Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / ΚΖ’. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.

ΚΖ’. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.


n/a

Ἀπέργασαι παλάτιον τόν τῆς ψυχῆς σου οἶκον,
εἰς κατοικίαν τῷ Χριστῷ καί βασιλεῖ τῶν ὅλων
δακρύων ταῖς ῥανίσι σου, ὀλολυγμοῖς καί θρήνοις
καί τῶν γονάτων κάμψεσι καί στεναγμῶν τῷ πλήθει,
εἰ ἀληθῶς, ὦ μοναχέ, μονάζων εἶναι θέλεις.
Καί τότε οὐ μονάζων ἦς, τῷ βασιλεῖ συνῆς γάρ
καί ἦς μονάζων καθ᾿ ἡμᾶς, ὡς ἐξ ἡμῶν ὑπάρχων
καί χωρισθείς κόσμου παντός˙ τοῦτο μονάζων πάντως.
Τῷ δέ Θεῷ καί βασιλεῖ ἑνωθείς οὐ μονάζων,
ἀλλά ἁγίων γέγονας συναρίθμιος πάντων,
ἀγγέλων ὁμοδίαιτος καί σύνοικος δικαίων
καί πάντων τῶν ἐν οὐρανῷ συγκληρονόμος ὄντως.
Πῶς οὖν μονάζων ὁ ἐκεῖ τό πολίτευμα ἔχων,
ἔνθα ἐστίν ὁμήγυρις μαρτύρων καί ὁσίων,
ἔνθα χορός τῶν προφητῶν καί θείων ἀποστόλων,
ἔνθα ἡ ἀναρίθμητος πληθύς, ἡ τῶν δικαίων,
ἱεραρχῶν, πατριαρχῶν καί τῶν λοιπῶν ἁγίων;
Ὁ δέ καί ἔχων τόν Χριστόν ἐν ἑαυτῷ οἰκοῦντα,
πῶς μόνος εἶναι λέγεσθαι δύναται, εἴπατέ μοι;
Τῷ γάρ Χριστῷ μου σύνεστιν ὁ Πατήρ καί τό Πνεῦμα,
καί πῶς μονάζων, ὁ τρισί ὡς ἑνί συνημμένος;
Οὐκ ἔστι μόνος ὁ Θεῷ ἑνωθείς, κἄν μονάζῃ,
κἄν ἐν ἐρήμῳ κάθηται, κἄν ἐν σπηλαίῳ ἔστιν˙
εἰ δέ μή τοῦτον εὕρηκεν, εἰ δέ μή τοῦτον ἔγνω,
εἰ δέ μή τοῦτον ἔλαβεν ὅλον τόν σαρκωθέντα
Θεόν Λόγον, οὐ γέγονε μοναχός, οἴμοι, ὅλως.
Ὅθεν καί μόνος ἐστί τοῦ Θεοῦ κεχωρισμένος οὗτος,
ἀλλά καί ὁ καθείς ἡμῶν ἐσμέν κεχωρισμένοι
ἀνθρώπων ἄλλων πάντως γε
καί ὀρφανοί δέ ἅπαντες μεμονωμένοι ὦμεν,
εἰ καί δοκοῦμεν ἕνωσιν τῇ συνοικήσει ἔχειν
καί μετ᾿ ἀλλήλων μίγνυσθαι τῇ τῶν πολλῶν συνάξει.
Ψυχῇ γάρ καί τῷ σώματι ἐσμέν κεχωρισμένοι,
ὅπερ καί εἶναι ἀληθές ὁ θάνατος δεικνύει,
ἀποχωρίζων ἕκαστον συγγενῶν τε καί φίλων
καί λήθην πάντων ἐμποιῶν τῶν νῦν ἀγαπωμένων.
Οὕτω κάι νύξ καί ὕπνος τε καί πράξεις αἱ ἐν βίῳ
τήν ἕνωσιν τήν τῶν πολλῶν ὡς εἰκός διαλύει.
Ὁ δέ ποιήσας οὐρανόν δι᾿ ἀρετῆς τήν κέλλαν
τήν ἑαυτοῦ, καί ἐν αὐτῇ καθήμενον τόν κτίστην
τοῦ οὐρανοῦ τε καί τῆς γῆς κατανοεῖ καί βλέπει
καί προσκυνεῖ καί σύνεστιν ἀεί φωτί ἀδύτῳ,
φωτί τῷ ἀνεσπέρῳ τε, φωτί τῷ ἀπροσίτῳ,
οὗ οὐδαμῶς χωρίζεται, οὐ μακρύνεται ὅλως,
οὐκ ἐν ἡμέρᾳ ἤ νυκτί, οὐκ ἐν τροφῇ ἤ πόσει,
ἀλλ᾿ οὐδ᾿ ἐν ὕπνῳ ἤ ὁδῷ ἤ μεταβάσει τόπου,
ἀλλ᾿ ὥσπερ ζῶν οὕτω θανών, μᾶλλον δέ τρανοτέρως
ὅλως ἐκείνῳ σύνεστι τῇ ψυχῇ αἰωνίως.
Πῶς γάρ καί χωρισθήσεται ἡ νύμφη τοῦ νυμφίου,
ἤ ὁ ἀνήρ τῆς γυναικός, ᾗ συνηρμόσθη ἅπαξ;
Ὁ νομοθέντης, λέγε μοι, τόν νόμον οὐ φυλάξει;
Ὁ εἰρηκώς˙ Καί ἔσονται οἱ δύο εἰς μίαν σάρκα,
πῶς οὐ γενήσεται αὐτός σύν αὐτῇ πνεῦμα ὅλως;
Ἐν τῷ ἀνδρί γάρ ἡ γυνή, ἐν γυναικί ἀνήρ δέ,
καί ἡ ψυχή ἐν τῷ Θεῷ καί Θεός ἐν ψυχῇ δέ
ἑνοῦται καί γνωρίζεται ἐν τοῖς ἁγίοις πᾶσιν.
Οὕτως ἑνοῦνται τῷ Θεῷ οἱ διά μετανοίας
τάς ἑαυτῶν καθαίροντες ψυχάς ἐν κόσμῳ τῷδε,
καί μοναχοί καθίστανται τῶν ἄλλων ὄντες δίχα,
οἵ νοῦν Χριστοῦ λαμβάνουσιν, ὅπερ καί στόμα ἔστι
καί γλῶσσα ὄντως ἀψευδής, μεθ᾿ ἧς προσομιλοῦσι
Πατρί τῷ παντοκράτορι, μεθ᾿ ἧς ἀεί βοῶσιν˙
Ὦ πάτερ, ὦ παμβασιλεῦ, ὦ κτίστα τῶν ἁπάντων!
Τούτων ἡ κέλλα οὐρανός, ἥλιος δέ ἐκεῖνοι,
καί τό φῶς ἐστιν ἐν αὐτοῖς, τό ἄδυτον καί θεῖον,
ὅ καί φωτίζει ἅπαντα ἐρχόμενον ἐν κόσμῳ
ἄνθρωπον καί γενόμενον ἐκ Πνεύματος Ἁγίου.
Νύξ οὖν οὐκ ἔστιν ἐν αὐτοῖς˙ πῶς εἰπεῖν σοι οὐκ ἔχω,
φρίττω γάρ ταῦτα γράφων σοι καί ἐννοῶν δέ τρέμω,
ἀλλά διδάσκω σε τό πῶς ζῶσι καί ποίῳ τρόπῳ
οἱ τῷ Θεῷ δουλεύοντες κἀκεῖνον ἀντί πάντων
μόνον καί ἀγαπήσαντες, μόνῳ καί ἑνωθέντες
καί γεγονότες μοναχοί ὡς μετά μόνου μόνοι,
εἰ καί ἐν δήμῳ παμπληθεῖ εἰσίν ἀπειλημένοι.
Οὗτοι γάρ ὄντως μοναχοί καί μονάζοντες μόνοι,
γυμνοί καί ἐνθυμήσεων καί λογισμῶν παντοίων,
μόνον ὁρῶντες τόν Θεόν ἐν νοΐ ἀνεννοίῳ,
ἐμπεπηγμένῳ ἐν φωτί, ὥσπερ ἐν τοίχῳ βέλος,
ἤ ὡς ἀστήρ ἐν οὐρανῷ, ἤ πῶς εἰπεῖν οὐκ ἔχω.
Ὅμως ὡς ἄλλον φωτεινόν νυμφῶνα κατοικοῦσι
τάς κέλλας καί ἐν οὐρανῷ νομίζουσι διάγειν
ἤ ἀληθῶς διάγουσι, βλέπε, μή ἀπιστήσῃς!
Οὐ γάρ εἰσίν ἐπί τῆς γῆς, εἰ καί τῇ γῇ κρατοῦνται,
ἀλλ᾿ ἐν φωτί διάγουσι τοῦ μέλλοντος αἰῶνος,
ᾧ κατοικοῦσιν ἄγγελοι, ἐφ᾿ ᾧ περιπατοῦσιν,
ὑφ᾿ οὗπερ διαρπάζονται ἀρχαί καί ἐξουσίαι,
θρόνοι καί κυριότητες πᾶσαι ἐνδυναμοῦνται.
Εἰ γάρ καί ἐπαναπαύεται Θεός ἐν τοῖς ἁγίοις,
ἀλλ᾿ ἐν Θεῷ οἱ ἅγιοι ζῶσί τε καί κινοῦνται,
βαδίζοντες ἐν τῷ φωτί ὥσπερ ἐπί ἐδάφους.
Ὤ θαύματος, ὡς ἄγγελοι καί ὡς υἱοί ὑψίστου
ἔσονται μετά θάνατον, θεοί Θεῷ συνόντες,
τῷ φύσει ὄντι οἱ αὐτῷ θέσει ὁμοιωθέντες.
Τούτων νυνί δέ λείπονται μόνῳ, ὅτι κρατοῦνται
τῷ σώματι καί σκέπονται καί καλύπτονται, οἴμοι,
ὡς δέσμιοι ἐν φυλακῇ τόν ἥλιον ὁρῶντες
καί τάς ἀκτῖνας τάς αὐτοῦ δι᾿ ὀπῆς εἰσιούσας
καί μή δυνάμενοι αὐτόν ὅλον κατανοῆσαι
ἤ κατιδεῖν τῆς φυλακῆς ἔξωθεν γεγονότες,
ἤ παρακύψαντες τρανῶς ἀπιδεῖν εἰς ἀέρα.
Καί τοῦτο ἔστιν, ὅ αὐτούς ἀνιᾷ, ὅτι ὅλον
οὐ καθορῶσι τόν Χριστόν, εἰ καί ὅλον ὁρῶσιν,
οὐδέ δεσμῶν ἰσχύουσι τοῦ σώματος ἐκδῦναι,
εἰ καί παθῶν ἀνείθησαν καί πάσης προσπαθείας,
ἀλλά κρατοῦνται ὑφ᾿ ἑνός τῶν πολλῶν ἀνεθέντες˙
ὁ γάρ ὑπάρχων ἐν δεσμοῖς πολλοῖς συνδεδεμένος
οὐδέ ἐλπίζει τῶν πολλῶν τήν λύσιν εὑρηκέναι,
ὁ δέ τά πλεῖστα τῶν δεσμῶν δυνηθείς διακόψαι,
κρατούμενος δέ ὑφ᾿ ἑνός πλέον ἀλγεῖ τῶν ἄλλων,
καί ἐπισπεύδει καί αὐτοῦ ἀεί ζητεῖ τήν λύσιν,
ὅπως ἐλεύθερος φανῇ, ὅπως βαδίζῃ χαίρων,
ὅπως ἀπέλθῃ ἐν σπουδῇ, πρός ὅν τόν πόθον εἶχε,
δι᾿ ὅν καί τήν ἀπόλυσιν τοῦ δεσμοῦ ἐπεζήτει.
Ἐκεῖνον τοίνυν ἅπαντες ζητήσωμεν, τόν μόνον
δυνάμενον ἐκ τῶν δεσμῶν ἡμᾶς ἐλευθερῶσαι.
Ἐκεῖνον καί ποθήσωμεν, ἐκεῖνον οὗ τό κάλλος
πᾶσαν ἐκπλήττει ἔννοιαν, πᾶσαν ἐκπλήττει φρένα,
πᾶσαν τιτρώσκει τε ψυχήν καί πτεροῖ πρός ἀγάπην
καί συγκολλᾷ καί συνενοῖ τῷ Θεῷ ἀενάως.
Ναί, ἀδελφοί μου, δράμετε ταῖς πράξεσι πρός τοῦτον,
ναί, φίλοι, διανάστητε, ναί, μή ἀπολειφθῆτε,
ναί, μή λαλεῖτε καθ᾿ ἡμῶν ἑαυτούς ἀπατῶντες.
Μή λέγετε, ἀδύνατον λαβεῖν τό Θεῖον Πνεῦμα,
μή λέγετε, χωρίς αὐτοῦ δυνατόν τό σωθῆναι,
μή οὖν ἀγνώστως τούτου λέγετέ τινα μετέχειν.
Μή λέγετε, ὅτι Θεός οὐχ ὁρᾶται ἀνθρώποις,
μή λέγετε, οἱ ἄνθρωποι φῶς θεῖον οὐχ ὁρῶσιν,
ἤ ὅτι καί ἀδύνατον ἐν τοῖς παροῦσι χρόνοις.
Οὐδέποτε ἀδύνατον τοῦτο τυγχάνει, φίλοι,
ἀλλά καί λίαν δυνατόν τοῖς θέλουσιν ὑπάρχει,
πλήν ὅσοις βίος κάθαρσιν τήν τῶν παθῶν παρέσχε
καί καθαρόν εἰργάσατο τῆς διανοίας ὄμμα˙
τοῖς δ᾿ ἄλλοις ὄντως τύφλωσις, ἁμαρτημάτων ῥύπος,
ὅ καί ἐνταῦθα καί ἐκεῖ θείου φωτός στερήσει
καί, μή πλανᾶσθε, τῷ πυρί καί σκότει παραπέμψει.
Ἴδετε, φίλοι, ποταπός ὡραῖος ὁ Δεσπότης!
Ναί, μή καμμύσητε τόν νοῦν πρός τήν γῆν ἀφορῶντες,
ναί, μή φροντίσι τῶν ἐν γῇ πραγμάτων καί χρημάτων,
ἐπιθυμίᾳ δόξης τε κρατηθῆτε καί τοῦτον
ἐγκαταλείψετε, τό φῶς ζωῆς τῆς αἰωνίου!
Ναί, φίλοι, δεῦτε μετ᾿ ἐμοῦ, συνεπάρθητε δή μοι,
οὐ σώματι, ἀλλά νοΐ καί ψυχῇ καί καρδίᾳ,
ἐν ταπεινώσει κράζοντες πρός τόν καλόν Δεσπότην,
τόν φιλοικτίρμονα Θεόν, τόν φιλάνθρωπον μόνον.
Καί πάντως εἰσακούσεται καί πάντως ἐλεήσει
καί πάντως ἀποκαλυφθῇ καί πάντως ἐμφανίσει
καί φῶς ἡμῖν τό ἑαυτόῦ φαιδρόν καθυποδείξει.
Τί κατοκνεῖτε ταπεινοί, τί καταρρᾳθυμεῖτε,
τί προτιμᾶσθε ἄνεσιν τοῦ σώματος καί δόξαν,
τίν ἄτιμον καί ἄδοξον, τήν κενήν καί ματαίαν;
Τί λέγετε ἀμέριμνον τόν ἐνάρετον βίον;
Οὐκ ἔστιν οὕτως, ἀδελφοί, οὐκ ἔστι, μή πλανᾶσθε,
ἀλλ᾿ ὡς οἱ βίον ἔχοντες καί γυναῖκα καί τέκνα
καί πλούτου ἐφιέμενοι καί δόξης τῆς προσκαίρου
σπουδάζουσι καί τρέχουσι τό δοκοῦν ἐκπληρῶσαι,
οὕτω καί πᾶς μετανοῶν καί πᾶς Θεῷ δουλεύων
ὀφείλει σπεύδειν καί ἀεί ἐμμέριμνος ὑπάρχειν,
ὅπως εὐπρόσδεκτος αὐτοῦ ἡ μετάνοια ἔσται
καί ἡ δουλεία γένηται εὐάρεστος τελεία,
καί τότε ὅλως τῷ Θεῷ οἰκειωθείς ἐκ τούτων
ὅλος ἑνοῦται καί αὐτόν κατά πρόσωπον βλέπει
καί παρρησίαν πρός αὐτόν ἀναλόγως λαμβάνει,
καθ᾿ ὅσον σπεύδει τό αὐτοῦ θέλημα ἐκπληρῶσαι,
ὅπερ ἀξιωθείημεν καί ἡμεῖς τοῦ ποιῆσαι
καί τοῦ ἐλέους μετασχεῖν μετά πάντων ἁγίων,
νῦν μέν καθ᾿ ὅσον ἐφικτόν ἐν τῷ αἰῶνι τούτῳ,
ἐκεῖ δέ ὅλον τόν Χριστόν, ὅλον τό Θεῖον Πνεῦμα,
ἐν τῷ Πατρί ληψόμεθα εἰς αἰῶνας αἰώνων˙
ἀμήν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα