Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 14. Λόγος ιδ΄ Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.

14. Λόγος ιδ΄ Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.


n/a

Ἀδελφοί καί πατέρες, ὁ πάντων καταφρονήσας τῶν ὁρωμένων καί αὐτῆς αὐτοῦ τῆς ψυχῆς, ἵνα γνησίαν μετάνοιαν δυνηθῇ ἐπιδείξασθαι κατά τήν ἐντολήν τοῦ Κυρίου καί τοῦ ἔργου τούτου ἐνάρξηται, οὐκ ἀφ᾿ ἑαυτοῦ τοῦτο μαθεῖν οἴεται, ἀλλά τεχνίτῃ καί ἐμπείρῳ ἀνδρί προσελθών, μετά φόβου καί τρόμου πολλοῦ καί μετά προσοχῆς συντόνου τούτῳ ὑποταγείς, μανθάνει ἐξ αὐτοῦ καί διδάσκεται τήν πνευματικήν ἐργασίαν τῶν ἐναρέτων πράξεων, καί τίνα μετανοῶν χρή ποιεῖν· φόβου δέ λέγω καί τρόμου τοῦ μή ἀποτυχεῖν αὐτόν τοῦ τοιούτου καλοῦ, καί ὡς ἀδόκιμόν τινα ἐργάτην τῶν ἐντολῶν καταδικασθῆναι τῷ αἰωνίῳ πυρί. Ὡς γάρ ἐκ στόματος Θεοῦ τούς ἐκείνου λόγους ἐξερχομένους λογιζόμενος καί ὡς αἰτίου ὄντας ζωῆς καί θανάτου ἐν τῷ φυλάσσεσθαι ἤ παρορᾶσθαι αὐτούς, ἀκριβῶς φυλάσσει αὐτούς· καί οὕτως - ἵνα μή πολλά λέγων μηκύνω τόν λόγον - ἐναρξάμενος πίστει τε ἀδιστάκτῳ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἐκκρεμάμενος, προκόπτει κατά Θεόν ὁσημέραι, καί ὁδῷ προβαίνων αὐξάνει τήν πνευματικήν ἡλικίαν, καί γίνεται ἀνήρ τέλειος ἐν Χριστῷ τῷ Θεῷ.

Ποίων οὖν ἐπαγγελιῶν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Ἄκουε συνετῶς οἷα ἡμῖν ἐπαγγέλλεται· “Ἀμήν λέγω ὑμῖν ὅτι χαρά γίνεται ἐν τῷ οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι”, καί πάλιν· “Τόν ἐρχόμενον πρός με – διά τῆς τοιαύτης δηλονότι ὁδοῦ - οὐ μή ἐκβάλω ἔξω”, καί αὖθις· “Ὁ διψῶν ἐρχέσθω πρός με καί πινέτω”, καί· “Ὁ πιστεύων εἰς ἐμέ οὐ μή ὄψεται θάνατον εἰς τόν αἰῶνα”, καί ἀλλαχοῦ· “Ἐγγίσατέ μοι καί ἐγγιῶ ὑμῖν”, καί· “Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς”, καί ἑτέρωθι· “Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καί ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου, καί ἐγώ καί ὁ Πατήρ διά τοῦ Πνεύματος ἐλευσόμεθα καί μονήν παρ᾿ αὐτῷ ποιήσομεν”, καί· “Εἰ ὑμεῖς, φησί, πονηροί ἄνθρωποι ὄντες, οἴδατε δόματα ἀγαθά διδόναι τοῖς τέκνοις ὑμῶν, οὐ πολλῷ μᾶλλον ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;”. Ἐν ταύταις οὖν ταῖς ὑποσχέσεσι καί ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ πίστει ἀδιστάκτῳ ἐλπίζων, ὡς ἔφαμεν, πολλῇ προθυμίᾳ καί ἀκατασχέτῳ ὁρμῇ πάσας τάς αὐτοῦ ἐντολάς ἀόκνως ἐπιτέλει. Πρώτη δέ ἐντολή αὕτη ἐστί· “Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν”, καί αὖθις· “Αἰτεῖτε καί δοθήσεται ὑμῖν, ζητεῖτε καί εὑρήσετε, κρούετε καί ἀνοιγήσεται ὑμῖν· πᾶς γάρ ὁ αἰτῶν λαμβάνει καί ὁ ζητῶν εὑρίσκει καί τῷ κρούοντι ἀνοιγήσεται”. Διδάξει δέ ἡμᾶς ἐπί τούτοις βουλόμενος ὁ Θεός, ὅπως δεῖ αἰτεῖσθαι καί διά ποίων ῥημάτων καί ἔργων, ἔφη· “Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος. Ὁ γάρ ὑψῶν ἑαυτόν ταπεινωθήσεται, ὁ δέ ταπεινῶν ἑαυτόν ὑψωθήσεται”.

Ταῦτα πάντα καί τά τούτοις ὅμοια ὁ ἀδιαλείπτως ἐν διανοίᾳ κρατῶν καί ἐν αὐτοῖς νυκτός καί ἡμέρας ἐνασχολούμενος, νοερῶς τε καί αἰσθητῶς ταῦτα λογιζόμενος καί σπουδῇ ἐργαζόμενος, χωρίζεται τῆς μνήμης κατ᾿ ὀλίγον τοῦ κόσμου, τῶν πραγμάτων τοῦ βίου, τῶν χρημάτων, τῶν συγγενῶν καί ἰδίων, καί τοῖς πνευματικοῖς ἀναλόγως συγγίνεται. Οὕτω δέ καθ᾿ ἡμέραν προκόπτων, ἐπαισθάνεται πῶς κατά μικρόν ὑποχωροῦσιν οἱ λογισμοί τῶν προλήψεων, εἶτα πῶς καί αἱ προλήψεις αὗται μειοῦνται, καί μαλασσομένη ἡ καρδία πρός ταπείνωσιν ἔρχεται· πῶς τε πάλιν αὕτη λογισμούς ταπεινοφροσύνην ἐμποιοῦντας ἀπογεννᾷ. Οὕτω δέ τούτων ἐπαισθανόμενος, μόλις διά πάντων πρός κατάνυξιν καί δάκρυα ἔρχεται. Ἔρχεται δ᾿ οὖν ὅμως διά πολλῶν θλίψεων, καί πλέον ταπεινουμένη περισσότερον κατανύσσεται. Ἡ μέν γάρ ταπείνωσις τό πένθος ἀπογεννᾷ, τό δέ πένθος ἐκτρέφει τήν γεννήσασαν καί αὐξάνειν ποιεῖ. Αὕτη δέ ἡ ἐργασία δά τῆς ἐκπληρώσεως ἐπιτελουμένη τῶν ἐντολῶν ἐκπλύνει μέν - ὤ τοῦ θαύματος! – πάντα ῥύπον ἀπό τῆς ψυχῆς, ἀπελαύνει δέ πᾶν πάθος καί πᾶσαν ἐπιθυμίαν κακήν – σωματικήν τε λέγω καί βιωτικήν. Καί οὕτω γίνεται ἐλεύθερος τῇ ψυχῇ ἀπό πάσης γηΐνης ἐπιθυμίας ὁ ἄνθρωπος· οὐ μόνον δεσμῶν σωματικῶν, ἀλλά γάρ ὡς ὅταν ἱμάτιόν τις ἀποδύσηται καί γυμνός ὅλος γένηται. Καί εἰκότως· ἀποδύεται γάρ ἡ ψυχή πρῶτον μέν τήν ἀναισθησίαν, ἥν ὁ θεῖος ἀπόστολος κάλυμμα λέγει, ἥτις ἐν ταῖς τῶν ἀπίστων Ἰουδαίων κεῖται καρδίαις, οὐ μήν ἀλλά γάρ καί νῦν πᾶς ὁ τάς ἐντολάς τῆς νέας χάριτος μή πάσῃ δυνάμει καί ζεούσῃ καρδίᾳ ποιῶν, τό τοιοῦτον κάλυμμα ἔχει ἐπικείμενον τῷ νοερῷ τῆς ψυχῆς αὐτοῦ καί εἰς τό ὕψος τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀνενεχθῆναι οὐ δύναται. Εἶτα ὥσπερ ὁ ἀποδυσάμενος σωματικῶς τά ἐν τῷ σώματι αὐτοῦ τραύματα καθορᾷ, οὕτω δή καί οὗτος τά ἐν τῇ ψυχῇ αὐτοῦ προσόντα πάθη τηνικαῦτα βλέπει τρανῶς, οἷον φιλοδοξίαν, φιλαργυρίαν, μνησικακίαν, μισαδελφίαν, φθόνον, ζῆλον, ἔριν, οἴησιν καί τά λοιπά καθεξῆς. Τάς γοῦν ἐντολάς ὡς φάρμακα, τούς δέ πειρασμούς ὡς καυτῆρας ἐν τούτοις ἐπιτιθείς, καί ταπεινούμενος καί πενθῶν καί τήν τοῦ Θεοῦ βοήθειν θερμῶς ἐκζητῶν, ὁρᾷ ἐναργῶς τήν χάριν τοῦ Ἁγίου Πνεύματος παραγενομένην καί ἕν καθ᾿ ἕν τούτων ἐξανασπῶσαν καί ἐξαφανίζουσαν, ἕως οὗ τέλεον πάντων τούτων ἐλευθέραν τήν αὐτοῦ ψυχήν ἀπεργάσηται. Οὐδέ γάρ ἐκ μέρους αὐτήν ἡ τοῦ Παρακλήτου ἐπιδημία τῆς ἐλευθερίας ἀξιοῖ, ἀλλά τελείως καί καθαρῶς, μετά γάρ τῶν εἰρημένων παθῶν καί πᾶσαν ἀκηδίαν, πᾶσαν ἀμέλειαν, πᾶσαν ῥᾳθυμίαν καί ἄγνοιαν λήθην τε καί γαστριμαργίαν καί πᾶσαν φιληδονίαν ἀποδιώκει, καί οὕτως ἀνανεοῖ καί ἀνακαινίζει τόν ἄνθρωπον ψυχικῶς τε ὁμοῦ καί σωματικῶς, ὡς δοκεῖν τόν τοιοῦτον οὐ σῶμα φθαρτόν καί βαρύ περικεῖσθαι, ἀλλά πνευματικόν τε καί ἄϋλον καί ἤδη πρός ἁρπαγήν ἐπιτήδειον. Οὐ τοῦτο δέ μόνον ἐργάζεται ἐν αὐτῷ ἡ τοῦ Πνεύματος χάρις, ἀλλ᾿ οὐδέ ὁρᾶν τι τῶν αἰσθητῶν συγχωρεῖ τῷ τοιούτῳ, ποιεῖ δέ μᾶλλον αὐτόν ἐν τῷ ὁρᾶν ὡς μή ὁρῶντα τῇ αἰσθήσει διατελεῖν. Ὁπόταν γάρ ὁ νοῦς τοῖς νοητοῖς συναφθῇ, ἔξω τῶν αἰσθητῶν ὅλος γίνεται, εἰ καί δοκεῖ τά αἰσθητά καθορᾶν.

Οὕτως οὖν ἐν τούτοις ἐνδιατρίβων κατά τόν λέγοντα ἅγιον· “Ἡμῶν δέ τό πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, μή σκοπούντων ἡμῶν τά βλεπόμενα ἀλλά τά μή βλεπόμενα”, καταλάμπεται, φωτίζεται καί καθ᾿ ἑκάστην αὐξάνει τήν πνευματικήν ἡλικίαν, καταργῶν μέν τά τοῦ νηπιώδους φρονήματος, προκόπτων δέ ἐπί τήν ἀνδρικήν τελειότητα. Διό καί κατά τό μέτρον τῆς ἡλικίας ἀλλοιοῦται τάς ψυχικάς δυνάμεις καί ἐνεργείας, καί πρός τάς πράξεις τῶν ἐντολῶν τοῦ Θεοῦ ἀνδρειότερος καί κραταιότερος γίνεται. Ταύτας οὖν ὁσημέραι πληρῶν, κατά ἀναλογίαν τῆς ἐργασίας αὐτῶν ἔτι καθαίρεται αὖθις, λαμπρύνεται, φωτίζεται καί μυστηρίων μεγάλων ἀποκαλύψεις καταξιοῦται ὁρᾶν, ὧν οὐδείς ποτε εἶδε τό βάθος, οὔτε μήν ὅλως ἰδεῖν δύναται, τῶν μή εἰς τοιαύτην καθαρότητα ἀνενεχθῆναι ἀγωνισαμένων. Μυστήρια δέ λέγω τά παρά πάντων ὁρώμενα μέν μή καταλαμβανόμενα δε· καινούς γάρ παρά τοῦ καινοποιοῦ Πνεύματος κτᾶται ὀφθαλμούς, ὦτα δέ ὡσαύτως καινά, καί τοῦ λοιποῦ οὐχ ὡς ἄνθρωπος βλέπει τά αἰσθητά αἰσθητῶς, ἀλλ᾿ ὡς ὑπέρ ἄνθρωπον γεγονώς, τά αἰσθητά πνευματικῶς καθορᾷ καί ὡς εἰκόνας τῶν ἀοράτων, καί τάς ἐν τούτοις μορφάς ὡς ἀμόρφους καί ἀνειδέους. Ἀκούει δέ οὐχ, ὡς ἄν τις εἴπῃ, ἀνθρώπου φωνῆς ἤ φωνῶν, ἀλλά μόνου τοῦ ζῶντος Λόγου, ὅταν διά τῆς τοῦ ἀνθρώπου φωνῆς προέλθῃ. Τοῦτον γάρ καί μόνον, ὡς γνώριμον καί προσφιλῆ πέλοντα, διά τῆς ἀκοῆς εἰσδέχεται ἡ ψυχή καί τήν εἴσοδν τούτῳ παραχωρεῖ, καί ἀσμένως ἔνδοθεν γενόμενον κατασπάζεται, καθώς ἔφη ὁ Κύριος· “Τά πρόβατα τά ἐμά τῆς φωνῆς μου ἀκούει, ἀλλοτρίων δέ οὐκ ἀκούσονται”. Τούς δέ γε λοιπούς τῶν ἀνθρώπων ἅπαντας λόγους ἀκούει μέν οὐ προσδέχεται δε· ἀλλ᾿ οὐδέ ἔνδοθεν εἰσελθεῖν τούτους ὅλως ἐᾷ, κενούς δέ ἀποστρεφόμενος αὐτούς ἀποπέμπεται· ἔστιν ὅτε οὐδέ τῆς παρουσίας ἤ τῶν κρουσμάτων αὐτῶν ἐπαισθάνεται, ἀλλ᾿ ὡσεί κωφός οὐκ ἀκούων – καίτοι γε ἀκούων αὐτῶν - , οὕτω πρός τούτοις διάκειται.

Τοιγαροῦν καί τοιούτου γενομένου αὐτοῦ, εὐθύς οἰκεῖ ὁ Θεός ἐν αὐτῷ καί γίνεται αὐτῷ πάντα ὅσα ἄν θέλῃ, μᾶλλον δέ καί ὑπέρ ἅ θέλει. Πᾶν γάρ ἀγαθόν ὤν ὁ Θεός, τήν ἐν ᾗ οἰκήσῃ ψυχήν παντός ἐμπίπλησιν ἀγαθοῦ κατά τό ἐγχωροῦν τῇ φύσει ἡμῶν, ἐπειδή πάσῃ κτιστῇ φύσει ἀχώρητός ἐστιν ὁ Θεός καί ἄστεκτος. Ἀγαθά δέ ἐκεῖνα λέγω, ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῦ μή γενομένου δηλονότι τοιούτου. Τοιγαροῦν καί διδάσκει τόν τοιοῦτον ἄνθρωπον ὁ οἰκήσας ἐν αὐτῷ Θεός περί τῶν μελλόντων καί ἐνεστώτων, οὐ λόγῳ ἀλλ᾿ ἔργῳ καί πείρᾳ καί πράγματι. Ἀποκαλύπτων γάρ τούς νοερούς αὐτοῦ ὀφθαλμούς, δείκνυσιν αὐτῷ ὅσα βούλεται ὁ Θεός καί ὅσα συμφέρει αὐτῷ, τά δ᾿ ἄλλα πείθει μή ἐρευνᾶν μηδέ ζητεῖν μηδέ πολυπραγμονεῖν, ἐπειδή οὐδέ ἅπερ Θεός αὐτῷ ἐκκαλύπτει καί ὑποδείκνυσιν, ἀναιδῶς ποτε δύναται καθορᾶν· ἀλλά παρακύπτων εἰς τό βάθος τοῦ πλούτου καί τῆς σοφίας καί τῆς γνώσεως τοῦ Θεοῦ, εὐθύς ἰλιγγιᾷ καί καταπλήττεται, ἐννοῶν ἑαυτόν καί τίς ὤν τίνων θεατής γενέσθαι ἠξίωται. Εἰς γάρ τό μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἀποβλέπων καί ἐξιστάμενος, ἀνάξιόν τε τῆς τῶν τοιούτων ἀγαθῶν θέας ἑαυτόν ἀπό ψυχῆς λογιζόμενος, οὐδέ ἀποβλέψαι τρανῶς πρός αὐτά οὐδέ καταμαθεῖν ταῦτα βούλεται, ἀλλά τρόμῳ καί φόβῳ καί αἰδοῖ συνεχόμενος, “Τίς εἰμι ἐγώ, Κύριε, καί τίς ὁ οἶκος τοῦ πατρός μου” βοᾷ, “ὅτι τοιαῦτα μυστήρια τῷ ἀναξίῳ ἐθάρρησας, καί τοιούτων με ἀγαθῶν σου οὐ μόνον θεατήν, ἀλλά καί μέτοχον καί κοινωνόν παραδόξως πεποίηκας;”.

Ὁ τοιοῦτος τοίνυν ὑπέρ τήν κτίσιν ἅπασαν γεγονώς, οὐ βούλεται ἐπιστρέψαι καί πολυπραγμονεῖν τά τῆς κτίσεως. Κτησάμενος γάρ τόν τῶν ἀγγέλων Δεσπότην, περί οὐσίας καί φύσεως τῶν λειτουργούντων ἀγγέλων αὐτῷ ἐρευνᾶν οὐκ ἀνέχεται, ἐπειδή γινώσκων ἐστίν ὡς οὐκ ἀρεστόν ὑπάρχει τοῦτο Θεῷ, τό πολυπραγμονεῖν ἄνθρωπον τά ὑπέρ ἄνθρωπον· εἰ γάρ τάς θείας Γραφάς μή πολυπραγμονεῖν ἐκελεύσθημεν, πολλῷ μᾶλλον ὑπέρ τά γεγραμμένα μή δεῖν ἡμᾶς ὅλως περιεργάζεσθαι. Ὁ τοιοῦτος βλέπει τόν Θεόν, ὅσον ἀνθρώπῳ ἰδεῖν δυνατόν καί ὅσον δοκεῖ αὐτῷ τῷ Θεῷ, ὅς καί διαπαντός καθορᾶν σπουδάζει αὐτόν καί μετά τέλος εὔχεται ἀεί βλέπειν αὐτόν, ἀρκούμενος δηλαδή καί μόνῃ τῇ ἐκείνου θέᾳ μηδενός ἑτέρου δεόμενος, ὅθεν οὐδέ ἐπιθυμεῖ τόν Δεσπότην καταλιπεῖν καί Θεόν, ὑφ᾿ οὗ πληροῦται φωτός καί παρ᾿ οὗ τῆς ἀκηράτου ζωῆς τήν ἀπόλαυσιν ἔχει, καί ἐναπιδεῖν πρός τούς συνδούλους αὐτοῦ. Ὁ τοιοῦτος βλεπόμενος ἤτοι ἄνωθεν ἐλλαμπόμενος ὑπό τοῦ Θεοῦ, καί αὐτός τήν ὑπερβάλλουσαν δόξαν αὐτοῦ καθορῶν, θεαθῆναι παρ᾿ ἑτέρων οἷος ὑπάρχει καί ἐν οἵᾳ δόξῃ ἐστίν οὐδέ ἐννοῆσαί ποτε δύναται· πᾶσα γάρ ἁγία ψυχή ἀπηλλαγμένη πάσης φιλοδοξίας ἐστίν, ἐπεί ἐστολισμένη οὖσα τόν χιτῶνα τόν φωτεινότατον τοῦ Πνεύματος καί βασιλικόν καί τῆς ὑπερβαλλούσης δόξης τοῦ Θεοῦ ἐμπεπλησμένη ὑπάρχουσα, οὐ μόνον ἀλογεῖ τῆς τῶν ἀνθρώπων δόξης, ἀλλ᾿ οὐδέ ὅλως καί προσφερομένην αὐτῷ παρ᾿ ἐκείνων πρός αὐτήν ἐπιστρέφεται. Ὑπό γάρ τοῦ Θεοῦ βλεπομένη καί αὐτή καθορῶσα πάλιν αὐτόν, ἰδεῖν πρός ἄλλον τινά τῶν ἀνθρώπων ἤ ὑπό τινος ἄλλου θεαθῆναι οὐδαμῶς ἐπιθυμήσει ποτέ.

Διό παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, μή λόγοις μόνοις τά ἀνέκφραστα μανθάνειν ἐθέλωμεν, ὅπερ ἀμήχανον καί τοῖς διδάσκουσι περί τοιούτων καί τοῖς ἀκροωμένοις αὐτοῖς ἐπίσης ἐστίν. Οὔτε γάρ οἱ διδάσκοντες περί νοητῶν καί θείων πραγμάτων δύνανται ἀκριβῶς ἐναργεῖς ἐκ παραδειγμάτων δοῦναι τάς ἀποδείξεις καί αὐτήν τήν τούτων πραγματικῶς παραστῆσαι ἀλήθειαν, οὔτε οἱ διδασκόμενοι ἐκ τοῦ λόγου μόνου μαθεῖν τήν τῶν λεγομένων ἐνέργειαν, ἀλλά πράξει καί κόπῳ καί πόνοις ταῦτα καταλαβεῖν καί ἐν τῇ τῶν τούτων θεωρίᾳ γενέσθαι σπεύσωμεν, ὡς ἄν καί τούς περί τῶν τοιούτων λόγους ἐκεῖθεν μυσταγωγηθῶμεν καί δοξασθῇ ὁ Θεός οὕτως ἔχουσιν ἐν ἡμῖν καί ἡμεῖς διά τῆς τῶν τοιούτων γνώσεως δοξάσωμεν αὐτόν καί αὐτός δοξάσῃ ἡμᾶς ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα