Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 03. Λόγος γ΄ Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.

03. Λόγος γ΄ Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.


n/a

Ἀδελφοί καί πατέρες, ἀναμνησθέντες τῶν τοῦ Θεοῦ προσταγμάτων οὕτω λεγόντων· “Μή κρίνετε καί οὐ μή κριθῆτε”, τούς ἀλλοτρίους βίους μηδαμῶς περιεργάζεσθε, ἅ δέ μᾶλλον λέγουσιν ἡμῖν οἱ ἱερεῖς ποιεῖν ποιεῖτε, κατά δέ τά ἔργα αὐτῶν μή ποιεῖτε, ὡς ἀκηκόατε. Διό πείσθητέ μοι ὡς δοῦλοι Χριστοῦ, τῷ ἀναξίῳ, καί τήν ἐμήν ὀλιγοψυχίαν ῥᾳθυμίαν ἐάσαντες, φροντίσατε, παρακαλῶ, τῶν ψυχῶν ὑμῶν καί ἀόκνως τάς ἐντολάς τοῦ Θεοῦ ποιεῖν σπεύσατε· καί κατ᾿ ἐμοῦ τοῦ ταπεινοῦ μή γογγίζετε, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ ἐξεργεθέντες τό μεσονύκτιον, ἀλλά μνησθέντες τοῦ εἰπόντος· “Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπί τά κρίματα τῆς δικαιοσύνης σου”, εὐχαριστήσατε τῷ Θεῷ μᾶλλον καί τῷ ὑμᾶς εἰς τήν αὐτοῦ δοξολογίαν διυπνίσαντι καί χάρητε καί σκιρτήσατε, ὅτι μετά τῶν ἁγίων ἀγγέλων ἠξιώθητε ἀνυμνεῖν τόν Θεόν. Ὁ γάρ ἐπί τῇ συνήθει συνάξει ἀγανακτῶν καί ἐπί τῷ μήκει τῶν ἀναπεμπομένων ὕμνων δυσχεραίνων καί κατακλώμενος, οὗτος ἀληθῶς οὐκ οἶδεν ὡς γλυκέα τά λόγια τοῦ Θεοῦ ἐν τῷ λάρυγγι τῶν ἀγαπώντων αὐτόν καί ὑπέρ μέλι καί κηρίον ἐν τῷ στόματι τῶν ἐπιγινωσκόντων αὐτόν, ἀλλ᾿ ὅλος σάρξ ὤν καί σαρκικόν ἔχων τό φρόνημα καί σαρκικωτέραν τήν αἴσθησιν, πνευματικῶς οὐ δύναται γεύεσθαι τῶν εἰς εὐεργεσίαν ἡμῖν δοθέντων ἀπό Θεοῦ, ἀλλά πάντα πικρά τά κατά Θεόν αὐτῷ φαίνονται, καί τό “Γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος” οὐκ ἐπίσταται. Ὁ δέ τοῦτο μή ἐναργῶς ἐπιστάμενος, τῆς ἀγάπης καί τῆς γλυκύτητος τοῦ Χριστοῦ ἐναργῶς ἠλλοτρίωται. Ὁ δέ τούτων ἄγευστος καί ἀλλότριος – φεῦ μοι, ἐμόν τό ἀτύχημα, ἰδιοποιεῖσθαι γάρ προστέταγμαι τά ἀλλότρια - ἐχθρός ἐστι τοῦ Θεοῦ καί ξένος τῆς βασιλείας τῶν οὐρανῶν· ποίαν γάρ ἄλλην, εἰπέ μοι, ἕξει ἐλπίδα ἤ τίνος ἄλλου ἀγάπην περιπλακήσεται καί παραμυθίαν εὑρήσει ἤ ἐνταῦθα ἤ μετά θάνατον; Ὁ δέ καί ἀντιλέγων καί καταστενάζων καί ἐπαρώμενος τοῖς αὐτόν διεγείρουσι πρός ὕμνον θεῖον καί δοξολογίαν Θεοῦ, ποίαν ἀπολογίαν εὑρήσει ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καί ἑαυτῷ καί ἑτέροις σκάνδαλον ἀπωλείας γενόμενος;

Πιστεύσατέ μοι, πνευματικοί μου πατέρες καί ἀδελφοί, ὅταν ταῦτα ἀκούσω ἤ θεάσωμαί τινα ἐξ ὑμῶν διά ταῦτα δεινοπαθοῦντα, τοιαύτῃ θλίψει συνέχομαι καί τήν καρδίαν μου δάκνομαι, ὡς αὐτῇ τῇ κολάσει δοκεῖν παραδίδοσθαι, καί χαρᾶς οὐκ ἐπαισθάνομαι οὐδεμιᾶς ἄλλης τοῦ κόσμου, ἀλλά καί αὐτήν ἀπολέγομαι τήν ζωήν· καί κλαίω καί θρηνῶ, ὡς ἤδη κατακρινόμενος, καί τοι παρακαλῶν ὑμᾶς οὐκ ἀκούομαι, ἐπιτιμῶν ἀποπέμπομαι, ἐλέγχων μισοῦμαι καί παιδεύων ἀντιπαιδεύομαι καί ὡς ἐχθρός ἐκδιώκομαι, καί ταῦτα ποιῶν ἀνάπαυσιν οὐ δύναμαι κτήσασθαι. Βουλεύομαι παύσασθαι καί τά ἐμαυτοῦ μόνα σκοπεῖν κακά, ἀλλ᾿ ὅταν τοῦτο στῆσαι θελήσω, τότε ὡς φλόξ ἀνάπτεται ἡ καρδία μου καί πάλιν ἐν τοῖς αὐτοῖς, ὁ ταπεινός, περιέχομαι καί ὀδυνᾶμαι τά ὑμετέρα τραύματα οὐχ ἧττον ἤ τοῖς ἰδίοις μώλωψιν ἀλγύνεται ἕκαστος, καί ὑπέρ ὑμῶν ἐγώ φλέγομαι, καί τόν βίον ἡγοῦμαι ἀβίωτον, καί θαυμάζειν μοι ἔπεισι πῶς εἰς τοιαύτην κατήλθομεν σκότωσιν καί κατά τῶν ἰδίων ψυχῶν πάντα πράττομεν καί ἑαυτούς κατασφάζοντες ὡς ζῶντες ἀπολακτίζομεν, καί δεσμοῦντες τοῖς ἁμαρτήμασιν ἑαυτούς χαίρομεν καί τούς αἴροντας τά τοιαῦτα δεσμά κατεσθίομεν. Ἐάν κωλυθῶμεν παρά τινος μηδέν κατά τῶν ψυχῶν ἡμῶν διαπράξασθαι, ὡς κύνες μαινόμενοι καθυλακτοῦμεν καί μεμφόμεθα αὐτόν, καί οὐ παυόμεθα μέχρις οὗ τήν πρᾶξιν ποιήσομεν καί τάς ψυχάς ἡμῶν ἀπολέσομεν. Εἶτα καί εἰς τά τοιαῦτα ἐθισθέντες παράνομα, φυσικῶς, εἰπεῖν, κακοί γινόμεθα καί οὐκέτι ἀνανεῦσαι βουλόμεθα. Μοναχοί ἐπηγγειλάμεθα εἶναι καί πλεῖον τῶν κοσμικῶν ἐκακώθημεν. Πεινᾶσαι καί διψῆσαι καί κακοπαθῆσαι συνεταξάμεθα, καί ὑπέρ ἑνός κλάσματος ἄρτου λογομαχεῖν καί βλασφημεῖν οὐκ αἰσχυνόμεθα, καί τότε ἴσως ἐπιζητουμένου παρ᾿ ἡμῶν παρά τόν ὡρισμένον καιρόν τῆς τροφῆς. Πᾶσι τοῖς ἐν τῷ κόσμῳ, γονεῦσι, λέγω, καί ἀδελφοῖς καί φίλοις, ἤλθομεν ἀποτάξασθαι, καί τρέφειν μᾶλλον αὐτούς ἐκ τῶν τῆς μονῆς ἄρτων οὐ διαλιμπάνομεν. Ὡς ἐχθρόν τόν κόσμον ἐφύγομεν, καί τούς τοῦ κόσμου καί τά τοῦ κόσμου πλέον ἤ αὐτόν τόν Χριστόν ἀγαπῶμεν.

Εἰπέ μοι, ἐρωτῶ σε, ἀδελφέ, πιστεύων εἶναι κρίσιν καί ἀνάστασιν καί ἀνταπόδοσιν τῶν βεβιωμένων, ἦλθες ἐν τῇ μονῇ ὁμολογῶν εἶναι Θεόν μέλλοντα ἀποδοῦναι ἑκάστῳ κατά τάς πράξεις αὐτοῦ, ἤ οὐδέ τινα τούτων διέθου ἐν τῇ καρδίᾳ σου; Τηρῆσαι τάς συνθήκας ἅς συνέθου καί συνετάξω τῷ Χριστῷ ἐπί πολλῶν μαρτύρων ἐλήλυθας, ἤ τοῦτο μέν ὡς δεσμόν ἀδελφότητος δολίως προσεποιήσω, μέλος γενέσθαι τῆς ἐκκλησίας περιδρασσόμενος, τό δέ ὅλον ἦν σοι ἐν μελέτῃ κατεσκευασμένον, ἵνα λαμβάνῃς ἀνελλιπῶς τά πρός χορτασίαν καί γαστριμαργίαν χορτάσματα καί ζῇς βίον ἀμέριμνόν τε καί ἄπονον; Εἰ μέν οὖν παρεγένου δοῦλος γενέσθαι Χριστοῦ καί ἡμέτερος ἀδελφός, φύλασσε, παρακαλῶ, καί τάς αὐτοῦ ἐντολάς, καί θερμῶς δουλεύειν αὐτῷ προθυμήθητι, ἵνα φανῇς χριστανός ἀληθής ἐκ τῶν ἔργων καί ἀδελφός ἡμῶν φιλόθεος χρηματίσῃς, ἡμῖν ἐν πᾶσιν ἐξομοιούμενος· συγκακόπαθησον ὡς καλός στρατιώτης, ἵνα καί στεφανωθῇς καί συνδοξασθῇς, αἰωνίῳ δόξῃ ἐπευφραινόμενος. Εἰ δέ τό πᾶν σχηματιζόμενος μέν κουρεύεσθαι καί μοναχός γίνεσθαι ἦλθες, τρώγειν δέ καί πίνειν μετ᾿ αὐτῶν ἐμελέτησας μόνον, ἕτοιμα τά πάντα εὑρίσκων δῆθεν ἐξ αὐτομάτου, ἄκουσον καί ἐγώ σοι λέξω ἅ σοι μέλλουσιν ὑπαντῆσαι. Πρῶτον μέν, ὅ καί μέγιστον, ἴσθι ὡς οὐ κατηλλάγης οὐδέ προσῳκειώθης Θεῷ, ἀλλά ἐχθρός λελόγισαι αὐτοῦ καί ἐπίβουλος· καί πῶς δέ οὐκ ἐπίβουλος, ἄλλα μελετῶν ἐν καρδίᾳ καί ἄλλα ἐπί πάντων ἐπαγγελλόμενος καί δοκῶν τόν ἀλάθητον λανθάνειν Θεόν; Ἐκεῖνος· “Μή μεριμνήσητε περί τῆς αὔριον, τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε” διαρρήδην πᾶσιν ἐντέλλεται, σύ δέ διά τοῦτο ἀποκείρῃ, ἵνα μόνον ἀδελφός ὑπάρχῃς καί κοινωνός κτημάτων καί χρημάτων, ὧν ἴσως ἐν τῷ κόσμῳ ὤν οὐκ ἐκυρίευσας. Ὁ ἀπόστολος παραινεῖ λέγων· “Ἔχοντες διατροφάς καί σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα”, σύ δέ μηδέ εἰς αὐτήν τήν ἀναγκαίαν χρείαν ἀρκούμενος, κλέπτεις καί νοσφίζῃ τά τῆς μονῆς. Καί ἐν πᾶσι μέν τοῖς πρός σωματικήν ἡδονήν καί θεραπείαν ὑπάρχουσιν ἀδελφόν σεαυτόν εἶναι τῶν ἁπάντων ἀκαινοτόμητον βούλῃ καί τήν ἰσότητα μετά τῶν κοπιώντων εἰς τό ἔργον Κυρίου προσαπαιτεῖς· ἐάν δέ πρός νηστείαν ἤ ἀγρυπνίαν ἤ τῆξιν σώματος, ἔτι δέ πρός πένθος ἤ εὐχήν ἀδιάλειπτον, παννύχους τε στάσεις καί ψαλμωδίας καί ὕμνους πνευματικούς ἴδῃς τινάς τῶν ἀδελφῶν προθύμως ἑαυτούς γυμνάζοντας καί τρέχοντας ὅλῃ τῇ ψυχῇ καί προθέσει, ἀλλότριον σεαυτόν εἶναι λέγεις καί ταῦτα ποιεῖν μή δύνασθαι· οὐ μόνον δέ ἀλλά καί ἀποκρυβόμενος καί μή εὑρισκόμενος εἰς τήν σύναξιν, οἴει σεαυτόν ὠφελεῖν. Ὤ τῆς ἄγαν σκοτώσεως καί ἀγνοίας καί τῆς ἀπάτης τῶν λογισμῶν σου! Καί τό χαλεπώτερον τούτου, ὅτι καί πειρασμῶν ἴχνος ἐάν ἐνώπιόν σου φανήσεται ἤ καί πρός δοκιμήν σου μικράν τινα λύπην λυπήσῃ σε ὁ ἡγούμενος, καί αὐτό ἀπαρνῇ τό ἔνδυμα, καθά πολλούς ἐγώ λέγοντας ἤκουσα· “Μή γάρ δοῦλος γενέσθαι τινός ἐλήλυθα ἤ διά τό ὑβρίζεσθαι παραγέγονα; “ Ὤ τῆς παραπληξίας!

Οὐκ ἦλθες κατά τῶν ἀοράτων ἐχθρῶν ἀγωνίσασθαι; Οὐκ ἐλήλυθας ἀναλαβέσθαι τόν κατά τῶν παθῶν πόλεμον; Δι᾿ ἥν αἰτίαν στρατευθῆναι καί τοῖς Χριστοῦ στρατιώταις καταταγῆναι ἠθέλησας; ἵνα σιτηρέσια ἐπίσης αὐτοῖς λαμβάνων καί ὀψώνια, ἀνάκεισαι ὡς οἱ ἐπί σκηνῆς τρυφῶντες καί μεθυσκόμενοι; Ἐάν ταῦτα λογίζῃ, οὐαί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅταν ὁ Χριστός ἔλθῃ ἑκάστῳ ἀποδοῦναι κατά τάς πράξεις αὐτοῦ, ὅταν ἐκζητήσῃ ἀπό τῶν μοναχῶν, τῶν συνταξαμένων αὐτῷ ἐπί πολλῶν μαρτύρων, τάς συνθήκας ἅς συνέθεντο ποιῆσαι καί διαφυλάξαι ἐνώπιον τοῦ ἁγίου θυσιαστηρίου καί τῶν ἁγίων ἀγγέλων αὐτοῦ. Τί γάρ καί ἐρωτώμενοι ἀποκρινόμεθα; Οὐχί· τί προσήλθομεν τῷ ἁγίῳ θυσιαστηρίῳ καί τῇ ἁγίᾳ συνοδίᾳ ταύτῃ, ποθοῦντες τόν μοναχικόν βίον καί τήν ἀγγελικήν ἀσπάσασθαι πολιτείαν; Τί οὖν πρός ταῦτα ἀνθυποφέρομεν; οὐχί τό “Ναί, τίμιε πάτερ”; Ὁ δέ ἱερεύς τί πρός ἡμᾶς φησι πάλιν; “Γινώσκετε, ἀδελφοί, ὅτι ἐφ᾿ ὅσον ἐληλύθατε καταριθμηθῆναι τοῖς δούλοις τοῦ βασιλέως Χριστοῦ, ἑτοιμάσατε ἑαυτούς εἰς πειρασμούς. Ἔσεσθε γάρ εἰδότες ὅτι ἀπό τοῦ νῦν μᾶλλον πᾶσαν μηχανήν ὁ ἐχθρός κινήσει καθ᾿ ὑμῶν. Δεῖ οὖν ὑμᾶς πεινᾶσαι καί διψῆσαι καί ῥιγᾶσαι, ἀτιμασθῆναί τε καί ἐμπτυσθῆναι, ῥαπισθῆναι τε καί χλευασθῆναι καί πάντα τά κατά Θεόν λυπηρά ὑπομεῖναι”. Ἄρα τί πρός ταῦτα ἡμεῖς ἀποκρινόμεθα; Οὐχί πάντα παθεῖν και ὑπομεῖναι ἐπαγγελόμεθα, καί τό “Ναί, τίμιε πάτερ” κατά πᾶσαν ἐρώτησιν τῶν τῆς ὑπομονῆς παθημάτων φθεγγόμεθα; Οὐχί ἐγκράτειαν καί ἀγρυπνίαν καί προσευχήν καί ὑπακοήν μέχρι θανάτου τῷ προεστῶτι καί πάσῃ τῇ ἀδελφότητι φυλάξαι ὁμολογοῦμεν ἐνώπιον Θεοῦ καί ἀγγέλων; Καί νῦν, ὡς οὐδενός ὄντος τοῦ μέλλοντος ἀπαιτῆσαι ἡμᾶς τάς συνθήκας ταύτας ἅς συνεθέμεθα, οὕτω διακείμεθα, ἐν ἀφοβίᾳ Θεοῦ διάγοντες καί καταφρονήσει τῶν αὐτοῦ ἐντολῶν, κατεπαιρόμενοι οὐ μόνον ἁπάσης τῆς λοιπῆς ἀδελφότητος, ἀλλά καί τῶν προεστώτων ἡμῶν, γογγύζοντες, ἀντιλέγοντες, καταρώμενι, ῥαθυμοῦντες και πάντα ποιοῦντες, ὅσα μισεῖ Θεός καί ὅσα εἰς γέενναν πυρός ἀπολλύουσιν ἡμῶν τάς ψυχάς.

Ποῦ τοιοῦτον ἀπό τοῦ αἰῶνος ἠκούσθη μηχανῆς ἔργον; Ποῖος δαίμων τρόπον ἀπωλείας κατά τῶν ἡμετέρων ψυχῶν ἐπινοήσει μείζονα τούτου; Μᾶλλον δέ τί πλεῖον καθ᾿ ἡμῶν οἱ δαίμονες μεριμνήσουσιν ἤ φροντίσουσι; Τῷ γάρ θελήματι τῆς σαρκός ὁρῶντες οἱ δαίμονες κατεχομένους ἡμᾶς, τόν θάνατον βλέπουσι περιφέροντας· καί τίνος ἄλλου χάριν καθ᾿ ἡμῶν αὐτοί ἐκστρατεύουσιν; Ἅπας γάρ ὁ πόλεμος τῶν δαιμόνων διά τοῦτο καθ᾿ ἡμῶν φέρεται, ὅπως ἐκ τῆς τοῦ Θεοῦ δόξης καί τῆς τοῦ Ἁγίου Πνεύματος ἀλλοτριώσωσι χάριτος τούς πειθομένους αὐτοῖς. Ἀλλ᾿ ἡμεῖς καί πρό τῆς ἐκείνων πάλης ἑαυτούς ἡμᾶς, ὡς ὁρῶ, τῆς τοιαύτης ἀπεστερήσαμεν δωρεᾶς, καταλιπόντες τάς τοῦ Θεοῦ ἐντολάς καί μηδέ ζητῆσαι αὐτόν ἐξ ὅλης ψυχῆς ποτε προθυμούμενοι. Εἰ γάρ ἐζητοῦμεν αὐτόν, οὐκ ἄν οὕτω ῥᾳθύμως καί ἀμελῶς ἐβιοῦμεν. Ἐάν τά οὐράνια ἐφροντίζομεν, οὐκ ἄν περί τά γήινα τοσαύτην σπουδήν ἐποιοῦμεν. Ἐάν περί τῶν ἀφθάρτων διενοούμεθα, οὐκ ἄν ἐκεχήναμεν εἰς τά ῥέοντα καί φθαρτά. Ἐάν τῶν αἰωνίων ἐφιέμεθα, οὐκ ἄν τῶν προσκαίρων οὕτως ἀντεποιούμεθα. Ἐάν τόν Θεόν ἠγαπῶμεν, οὐκ ἄν τούς πρός αὐτόν ἡμᾶς ὁδηγοῦντας οὕτως ἀπεστρεφόμεθα. Ἐάν τάς ἀρετάς περιεποιούμεθα, οὐκ ἄν τούς διδασκάλους τῶν ἀρετῶν ἐβδελυσσόμεθα. Ἐάν τήν νηστείαν ἄσμενοι ἠσπαζόμεθα, οὐκ ἄν ποτε διά βρωμάτων ἤ πομάτων ἔνδειαν ἐγογγύζομεν. Ἐάν ἐγκρατεῖς τῶν παθῶν εἶναι ἠγωνιζόμεθα, οὐκ ἄν ἀκρατῶς ταῖς ἡδοναῖς ἐνεδίδομεν. Ἐάν πίστιν εἴχομεν ὀρθήν καί βεβαίαν, οὐκ ἄν τά τῶν ἀπίστων ἔργα διεπραττόμεθα. Ἐάν φόβον Θεοῦ εἰς τάς καρδίας ἡμῶν εἴχομεν, οὐκ ἄν τοῖς γνησίοις δούλοις αὐτοῦ εἰς πᾶσαν ἀρετήν θεάρεστον ἀντεπίπτομεν. Ἐάν ταπείνωσιν ἐκτησάμεθα, οὐκ ἄν τῶν τοῦ Θεοῦ δούλων κατεπαιρόμεθα. Ἐάν ἀγάπην ἀληθινήν κτήσασθαι ἠξιώθημεν, καί τόν Θεόν ἄν ἐγνωρίζομεν και οὐ μόνον παιδεύεσθαι, ἀλλά καί ἀτιμάζεσθαι καί τύπτεσθαι καί ἀδικεῖσθαι καί ἐπηρεάζεσθαι καί πάντα πειρασμόν, πᾶσαν θλῖψιν προθύμως ὑπομένειν διά τόν Χριστόν ἠθελήσαμεν.

Νυνί δέ τοσοῦτον τοῖς πάθεσι κατεσχημένοι τελοῦμεν καί ἐν τοσαύτῃ σκοτώσει καί ἀγνοίᾳ τυγχάνομεν, ὅτι οὐδέ ἐν οἷς ἐσμεν αἰσθανόμεθα, οὐδέ ὅτι κακῶς πράττομεν ἐπιστάμεθα. Διά τοι τοῦτο καί ἐάν παρά τινος ὑπομνησθῶμεν περί τινος ἁμαρτίας, ὡς μή ἀκηκοότες ποτέ τάς τῶν χριστιανῶν Γραφάς οὕτως ἀποκρινόμεθα· “Καί ἆρά γε ἁμαρτία ἡ πρᾶξις αὕτη ἐστί; Καί τίνος χάριν ἤ καί διά τί ἁμαρτία λογίζεται; Ματαίως τοῦτο παρά τινων ἁμαρτία ὀνομάζεται. Εἴθε τάς μείζονας ἐφυλαξάμεθα πράξεις· περί γάρ τούτων τῶν μικρῶν τήν πολλήν ὁ Θεός ἀκρίβειαν οὐ μή ἐνδείξηται”. Καί ταῦτα τίνες; Οἱ μοναχοί, οἱ δευτέραν ὁμολογίαν καί συνθήκην μετά τοῦ Θεοῦ ποιησάμενοι, οἱ τήν στολήν ὡς ἀρετήν καί τό ὄνομα ἀντί ἁγιότητος περιφέροντες, οἱ κόσμον καί τά ἐν κόσμῳ ἀποβαλέσθαι Χριστῷ συνταξάμενοι, οἱ γονεῦσι καί φίλοις ὁμολογήσαντες ἀποτάξασθαι, οἱ ὡς Θεῷ τῷ πνευματικῷ αὐτῶν πατρί συνταξάμενοι ὑποτάσσεσθαι, οἱ μέχρι καί βλέμματος καί ἀργοῦ ρήματος τήν ἀκρίβειαν καί ἄσκησιν ἐπαγγειλάμενοι, τό φθονεῖν ἤ λοιδορεῖν ἤ γογγύζειν ἤ ἀντιλέγειν ἤ ψεύδεσθαι καί ἰδιορρυθμεῖν καί ὀμνύειν ἤ τι τῆς μονῆς κρυφίως νοσφίζεσθαι ἤ καί διδόναι ἑτέρῳ ἄνευ βουλῆς τοῦ προεστῶτος ἁμαρτίαν οὐ κρίνουσι. Πρός τούτοις, οὐδέ τό κακῶς διοικεῖν τά ἐμπιστευθέντα αὐτοῖς πράγματα, οἷον ἤ προσπαθῶς τι ποιεῖν ἐν αὐτοῖς ἤ ἐμπαθῶς ἤ δολερῶς ἤ φθονερῶς ἤ ἀσυνειδήτως καί κατά πραγματείαν, ἡγοῦνται εἶναι τό σύνολον ἁμαρτίαν.

Οὐ φρίττεις, ἄνθρωπε, τοῦ Θεοῦ ἀκούων καθ᾿ ἑκάστην σοι λέγοντος διά πάσης τῆς θείας Γραφῆς· “Λόγος σαπρός μή ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ἀμήν γάρ λέγω ὑμῖν, καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσετε καί ὑπέρ ψυχροῦ ὕδατος μισθόν λήψεσθε”; Οὐκ ἀκούεις ὅτι καί ἐννοιῶν καί λογισμῶν καρδίας κριτής ἐστιν ὁ Θεός; Τί γάρ φησιν; “Ὁ ἐμβλέψας γυναικί πρός τό ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν ἐν τῇ καρδίᾳ αὐτοῦ”. Εἶδες πῶς μοιχός κρίνεται ὁ πρός ἐπιθυμίαν ἐμβλέπων εἰς πρόσωπόν τινος; Οὕτως ἴσθι βεβαίως, ὦ ἄνθρωπε, ὅτι καί ὁ ἐπιθυμίᾳ χρημάτων κρατούμενος φιλάργυρος κρίνεται, εἰ καί μηδέν ἕτερον τό σύνολον κέκτηται, καί ὁ βρωμάτων πολυτελῶν καί πολλῶν ὀρεγόμενος γαστρίμαργός ἐστιν, εἰ καί δι᾿ ἔνδειαν ἄρτῳ μόνῳ καί ὕδατι τρέφεται, καί πόρνος ὁ τοῖς λογισμοῖς ἐπί πολύ συνδυάζων καί μολυνόμενος, εἰ καί πρόσωπον ἀνθρώπου ποτέ μή θεάσηται. Οὕτω καί ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· “Κακῶς ἐπράχθη τοῦτο καί παραλόγως ἐκεῖνο γέγονε”καί· “Διά τί τό καί τό γέγονεν; ἵνα τί δέ καί ἐκεῖνο οὐ γέγονε;”- μή πλανηθῇ, καταλαλητής ἔσται καί ὡς κατακρίνων κριθήσεται, κἄν μή ἐκβάλῃ ῥῆμα ἐκ τοῦ στόματος αὐτοῦ, μηδέ ἀκούσῃ τις τήν φωνήν αὐτοῦ.

Μή πλανᾶσθε, ἀδελφοί μου, φιλάνθρωπός ἐστιν ὁ Θεός καί ἐλεήμων καί εὔσπλαχνος, κἀγώ μαρτυρῶν ὁμολογῶ καί τῇ αὐτοῦ εὐσπλαχνίᾳ θαρρῶ σώζεσθαι. Πλήν γινώσκετε ὅτι τούς μή μετανοοῦντας καί μετά πάσης ἀκριβείας καί φόβου πολλοῦ τηροῦντας τάς αὐτοῦ ἐντολάς, οὐδέν ὠφελήσει, ἀλλά καί χεῖρον μᾶλλον τῶν ἀπίστων ἐθνῶν καί ἀβαπτίστων αὐτούς τιμωρήσεται. Μή πλανᾶσθε, ὦ ἀδελφοί, μηδέ μικρά ὑμῖν τινα τῶν ἁμαρτημάτων φαινέσθωσαν καί ὡς μή τοσαύτην βλάβην ἐμποιοῦντα ταῖς ἡμετέραις ψυχαῖς καταφρονείσθωσαν παρ᾿ ἡμῶν. Μικροῦ γάρ καί μεγάλου ἁμαρτήματος διαφοράν οὐκ ἐπίστανται οἱ εὐγνώμονες δοῦλοι, ἀλλά κἄν μέχρι βλέμματος ἤ ἐννοίας ἤ λόγου πταίσωσιν, ὡς ἐκπεπτωκότες τῆς τοῦ Θεοῦ ἀγάπης διάκεινται, ὅπερ καί ἀληθές εἶναι πείθομαι. Ὁ γάρ ἔξω τοῦ θείου θελήματος μικρόν τι ἐνθυμηθείς καί μή εὐθύς, τήν τοῦ λογισμοῦ προσβολήν ἐκδιώξας, μετάμελος γένηται, ἀλλά καταδεξάμενος κρατήσει τήν ἔννοιαν, εἰς ἁμαρτίαν αὐτοῦ λογίζεται κἄν ἐν ἀγνοίᾳ τοῦ κακόν εἶναι τοῦτο λογίζεται. Ἐλθόντος γάρ τοῦ νόμου, ἤγουν τῆς τῶν ἁγίων Γραφῶν διδασκαλίας, τό μέν ἐν ἀγνοίᾳ κατεχόμενον κακόν ἀνέζησε καί ἡ ἁμαρτία ἐν ἐμοί εὑρέθη οὖσα, ἐγώ δέ νεκρός καί τοῦ καλοῦ ξένος γέγονα.

Χρή τοίνυν πάντας τούς ἐπερχομένους ἡμῖν λογισμούς διακρίνειν καλῶς καί ἀντιπαρατιθέναι αὐτοῖς τάς μαρτυρίας ἐκ τῶν θεοπνεύστων Γραφῶν καί ἀπό τῆς διδασκαλίας τῶν πνευματικῶν καί ἁγίων πατέρων καί, εἰ μέν συνᾴδοντας ταύταις καί ἰσοδυναμοῦντας εὑρίσκομεν αὐτούς, πάσῃ δυνάμει τούτους κρατεῖν καί εἰς ἔργον θαρροῦντας ἐξάγειν· μή συμφωνοῦντας δέ τῷ λόγῳ τῆς ἀληθείας, μετ᾿ ὀργῆς πολλῆς αὐτούς ἐξ ἑαυτῶν ἀποπέμπεσθαι, καθά γέγραπται· “Ὀργίζεσθε καί μή ἁμαρτάνετε”. Ὡς γάρ μίασμα καί θανάτου κέντρον, οὕτως ἐκφεύγειν δεῖ τήν ἐγγινομένην ἐκ τῶν ἐμπαθῶν λογισμῶν εἰσβολήν. Πολλῆς οὖν ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τῶν θείων Γραφῶν ἐρεύνης. Τήν γάρ ἐξ αὐτῶν ὠφέλειαν ἐμφαίνων ἡμῖν ὁ Σωτήρ ἔλεγεν· “Ἐρευνᾶτε τάς Γραφάς”. Ἐρευνᾶτε καί μετά πολλῆς ἀκριβείας καί πίστεως κατέχετε τά λεγόμενα, ὅπως ἀκριβῶς ἐκ τῶν θείων Γραφῶν ἐπιστάμενοι τό τοῦ Θεοῦ θέλημα, δύνησθε τό καλόν διακρίνειν ἀπταίστως ἀπό τοῦ χείρονος καί μή παντί πνεύματι ὑπακούειν, μηδέ τοῖς βλαβεροῖς συμπεριφέρεσθαι λογισμοῖς. Πληροφορήθητε, ἀδελφοί μου, ὅτι οὐδέν οὕτως εὔκολον εἰς τό σωθῆναι ἡμᾶς ὡς τό ἐπακολουθεῖν τοῖς τοῦ Σωτῆρος θείοις προστάγμασι. Πλήν ὅμως πολλῶν ἡμῖν δεῖ τῶν δακρύων, πολλοῦ τοῦ φόβου, πολλῆς τῆς ὑπομονῆς καί ἐπιμόνου εὐχῆς, ἵνα κἄν ἑνός δεσποτικοῦ ῥήματος δύναμις ἀποκαλυφθῇ ἡμῖν, ὅπως γνῶμεν τό ἐν μικροῖς λόγοις κεκρυμμένον μέγα μυστήριον καί μέχρι θανάτου καί ὑπέρ μιᾶς κεραίας τῶν ἐντολῶν τοῦ Θεοῦ τάς ψυχάς ἡμῶν θήσωμεν. Ὁ γάρ τοῦ Θεοῦ λόγος ὡς μάχαιρα δίστομός ἐστιν, ἀποτέμνουσα καί ἀποχωρίζουσα τήν ψυχήν ἀπό πάσης σωματικῆς ἐπιθυμίας τε καί αἰσθήσεως· οὐ μόνον δέ ἀλλά καί ὡς πῦρ φλέγον γίνεται, διεγείρων ἡμῶν τό πρόθυμον τῆς ψυχῆς καί ποιῶν ἡμᾶς τοῦ καταφρονεῖν πάντων τῶν λυπηρῶν τοῦ βίου καί ἡγεῖσθαι χαράν πάντα πειρασμόν ἐπερχόμενον, καί τόν φοβερόν τοῖς ἄλλοις ἀνθρώποις θάνατον, ὡς ζωήν καί ζωῆς πρόξενον, ἐπιθυμεῖν καί ἀσπάζεσθαι.

Διό, παρακαλῶ, ἀνανήψωμέν ποτε, ἀδελφοί μου, καί ἀλλήλους διεγείροντες, τῇ παρακλήσει τοῦ λόγου, πρός ζῆλον καί μίμησιν τοῦ καλοῦ, δράμωμεν σπουδαίως, σπεύσωμεν προθύμως καί ζεούσῃ τῇ προθυμίᾳ χωρισθῶμεν τῆ ἀπροσπαθείᾳ τοῦ κόσμου, ἑνωθῶμεν τῇ ταπεινώσει τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις· ἀποδυσώμεθα τόν παλαιόν ἄνθρωπον τῇ ἐκκοπῇ τοῦ γεώδους θελήματος καί τῇ νεκρώσει τοῦ χοϊκοῦ φρονήματος, ἐνδυσώμεθα τόν νέον Ἀδάμ, Ἰησοῦν Χριστόν, διά τῆς καθαρᾶς καί ἀῢλου προσευχῆς, τοῖς διηνεκέσι δάκρυσιν ἀποσμήξαντες ἑαυτούς. Ὥραν καθ᾿ ὥραν καί ἡμέραν καθ᾿ ἡμέραν ἀνακαινίζεσθαι ποιήσωμεν ἑαυτούς διά μετανοίας, ἵνα καί πολεμεῖν διδαχθῶμεν καί παλαίειν τοῖς ἀεί πολεμοῦσιν ἡμῖν ἐχθροῖς δαίμοσιν. Ὁ γάρ τά εἰρημένα ὅπλα μηδέπω κτησάμενος, ἐν καιρῷ πολέμου στῆναι οὐ δύναται, μᾶλλον δέ ἐν πάσῃ ὥρᾳ τιτρώσκεται. Γυμνός γάρ ὑπάρχων τῶν ὅπλων ἐκείνων, ἐν εἰρήνῃ καί ἐλευθερίᾳ διάγειν οὐ δύναται, ἐπειδή οὐχ ὁμοίως τῶν ἔξω πολέμων καί ὅπλων καί ὁ ἐν ἡμῖν αὐτοῖς πόλεμος, ἀλλά πολύ ἐκείνου φρικωδέστερος οὗτος. Ἄνθρωποι γάρ πρός ἀνθρώπους μαχόμενοι, ποτέ μέν πολεμοῦσι μετά τῶν ὅπλων, ποτέ δέ ὑπαναχωροῦσι καί παύονται, καί ἄρματα ῥίπτουσι καί ὕπνου μεταλαμβάνουσι καί τροφῆς μετά ἀδείας ἁπάσης, καί ὀχυρώμασι πολλάκις ἑαυτούς περικλείουσι καί ἄλλοι ἀντ᾿ἄλλων τήν φυλακήν ἐμπιστεύονται, ὅθεν καί φυγῇ τις χρησάμενος σέσωσται, καί κρατηθείς ἴσως οὐ τεθανάτωται, ἀλλά τήν ἐλευθερίαν περιδόξῳ δουλείᾳ ἀνταλλαξάμενος, περιφανέστερος ὤφθη καί μᾶλλον ἐπλούτησεν. Ἐνταῦθα δέ οὐχ οὕτως, ἀλλά διηνεκής τυγχάνει ὁ πόλεμος καί διηνεκῶς ἀνάγκη περιβεβλῆσθαι τοῖς τοῦ Χριστοῦ στρατώταις τά ἑαυτῶν ὅπλα. Οὐκ ἔνι γάρ ἐν νυκτί ἤ ἐν ἡμέρᾳ ἤ ἐν μιᾷ καιροῦ ῥοπῇ τοῦτον τόν πόλεμον παύσασθαι, ἀλλά καί ἐσθιόντων ἡμῶν και πινόντων καί κοιμωμένων καί ὁτιοῦν ἐργαζομένων, ἐν τῇ ἀκμῇ τῆς μάχης τυγχάνομεν. Ἀσάρκους γάρ ἔχομεν ἐχθρούς, οἵτινες καί κατά πρόσωπον ἡμῶν διηνεκῶς ἵστανται, εἰ καί μή βλέπονται παρ᾿ ἡμῶν, καί σκοποῦσιν ἀκριβῶς εἴ που εὑρεῖν δυνηθῶσι μέλος ἡμῶν ἄσκεπον τοῦ ἐμπῆξαι τά αὐτῶν βέλη καί θανατῶσαι ἡμᾶς. Καί οὐδείς ἐστιν ὁ ἀπό τειχῶν αἰσθητῶν καί ὀχυρωμάτων ἑαυτόν περιφυλάξαι δυνάμενος καί κἄν μίαν ὥραν ἀποκρυβῆναι καί μικρόν ἀναπνεῦσαι καθ᾿ ἑαυτόν ἤ φυγῇ χρήσασθαι καί σωθῆναι, οὐδέ ἄλλον ἀντ᾿ ἄλλου τοῦτον τόν πόλεμον ἀναδέξασθαι, ἀλλά πᾶσιν ἀνθρώποις ἀνάγκη πᾶσα ἐπίκειται τοῦ πολεμῆσαι τοῦτον τόν πόλεμον, καί ἤ νικήσαντά τινα ζῆσαι ἤ πληγέντα ἀποθανεῖν ἀναμφιβόλως.

Πληγή δέ πρός θάνατόν ἐστι πᾶσα ἀμετανόητος καί ἀνεξαγόρευτος ἁμαρτία καί τό εἰς ἀπόγνωσιν τινά ἐμπεσεῖν, ὅπερ τῆς ἡμετέρας ἐστί προαιρέσεως καί θελήσεως. Εἰ γάρ ἡμεῖς ἑαυτούς οὐ προδώσομεν τῷ τῆς ἀμελείας βόθρῳ καί ἀπογνώσεως, οὐδέν οὐδαμῶς οἱ δαίμονες ἰσχύσουσι καθ᾿ ἡμῶν. Ἀλλά καί μετά τό πληγῆναι ἡμᾶς, ἐάν θέλωμεν, ἀνδρειότεροι καί ἐμπειρότεροι διά θερμῆς μετανοίας γινόμεθα. Μετά γάρ τό πληγῆναι καί θανεῖν πάλιν ἀναστῆναι καί πολεμεῖν, τῶν γενναιοτάτων καί ἄγαν ἀδρείως ἐστίν, ὅπερ καί πολλοῦ ἄξιόν ἐστι καί θαύματος πλῆρες. Τό μέν γάρ ἀπλήγους ἡμᾶς διατηρηθῆναι οὐκ ἔστι τῶν ἐφ᾿ ἡμῖν, τό δέ ἀθανάτους εἶναι ἤ θνητούς τῶν ἐφ᾿ ἡμῖν ἐστι. Μή ἀπογινωσκόντων γάρ ἡμῶν, οὐ τεθνηξόμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν, ἀλλά ἐσόμεθα ἀεί δυνατοί, τῷ παντοδυνάμῳ καί φιλανθρώπῳ Θεῷ ἡμῶν ἐν μετανοίᾳ προσφεύγοντες.

Διό δή τοῦτο παρακαλῶ ἐμαυτόν τε καί πάντας ὑμᾶς πᾶσαν σπουδήν, πᾶσαν ἀνδρείαν ὑπομονῆς καί καρτερίας διά τῶν ἀγαθῶν ἐπιδείξασθαι πράξεων, ἵνα διά πασῶν τῶν τοῦ Χριστοῦ ἐντολῶν καί προσταγμάτων ὁδεύοντες, ἐν προθυμίᾳ ψυχῆς εἰς τάς αἰωνίους μονάς καταντήσωμεν ἐν ἀγωγίμοις τοῦ Πνεύματος, καί τῇ μιᾷ καί ἀδιαιρέτῳ Τριάδι παραστῆναι καί προσκυνῆσαι καταξιωθῶμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα