Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Διάλογος Σχολαστικού προς Συμεών τον Νέον Θεολόγον

Διάλογος Σχολαστικού προς Συμεών τον Νέον Θεολόγον


n/a

1.Ἐρ: Τί ἦν ἐν τῷ κόσμῳ πρό τοῦ τόν κόσμον γενέσθαι;

Ἀπ: Θεός, ὁ τόν κόσμον ποιήσας.

2.Ἐρ: Μήπω ὄντος τοῦ κόσμου, πῶς ἦν ἐν τῷ κόσμῳ;

Ἀπ: Ὅτι, καί πρό τοῦ γενέσθαι, ἐν τῷ Θεῷ πάντως ὡς γεγονώς ἦν ὁ κόσμος καθό καί οἱ μήπω παραχθέντες ἄνθρωποι ἐν τῷ κόσμῳ, ὡς ἤδη γεγεννημένοι εἰσί παρά τῷ Θεῷ. Συνέστηκε γάρ ἐν αὐτῷ τά πάντα, καί τά μήπω κτισθέντα, εἰ καί μή καταλαμβάνονται παρ᾿ ἡμῶν.

3.Ἐρ: Εἰ οὖν, ὡς λέγεις, ἐν τῷ κόσμῳ ἦν ὁ Θεός πρό τοῦ τόν κόσμον γενέσθαι παρ᾿ αὐτοῦ, τί γέγονεν ὁ Θεός ὅτε τόν κόσμον τοῦτον παρήγαγεν; Ἆρα διέστη τοῦ κόσμου; Ἤ καί αὖθις ἐν τῷ κόσμῳ ἐστίν;

Ἀπ: Τόπῳ μέν οὐ διέστη τῶν αὐτοῦ ποιημάτων ὁ ταῦτα ποιήσας Θεός˙ ποῦ γάρ ὁ πανταχοῦ παρών καί τά πάντα τῆς ἰδίας πληρῶν θεότητος μεταστήσεται; Τῇ δέ φύσει καί οὐσίᾳ καί τῇ ὑποστάσει καί τοῖς λοιποῖς ἰδιώμασι πάσης κτιστῆς ὑπέρκειται φύσεως˙ καί ἀμετρήτως καί ἀκαταλήπτως ταύτης διέστηκεν.

4.Ἐρ: Πῶς, τόπῳ μή διεστηκώς ἀλλά πανταχοῦ, ὡς λέγεις, παρών, ἀποκεχωρισμένος τῶν πάντων ἐστίν;

Ἀπ: Δυσνόητον μέν τό ἐρώτημα, οὐ μέντοι γε δύσφραστον˙ Θεῷ δέ ἀδυνατεῖ οὐδέν˙ ὅθεν δυνατός ἐστι καί περί τούτων πληροφορῆσαί σε. Ἀλλ᾿ ἄκουε συνετῶς˙ καθάπερ ὁ νοῦς ἡμῶν τῶν ἀνθρώπων οὔτε συνέχεται ὑπό τοίχων οὔτε τόπῳ περιορίζεται, ἀλλά τό μέν σῶμα οἰκίσκῳ ἐγκλείεται καί δεσμοῖς περισφίγγεται, αὐτός δ᾿ ἐκτός ἐστι τούτων καί ἐλευθερίως πανταχοῦ περίεισιν, μήτε τοῦ σώματος χωριζόμενος μήτε τῆς οἰκίας μακράν γινόμενος, ἀλλ᾿ οἱονεί καί σύνεστι τούτοις κεχωρισμένος καί κεχώρισται ἡνωμένος αὐτοῖς, οὕτω καί ὁ Θεός πανταχοῦ καί ἐν πᾶσίν ἐστιν καί ἔξω πάντων˙ καί οὐδαμοῦ τῇ φύσει καί τῇ οὐσίᾳ καί τῇ δόξῃ ἐστίν˙ ἀπερίγραπτος γάρ.

5.Ἐρ: Ὁ οὖν ἀπερίγραπτος πῶς τά πάντα πληροῖ; Ὁ δέ τά πάντα πληρῶν, πῶς ἀπερίγραπτος καί οὐδαμοῦ ἐστιν;

Ἀπ: Ἔστι μέν οὖν ὁμολογουμένως πανταχοῦ ὁ Θεός καί τά πάντα πληροῖ, οὐ συγκεκραμένος δέ ὄλως τοῖς ὁρωμένοις ἀλλά κεχωρισμένος τῷ τρόπῳ ᾧπερ εἰρήκαμεν˙ οὐδαμοῦ δέ ἐστι τό καθ᾿ ἡμᾶς˙ οὐδείς γάρ οἶδεν, οὐδέ οἱ ἄγγελοι, ποῦ ἐστιν ὁ Θεός˙ εἰ γάρ ἀκούεις παρεστάναι, ἀλλά τῷ θρόνῳ τῆς δόξης˙ καί πρός τήν ἐκπεμπομένην λαμπρότητα ἀντιβλέπειν μή ἐξισχύοντες, φόβῳ τά ἑαυτῶν κατακαλύπτουσι πρόσωπα, καί ἐκθαμβούμενοι τόν θεῖον ὕμνον ἀσιγήτως ἀεί ἀναπέμπουσι˙ τῷ γάρ ἀστέκτῳ τῆς δόξης καταπληττόμενοι, οὐδέ ἐν περινοίᾳ γενέσθαι ἤ ἐννοῆσαι δύνανται, ποῦ ὁ δεσπότης ἤ ὁποῖος αὐτός ἐκεῖνός ἐστιν˙ εἰ γάρ πρός τήν ἀπαστράπτουσαν αἴγλην ἀντοφθαλμεῖν οὐκ ἰσχύσουσι, πῶς ἄρα πορρωτέρω περιεργάζεσθαι δύναιντ᾿ ἄν; Ὅτι μέν οὖν ἔστιν ὁ Θεός καί πανταχοῦ ἐστι καί τά πάντα πληροῖ, καί οἱ ἄγγελοι καί οἱ καθάραντες ἑαυτούς ἅγιοι ἐλλαμφθέντες καί φωτισθέντες ὑπό τοῦ Ἁγίου Πνεύματος ἴσασι˙ τό δέ ποῦ ἤ πῶς ἤ ὁποῖός ἐστιν, οὐδείς τῶν ἁπάντων γινώσκει, εἰ μή ὁ Πατήρ τόν Υἱόν καί ὁ Υἱός τόν Πατέρα καί τό Πνεῦμα τό Ἅγιον τόν Πατέρα καί τόν Υἱόν, ὡς συναΐδιον τούτοις καί ὁμοούσιον˙ ταῦτα γάρ τά τρία, ὡς ἕν ὄντα, καί γινώσκουσιν ἑαυτά καί γινώσκονται ὑπ᾿ ἀλλήλων. Ὡς αὐτός εἶπεν ὁ φύσει Θεός καί Υἱός τοῦ Θεοῦ, «οὐδείς οἶδε τά τοῦ ἀνθρώπου, εἰ μή τό πνεῦμα τοῦ ἀνθρώπου τό οἰκοῦν ἐν αὐτῷ˙ οὕτω καί τά τοῦ Θεοῦ οὐδείς οἶδεν, εἰ μή τό Πνεῦμα τοῦ Θεοῦ»˙ καί πάλιν˙ «οὐδείς γινώσκει τόν Πατέρα, εἰ μή ὁ Υἱός, καί οὐδείς γινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ καί ᾧ ἄν βούληται ὁ Υἱός ἀποκαλύψαι».

6.Ἐρ: Καί πῶς φησιν ὁ Χριστός, «μή καταφρονήσητε ἑνός τῶν μικρῶν τούτων˙ οἱ γάρ ἄγγελοι αὐτῶν διά παντός βλέπουσι τό πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς»; Καί πάλιν, «μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοί τόν Θεόν ὄψονται», σύ δέ λέγεις ὅτι καί οἱ ἄγγελοι ἀγνοοῦσιν ὁποῖος καί ποῦ ἐστιν ὁ Θεός;

Ἀπ: Ὥσπερ τοῦ ἡλίου ἐν μεσημβρίᾳ λάμποντος τό ἐκπεμπόμενον μέν ἐξ αὐτοῦ φῶς τρανῶς καθορῶμεν, αὐτόν δέ ἐκεῖνον κἄν ποσῶς κατιδεῖν καί καταμαθεῖν οὐκ ἰσχύομεν, ὅμως δέ βλέπειν αὐτόν ἐπ᾿ἀληθείας λέγομεν, οὕτω καί οἱ ἄγγελοι καί οἱ ἅγιοι τήν ἀπαστράπτουσαν δόξαν καθορῶντες τοῦ Πνεύματος, ἐν αὐτῇ καί τόν Υἱόν καί τόν Πατέρα ὁρῶσιν˙ οὐχ οὕτως δέ οἱ ἁμαρτωλοί καί ἀκάθαρτοι˙ ἐκεῖνοι γάρ τυφλοῖς καί ἀναισθήτοις ἐοίκασιν˙ ὥσπερ γάρ οἱ τυφλοί τό φῶς τοῦ αἰσθητοῦ ἡλίου λάμπον οὐ βλέπουσιν, οὕτω δή καί αὐτοί τό θεῖον φῶς ἀεί φαῖνον οὐ καθορῶσιν, οὔτε μήν ἐπαισθάνονται τῆς θέρμης αὐτοῦ.

7.Ἐρ: Τί οὖν βλέπουσιν οἱ κεκαθαρμένοι τόν νοῦν καί τήν καρδίαν;

Απ: Ἐπειδή ὁ Θεός φῶς ἐστι καί φῶς τό ἀκρότατον, ἕτερον οὐδέν ὁρῶσιν οἱ αὐτόν βλέποντες, εἰ μή φῶς˙ καί τοῦτο δῆλον ἔκ τε τῶν ἰδόντων λάμψαν τό πρόσωπον τοῦ Χριστοῦ ὡς τόν ἥλιον, τά δέ ἱμάτια αὐτοῦ γενόμενα ὡς τό φῶς˙ καί ἐκ Παύλου τοῦ ἀποστόλου, φῶς ἰδόντος τόν Θεόν καί εἰς τήν αὐτοῦ ἐπίγνωσιν ἐπιστρέψαντος, καί ἐκ μυρίων ἑτέρων ἁγίων.

8.Ἐρ: Πῶς οὖν < οὐ > πᾶσιν ὁρᾶται, ἐπεί ἀΐδιον καί ἀειλαμπές φῶς ἐστιν ὁ Θεός;

Ἀπ: Ἐπειδή οὕτως ᾠκονόμησεν ἐξ ἀρχῆς ὁ Θεός˙ ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν τό σκότος ἐν τῷ φωτί μηδέ ἐναγής καί βέβηλος μετά τοῦ Ἁγίου καί καθαροῦ. Διό καί ὡς μέγα χάσμα καί τεῖχος δέ αἱ πονηραί ἐνθυμήσεις καί οἱ μάταιοι ἡμῶν διαλογισμοί οἷα δή τεῖχος ὑψηλόν γίνονται καί διιστῶσιν ἡμᾶς ἀπό τοῦ φωτός τῆς ὄντως ζωῆς˙ ὁ γάρ Θεός φῶς ἐστι καί ζωή ἐστιν˙ ὅσοι τοιγαροῦν ἐστέρηνται τούτου, νεκροί εἰσι τῇ ψυχῇ καί τοῦ αἰωνίου πυρός καί σκότους συγκληρονόμοι τε καί συμμέτοχοι.

9.Ἐρ: Καί οὐκ ἔστι σωτηρίας τυχεῖν τόν μή εἰς ταῦτα πεφθακότα τά μέτρα;

Ἀπ: Τοῦ Κυρίου λέγοντος, πολλαί μοναί παρά τῷ Πατρί μού εἰσιν, εὔδηλον ὅτι καί πολλαί σωτηρίας ὁδοί˙ πᾶσαι δέ ἐν μιᾷ τῇ τῆς μετανοίας ὁδῷ τελειοῦνται διά τῆς τοῦ κακοῦ ἀποχῆς, εἴτε τήν τῆς ἐλεημοσύνης εἴποις εἴτε τήν τῆς ξενιτείας εἴτε πάσης ἑτέρας τοῦ ἀγαθου πράξεως ἐκπλήρωσιν, πρός τήν τῶν κρειττόνων ἐπιτυχίαν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα