Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / Δ’. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ καί περί τοῦ,

Δ’. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ καί περί τοῦ,


n/a

Ἄφες κόσμον ἅπαντα καί τούς ἐν κόσμῳ˙
μόνον προσλαβοῦ τό μακάριον πένθος.
Θρήνησον μόνα τά κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καί τῶν ἁγίων.
Μηδενός ἄλλου φροντίσῃς ἐκτός τούτου,
ἀλλά καί τό σῶμά σου ὡς ξένον ἔχε
καί κάτω βλέπε ὡς κατακεκριμένος
καί τήν ἐπί θάνατον ὁδόν βαδίζων
στέναζε ἀεί ἐκ βάθους τῆς καρδίας
Καί τό πρόσωπον μόνοις δάκρυσι πλῦνε.
Τούς δέ πόδας σου, τούς εἰς κακά δραμόντας
μή θελήσῃς ὕδατι νίψαι μηδόλως,
ναί δή, καί τάς χεῖράς σου συνεσταλμένας ἔχε˙
ταύτας ἀναιδῶς πρός Θεόν μή ἐκτείνῃς,
ἅς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν.
Κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης
-εὐχερής καί γάρ αὕτη πρός ἁμαρτίαν -,
ἐπεί δι᾿ αὐτῆς μόνης καί τῶν μεγάλων
πολλοί ἀπεσφάλησαν ὁδοῦ εὐθείας
καί ἀπώλεσαν οὐρανῶν βασιλείαν. Ταύτης δέ πρῶτον φράξον τάς ἀκοάς σου,
ἀκούειν μηδέν τῶν αἰσχρῶν καί ματαίων,
καί τότε ἴσως κυριεύσεις καί ταύτης.
Ἄκουε μόνας πατρός σου νουθεσίας,
ποιοῦ ταπεινάς πρός αὐτόν ἀποκρίσεις
καί ὡς τῷ Θεῷ λέγε τούς λογισμούς σου
μέχρι προσβολῆς καί μηδέν ἀποκρύψῃς.
μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου,
μηδέ κοιμηθῇς μήτε φάγῃς ἤ πίῃς.
Καί ὅτε ταῦτα φυλάξῃς ἐπί χρόνοις,
μηδέν δοκήσῃς μέγα κατωρθωκέναι˙
καί γάρ ἔσπειρας ἔν ἱδρῶτι καί κόπῳ,
οὔπω δέ καρπόν τῶν σῶν πόνων ἐδρέψω.
Μή οὖν πλανηθῇς ἤ δόξῃς εὑρηκέναι,
πρίν ἤ ὀφθαλμούς ψυχικούς ἐπικτήσῃ
καί σῆς καρδίας καθαρθῶσι τά ὦτα
τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου
καί πνευματικῶς βλέπειν τε καί ἀκούειν
καί ἀλλοτριοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ,
καί γάρ θεάσῃ πολλά τῶν ἀνεκφράστων
καί ἀκούσεις πλείονα πανεξαισίως,
ἅ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι.
Φρικτόν οὖν θαῦμα πνευματικῶς ἀκούειν,
καί τό οὕτως βλέπειν δέ θαῦμα θαυμάτων!
Οὐδέν σαρκικόν ἐννοεῖ ποτε ὁ τοιοῦτος,
πατεῖ δέ τήν γῆν ὡς εἰς ἀέρα βαίνων,
πάντα τε ὁρᾷ μέχρι καί τῶν ἀβύσσων
καί κατανοεῖ τά ποιήματα πάντα,
γνωρίζει Θεόν, ἐκπλήττεται τῷ φόβῳ
καί ὡς ποιητήν προσκυνεῖ καί δοξάζει˙
μέγα τό γνωρίσαι δέ τήν δεσποτείαν, κἄν πάντες νομίζωσι τοῦτο εἰδέναι,
ἀπατῶνται δέ πλεῖστοι, μή ἀμφιβάλλῃς!
Τοῦτο ἴσασιν οἱ φωτισθέντες,
οἱ δ᾿ ἄλλοι πάντες, ὤ τῆς δεινῆς ἀγνοίας,
σκοτεινότεροί εἰσι καί τῶν δαιμόνων.
Ἀλλ᾿ ὦ Κύριε καί Κτίστα τῶν ἁπάντων,
ὅς ἐποίησας ζῷον θνητόν ἐκ γῆς με
καί ἐτίμησας χάριτι ἀθανάτῳ
καί ζῆν δέδωκας καί λαλεῖν καί κινεῖσθαι
καί δοξάζειν σέ, τόν Δεσπότην τῶν ὅλων,
αὐτός, Δέσποτα, δός μοι τῷ ταλαιπώρῳ
καί προσπίπτειν σοι καί αἰτεῖν τό συμφέρον.
Ἀγνοῶ καί γάρ, πῶς παρήχθην ἐν κόσμῳ
καί τί τά τῇδε, ἅ νομίζουσιν εἶναι˙
τίς ἡ ὅρασις ἡ ἐμή, ὦ Θεέ μου,
τί δέ τά ὁρώμενα, εἰπεῖν οὐκ ἔχω,
πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες
καί κρίσιν ὀρθήν οὐκ ἔχομεν τῶν ὄντων.
Χθές ἦλθον πάντως καί αὔριον ὑπάγω
καί εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα.
Ἔχειν σε Θεόν ὁμολογῶ τοῖς πᾶσιν,
ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ᾿ ἑκάστην˙
διδάσκομαί σε ποιητήν εἶναι πάντων,
ἄνευ δέ σοῦ βιάζομαι πάντα ἔχειν.
Σύ βασιλεύεις τῶν ἄνω καί τῶν κάτω
κἀγώ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω˙
δός τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ
πᾶσαν ἀπορρίψασθαι ψυχῆς κακίαν,
ἥν φυσίωσις, ἥν ἔπαρσις ματαία
συνθλῶσιν ἅμα καί συντρίβουσιν, οἴμοι!
Δός ταπείνωσιν, δός χεῖρα βοηθείας
καί καθάρισον τόν ῥύπον τῆς ψυχῆς μου καί παράσχου μοι δάκρυα μετανοίας,
δάκρυα πόθου, δάκρυα σωτηρίας,
δάκρυα καθαίροντα ζόφον νοός μου
καί λαμπρόν με ἄνωθεν ἀποτελοῦντα,
τόν ὁρᾶν σε θέλοντα, τό φῶς τοῦ κόσμου,
τό φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τοῦ ἀθλίου,
καί καρδίαν γέμουσαν κακῶν τοῦ βίου
ἔχοντος πολλῶν ἐκ θλίψεων καί φθόνου
τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας
ἤ, μᾶλλον εἰπεῖν, τῶν ἐμῶν εὐεργετῶν,
τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων,
οἶς ἀντί κακῶν δός ἀγαθά, Χριστέ μου,
τά αἰώνια, τά καί πλούσια καί θεῖα,
ἅ ἡτοίμασας εἰς αἰῶνας αἰώνων
τοῖς σέ ποθοῦσι καί φιλοῦσιν ἐκθύμως.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα