶτε μή λάθητε ἑαυτούς ἐν τῷ δοκεῖν Χριστόν ἔχειν ἐν ἑαυτοῖς, μηδέν ἔχοντες, καί κεναῖς ταῖς χερσίν ὑπεξέλθητε τόν βίον καί ἀκούσητε, ὅπερ ἀπεύχομαι, τῆς ἀπευκταίας ἐκείνης φωνῆς· “Ἄραντες ὁ δοκεῖ κατέχειν ὁ πονηρός, δότε τῷ πλεῖον ἔχοντι”, καί τότε κλαύσετε καί καί πενθήσετε καί λύπην ἕξετε εἰς αἰῶνα ἀπέραντον.

Ἀλλά μή γένοιτο φωνῆς ἀκοῦσαι καί τοιοῦτον παθεῖν τούς ἀπαρνησαμένους ἡμᾶς κόσμον ἅπαντα καί τά ἐν κόσμῳ καί προσδραμόντας Χριστῷ, γένοιτο δέ τάς ἐντολάς τηρήσαντας τοῦ Θεοῦ, διά δακρύων καί μετανοίας καθαρθῆναι τάς καρδίας ἡμῶν, ὡς ἄν καί τό θεῖον φῶς, αὐτόν τόν Χριστόν, ἐντεῦθεν ὀψώμεθα καί μένοντα ἐν ἡμῖν κτησώμεθα, καί διά τοῦ Παναγίου αὐτοῦ Πνεύματος τρέφοντα καί ζωογονοῦντα ἡμῶν τάς ψυχάς, καί ἀπογεύοντα τῆς ἐνηδόνου γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων τῆς βασιλείας αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα