Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / Ν’. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδου κολάσεων.

Ν’. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδου κολάσεων.


n/a

Τί τό ἐν ἐμοί παρά σοῦ εἰργασμένον, ὦ τῶν πάντων αἴτιε Θεέ καί μέδον; Τί γάρ καί εἴπω, τί δ᾿ ἄρα ἐννοήσω; Μέγα μέν ἐμοί τό ὁρώμενον θαῦμα, ἄγνωστον δ᾿ ἐστί καί ἀόρατον πᾶσι. Ποῖον τοῦτο, λέξον μοι; Πιστῶς ἐξείπω˙ σκότει καί σκιᾷ, αἰσθητοῖς καί αἰσθήσει, κτίσει ἐνύλῳ, αἵματι καί σαρκί τε κρατοῦμαι, συμπέρφυρμαι, Σῶτερ, ὁ τάλας. Ἐν τούτοις δ᾿ ὄντα δυστυχῶς καί ἀθλίως ἔκπληξις συνέχει με θέλοντα φράσαι˙ βλέπω νοερῶς˙ ποῦ, τί ἤ πῶς, οὐκ οἶδα. Τό γάρ πῶς ἀνέκφραστόν ἐστιν εἰς ἅπαν, τό δέ ποῦ γνωστόν καί ἄγνωστον δοκεῖ μοι˙ γνωστόν μέν, ὅτι ἐν ἐμοί καθορᾶται καί μακρόθεν δείκνυται αὐτό γε πάλιν, ἄγνωστον δ᾿ ὅμως ὡς κἀμέ συναπάγον ἐν τῷ μηδαμοῦ μηδαμῶς ὅλως τόπῳ καί τῶν αἰσθητῶν λήθην μοι ἐμπαρέχον καί τῶν ὑλικῶν πάντων καί βλεπομένων ἔξω με γυμνόν καί σώματος ἐξάγον. Τί οὖν ἐστι τό ἐνεργοῦν μοι ταῦτα, ὅπερ καί βλέπειν εἶπον; Εἰπεῖν οὐκ ἔχω. Ὄμως ἄκουε καί συνήσεις τό πρᾶγμα˙ ἔστιν οὖν ἀκράτητον τοῖς πᾶσι πάντῃ, ἔστι καί ληπτόν καί μεθεκτόν ἀξίοις, μεταδοτικόν, συνημμένον ἀλήπτως, ἥνωμένον τε καθαροῖς ἀσυγχύτως, ἀνακεκραμμένον τε ἀμίκτῳ μίξει ὅλον ὅλοις γε τοῖς ἀμέμπτως βιοῦσι. Τοῦτο ἐν ἐμοί δίκην λαμπάδος φαίνει, μᾶλλον δέ πρῶτον εἰς οὐρανούς ὁρᾶται καί τῶν οὐρανῶν ἀμέτρως ὑπεράνω, ἀμυδρῶς πάνυ ἀοράτως ὁρᾶται. Ὅτε δέ ἐγώ ἐμπόνως ἐκζητήσω καί ἐπιμόνως αἰτήσομαι τοῦ λάμψαι, ἤ τρανότερον ἐκεῖσε καθορᾶται κάμέ τῶν κάτω χωρίζει καί συνάπτει τῇ ἐκείνου λαμπρότητι ἀρρήτως, ἤ ἐντός μου δείκνυται ἀθρόον ὅλον, φῶς σφαιροειδές, γαληνόν τε καί θεῖον, ἄμορφον, ἀνείδεον μορφῇ ἀμόρφῳ, ὁρώμενόν τε καί λαλοῦν πρός με ταῦτα˙ Τίς εἰς οὐρανούς εἶναί με περιγράφεις κἀκεῖ τε ζητεῖς καί κατοικεῖν νομίζεις; Τί με ἐπί γῆς εἶναι ὑπολαμβάνεις καί μετά πάντων συνεῖναι διαγγέλλεις καί πανταχοῦ με νομοθετεῖς ὑπάρχειν; Τό οὖν πανταχοῦ μέγεθός μοι προσάπτει, ἀμέγεθες δέ τό παράπαν ὑπάρχω˙ ὑπερμεγέθη γνῶθι γάρ μου τήν φύσιν. Τό δ᾿ ἐπί τῆς γῆς περιγραφήν ἐμφαίνει, πάντως δ᾿ ἀπερίγραπτος καθάπαξ πέλω. Τό δέ λέγειν σε συνεῖναί με τοῖς πᾶσιν, ἄγνοιαν σαυτοῦ δήλην ποιεῖς τοῖς πᾶσι˙ συνεῖναι γάρ με τοῖς ἁγίοις ἀκούεις αὐτόν ὅλον με οὐσίᾳ ἐν αἰσθήσει, θεωρίᾳ τε, ἀλλά καί μετουσίᾳ, σύν τῷ Πατρί μου καί Πνεύματι τῷ Θείῳ, καί ἐπαναπαύεσθαι σαφῶς ἐν τούτοις. Εἰ οὖν καθ᾿ ἕνα εἴπῃς ἡμᾶς συνεῖναι, πολλούς ποιήσεις εἰς πολλούς μερισθέντας˙ εἰ ἕνα φράσῃς, πῶς ὁ εἷς καί καθ᾿ ἕνα, μᾶλλον δέ ὁ εἷς πῶς καί ἄνω καί κάτω, μετά δέ πάντων πῶς ὁ αὐτός συνέσται; Τό πᾶν ὁ πληρῶν πῶς ἐν ἐνί οἰκήσει, ὁ ὤν ἐν ἑνί πῶς καί τό πᾶν πληρώσει; Ἄκουε μυστήρια Θεοῦ ἀφράστου, ἄφραστα, παράδοξα καί πάντῃ ξένα˙ ἔστι μέν Θεός ἀληθῶς, ὄντως ἔστι, τοῦτο εὐσεβεῖς πάντες ὁμολογοῦσιν, οὐδέν δέ ἐστιν, ὧν ἡμεῖς ὅλως ἴσμεν, ἀλλ᾿ οὐδ᾿ ἐξ ὧν ἄγγελοι ἴσασιν ἔστι, κἀν τούτῳ οὐδέν ὁ Θεός ἐστι, λέγω, τῶν παντων οὐδέν ὡς τῶν ἁπάντων κτίστης, ἀλλ᾿ ὑπέρ τό πᾶν. Τίς γάρ ἄν εἴποι τί ἐστι Θεός, ἵνα καί Ἔστιν, εἴπῃ, τόδε τυχόν ἤ τόδε; Ἀγνοῶ ὅλως ὁποῖος, ὁπόσος, ποταπός ἤ πηλίκος˙ ὁ οὖν ἀγνοῶν ἐγώ Θεόν, ὁποῖος μορφήν, εἶδός τε, τό μέγεθος, τό κάλλος, πῶς ἑρμηνεύσω τάς αὐτοῦ ἐνεργείας, πῶς μέν ὁρᾶται ἀόρατος ὤν πᾶσι, πῶς δέ σύνεστι τῇ κτιστῇ πάσῃ φύσει, πῶς ἐγκατοικεῖ ἐν πᾶσι τοῖς ἁγίοις, πῶς πληροῖ τό πᾶν καί οὐδαμοῦ πληροῦται, πῶς ὑπέρ τό πᾶν καί πανταχοῦ ὑπάρχει, ταῦτα γάρ οὐδείς ὅλως εἰπεῖν ἰσχύσει. Ἀλλ᾿, ὦ ἀνθρώπων ὅν οὐδείς ὅλως εἶδεν, ὦ παμβασιλεῦ, ὑπερεύσπλαγχνε μόνε, εὐχαριστῶ σοι ἐξ ὅλης μου καρδίας, ὅτι οὐ παρεῖδές με ἐν σκότει κάτω κείμενον, ἀλλ᾿ ἥψω μου χειρί σου θείᾳ, ἥν ἰδών ἐγώ ἀνέστην εὐθύς χαίρων˙ ἔλαμπε καί γάρ φαιδρότερον ἡλίου. Ἔσπευσα κρατῆσαί γε ταύτην, ὁ τάλας, καί ἠφαντώθη εὐθύς ἐξ ὀφθαλμῶν μου, καί πάλιν ὅλος ἐγενόμην ἐν σκότει. Ἔπεσα πρός τοὔδαφος πενθῶν καί κλαίων, κυλινδούμενος καί στενάζων ἐμπόνως, ποθῶν ἰδεῖν σου πάλιν τήν θείαν χεῖρα. Ἥπλωσας αὐτήν, ὤφθη μοι τρανοτέρως καί περιπλακείς κατεφίλησα ταύτην˙ ὤ χρηστότητος καί πολλῆς εὐσπλαγχνίας! Χεῖρα δέδωκεν ἀσπάσαθαι ὁ κτίστης τήν συνέχουσαν τά σύμπαντα τῷ σθένει˙ ὤ χαρίσματος, ὤ δωρεᾶς ἀφράστου! Πάλιν τε ταύτην συνέστειλεν ὁ πλάστης πάντως δοκιμάζων μου τήν προθυμίαν, εἰ ποθῶ ταύτην καί τόν ταύτης δοτῆρα, εἰ καταφρονῶ πάντων καί προτιμῶμαι ταύτην καί μένω ἐν τῇ ταύτης ἀγάπῃ. Ἔλιπον εὐθύς κόσμον καί τά τοῦ κόσμου, ἔμυσα πάσας ὁμοῦ καί τάς αἰσθήσεις, ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα καί χείλη, πᾶσιν ἔθανον συγγενέσι καί φίλοις, ναί, ὡς ἀληθῶς ἔθανον τῇ θελήσει, καί μόνην ἐζήτησα Θεοῦ τήν χεῖρα˙ ἰδοῦσα δ᾿ αὕτη οὕτως ποιοήσαντά με, ἥψατο λάθρα, χειρός ἐκράτησέ μου καί ὡδήγει με μέσον τοῦ σκότους ὄντα. Ἠσθανόμην οὖν καί χαίρων ἠκολούθουν, ἔτρεχον σφοδρῶς ἐν νυκτί καί ἡμέρᾳ, εὐτόνως ἐβάδιζον σύν προθυμίᾳ, βαδίζων δ᾿ αὖθις ἀκίνητος ὑπῆρχον καί τότε μᾶλλον προέκοπτον τοῖς πρόσω, ὤ μυστηρίων, ὤ ἄθλων, ὤ βραβείων! Οὕτω τρέχοντα τοῦ σταδίου ἐν μέσῳ πέφθακεν ἡ χείρ ἀπορρήτως ἐκείνη, τοῦ ἐμοῦ πρεσβεύσαντος πατρός ἁγίου, καί τῆς ταλαίνης ἥψατο κεφαλῆς μου καί δέδωκέ μοι τόν στέφανον τῆς νίκης, αὕτη δέ μᾶλλον στέφανος γέγονέ μοι, καί ταύτην βλέπων ἄφραστον εὐφροσύνην, ἄφραστον χαράν, ἄφραστον θυμηδίαν εἶχον – πῶς γάρ οὖ; - κόσμον ὅλον νικήσας καί τόν τοῦ κόσμου ἄρχοντα καταισχύνας ἀπό χειρός τε τοῦ Θεοῦ στέφος θεῖον, μᾶλλον δέ αὐτήν τοῦ τῶν ὅλων Δεσπότου λαβών – θαῦμα! - ἀντί στεφάνου χεῖρα, ἤ ἐκλάμπουσα ἑωρᾶτο ἀΰλως, ἀδιαλείπτως ἐμοί καί ἀνεσπέρως. Αὔτη μοι μαζός προετείνετο ὥσπερ καί θηλάζειν μοι γάλακτος ἀφθαρσίας ὡς υἱῷ Θεοῦ πλουσίως ἐχορήγει, ὤ γλυκύτητος, ὤ ἡδονῆς ἀφράστου! Αὔτη καί ποτήριον πόματος θείου καί ἀθανάτου ῥείθρου ἐγένετό μοι. Ἐξ οὗ μετασχών καί τροφῆς ἐνεπλήσθην τῆς οὐρανίου, ἥνπερ ἄγγελοι μόνοι τρέφονται καί ἄφθαρτοι διατηροῦνται, φῶτα τοῦ πρώτου δεύτερα τῇ μεθέξει. Οὕτω καί ἡμεῖς θείας καί ἀπορρήτου φύσεως γεγόναμεν κοινωνοί πάντες, τέκνα τοῦ Πατρός, ἀδελφοί τοῦ Χριστοῦ δέ, Πνεύματι βαπτισθέντες τῷ Παναγίῳ˙ πάντως δ᾿ οὐ πάντες ἐπέγνωμεν τήν χάριν, οὐ τήν ἔλλαμψιν, οὐ μέθεξιν, οὐδ᾿ ὅτι οὕτως ἐγεννήθημεν, μόλις δέ τοῦτο τῶν χιλίων εἷς εἴτε καί τῶν μυρίων ἐν τῇ μυστικῇ ἐπέγνω θεωρίᾳ. Οἱ δ᾿ ἄλλοι πάντες ἀμβλωθρίδια τέκνα τόν γεννήσαντα ἑαυτούς ἀγνοῦντες˙ ὡς γάρ οἱ νεκροί ὕδατι βαπτισθέντες εἴτε καί πυρί οὐκ αἰσθάνονται ὅλως, οὕτως οὐδ᾿ οὖτοι νεκροί τῇ ἀπιστίᾳ καί τῶν ἐντολῶν πέλοντες τῇ ἀργίᾳ ἐλλιπεῖς οὐκ ἴσασιν, ὡς πεπόνθασι τέρας φοβερόν, πίστιν πεπλανημένην, δοκεῖν ἑαυτόν υἱόν τοῦ Θεοῦ εἶναι καί μή γνωρίζειν τόν ἴδιον πατέρα. Εἰ οὖν πίστει τοῦτον σύν γνωρίζειν λέγεις καί πίστει υἱός Θεοῦ εἶναι νομίζεις, ἔστω καί ἡ σάρκωσις τοῦ Θεοῦ πίστει, καί μή ἔργῳ φῇς ἄνθρωπον γεγονέναι μηδέ αἰσθητῶς αὐτόν ἀποτεχθῆναι. Εἰ δέ γέγονεν υἱός ὄντως ἀνθρώπου, υἱόν σε ποιεῖ τοῦ Θεοῦ πάντως ἔργῳ˙ εἰ οὐ γέγονεν ἐν φαντασίᾳ σῶμα, οὐδ᾿ ἡμεῖς πάντως ἐν ἐπινοίᾳ πνεῦμα, ἀλλ᾿ ὡς ὑπῆρξε σάρξ ἀληθῶς ὁ Λόγος, οὕτω καί ἡμᾶς μεταμορφοῖ ἀρρήτως καί τέκνα ποιεῖ Θεοῦ ἐν ἀληθείᾳ. Ἄτρεπτος θεότητι μείνας ὁ Λόγος ἄνθρωπος ἐγένετο σαρκός προσλήψει, ἄτρεπτον τόν ἄνθρωπον σαρκί ψυχῇ τε τηρήσας πεποίηκεν θεόν με ὅλον, προσέλαβέ μου τήν κατάκριτον σάρκα καί θεότητα ὅλην ἐνέδυσέ με, καί γάρ βαπτισθείς Χριστόν ἐνεδυσάμην οὐχι αἰσθητῶς, νοητῶς δέ γε πάντως. Καί πῶς οὐ θεός χάριτί τε καί θέσει, αἰσθήσει καί γνώσει γε καί θεωρίᾳ, ὁ τόν τοῦ Θεοῦ Υἱόν ἐνδεδυμένος; Εἰ ἀγνοίᾳ γέγονεν ὁ Θεός Λόγος ἄνθρωπος, κἀμέ ἐν ἀγνοίᾳ γενέσθαι θεόν ὡς εἰκός ὑπονοεῖσθαι πρέπον. Εἰ δ᾿ ἐν γνώσει, πράξει τε καί θεωρίᾳ θεός ἄνθρωπος ἐχρημάτισεν ὅλος, ὅλον με θεόν τῇ Θεοῦ κοοινωνίᾳ ἐν αἰσθήσει καί γνώσει, οὐχί οὐσίᾳ, μετουσίᾳ δέ γενέσθαι πάντως χρή φρονεῖν ὀρθοδόξως. Ὥσπερ ἐγεννήθη γάρ Θεός ἀτρέπτως ἄνθρωπος ἐν σώματι καί πᾶσιν ὤφθη, οὕτως ἀφράστως, πνευματικῶς γεννᾷ με καί ἄνθρωπον μένοντα θεόν ποιεῖ με˙ καί ὥσπερ ὁρώμενος σαρκί ἐκεῖνος τό Θεός εἶναι ἠγνοεῖτο τοῖς ὄχλοις, οὕτω καί ἡμεῖς, οἷον ἦμεν, τοῖς πᾶσιν - θαῦμα! – βλεπόμενοι ἄνθρωποι πάντως τό, ὅπερ γεγόναμεν χάριτι θείᾳ, οὐ πεφύκαμεν τοῖς πολλοῖς καθορᾶσθαι. Μόνοις δ᾿ οἷς ὄμμα ψυχῆς κεκαθαρμένον πρόσεστι, φαινόμεθα ὡς ἐν διόπτρᾳ, τοῖς δ᾿ ἀκαθάρτοις ὁ Θεός, οὐδ᾿ ἡμεῖς γε οὔθ᾿ ὁρώμεθα οὔθ᾿ ὅλως γεγενῆσθαι τοιοῦτοί ποτε πιστεύομαθα πάντως. Ἄπιστοι καί γάρ τῇ πίστει καί μόνῃ προσεπερειδόμενοι χωρίς τῶν ἔργων˙ εἰ δ᾿ οὐκ ἄπιστοι, τέως νεκροί εἰς ἅπαν, ὥσπερ ὁ θεῖος ἀπεφήνατο Παῦλος. Μή ἀπιστήσῃς, ἐμοί δέ λέγε καί σοφῶς ἀποκρίνου. Ποῖον ἐκ τούτων προτιμήσεις τῶν δύο˙ νεκράν γε πίστιν ἔργων ἐστερημένην ἤ ἀπιστίαν τῆς πίστεως ἐν ἔργοις; Πάντως ἐρεῖς μοι˙ Τίς τῶν ἔργων ἡ χάρις πίστεως δίχα τῆς ὀρθῆς καί τελείας; Κἀγω σοι πάλιν ἀντιφθέγξομαι˙ Τί δέ ὄφελος τῆς πίστεως τῶν ἔργων δίχα; Εἰ οὖν τά, ἅπερ προειρήκαμεν, γνῶναι βούλει τε θεός κατά χάριν γενέσθαι, οὐ λόγῳ, οὐ δοκήσει, οὐκ ἐπινοίᾳ, οὐ μόνῃ πίστει ἐστερημένῃ ἔργου, ἀλλά πείρᾳ, πράγματι καί θεωρίᾳ νοερᾷ καί γνώσει τε μυστικωτάτῃ, πρᾶξον ἅτινα ὁ Σωτήρ σοι προστάττει - κἀκεῖνος ταῦτα διά σέ καθυπέστη-, καί τότε ἴδοις φῶς λαμπρότατον φάναν, ἀέρι ψυχῆς πάμπαν λελευκασμένῳ, ἀΰλως τήν ἄϋλον σαφῶς οὐσίαν ὅλην δι᾿ ὅλου ὄντως διϊκνουμένην, ἐκ ταύτης δ᾿ ὅλον ὡς ἐν ὅλῳ τό σῶμα οὔσης καί αὐτῆς ψυχῆς τῆς ἀσωμάτου, καί λάμψει τό σῶμά σου ὡς ἡ ψυχή σου, ἡ ψυχή δ᾿ αὖθις ὡς ἡ λάμψασα χάρις ἔσεται ἀστράπτουσα, Θεός καθάπερ. Εἰ δ᾿ ἀποκνήσεις μιμήσασθαι τοῦ κτίστου τήν ταπείνωσιν, τά πάθη καί τάς ὕβρεις καί ὑποστῆναι ταῦτα οὐ καταδέξῃ, εἴτε νοερῶς, αἰσθητῶς δέ γε μᾶλλον, ἐναπελείφθης - ὤ τῆς ἀβελτηρίας! – ἐν ζόφῳ καί ταρτάρῳ τοῦ σοῦ σαρκίου, ὅ φθορά ἐστι – τί γάρ ὑπάρχει ἄλλο, εἰ μή θάνατος ἐν ἀθανάτῳ σκεύει; - ἐγκεκλεισμένος μενοῦνγε εἰς αἰῶνας, πάντων ἀγαθῶν τῶν ἐν φωτί κἀυτοῦ δέ τοῦ φωτός στερισκόμενος. Οὔπω γάρ λέγω τό γε καί πυρί βρυγμῷ τῶν ὀδόντων, κλαυθμῷ τε καί σκώληκι παραδοθῆναι, ἀλλ᾿ ὡς ἐν πίθῳ τῷ σώματι οἰκῆσαι μετά τήν ἀνάστασιν, ὡς καί πρό τούτου, καί μηδαμόθεν ἔξωθεν ἀποβλέπειν μηδέ φῶς ἐντός εἰσδέχεσθαι παράπαν, ἀλλ᾿ οὕτω κεῖσθαι τῶν ἐνταῦθα ἡδέων πάντων στερισκόμενον καί τῶν μελλόντων, καθώς προεῖπον. Λέγε οὖν ὁ ἀκούων, ὁ λέγων˙ Οὐ βούλομαι τῆς βασιλείας τῆς ἀκηράτου ἔνδον γενέσθαι οὐδ᾿ ἀπολαύειν τῶν ἀγαθῶν ἐκείνων, ἀλλ᾿ἔξω μόνον τῆς κολάσεως εἶναι καί πεῖραν πυρός μή λαβεῖν με κἄν ὅλως. Τί σοι ὄφελος γενομένῳ, ὡς εἶπον; Ἀπόκρινέ μοι, σοφώτατε, καί λέγε! Ἆρα λογίσῃ τιμωρίαν ἑτέραν εἶναι μείζονα ἤ γενέσθαι ὅλως; Ἄπαγε, καί γάρ ὡς μόνος ἐν βασάνοις τότε καί εἶναι καί κολάζεσθαι φήσεις. Εἰ γάρ καί εἴποις πνευματικόν τό σῶμα τότε ἀπολήψεσθαι, καί πῶς ὡς πίθῳ ἐναποκλεισθήσεται ψυχή ἐν τούτῳ; Ἄκουσον, διδάχθητι, πῶς ἔσται τοῦτο! Ὥσπερ ὁ σπόρος σπείρεται κατά γένος - σίτου σοι λέγω καί κριθῆς καί τῶν ἄλλων – καί κατά γένος αὖθις ἀναβλαστάνει, οὕτω καί τά σώματα τῶν γε θνῃσκόντων πίπτουσιν εἰς γῆν, οἷα τύχωσιν εἶναι. Αἱ οὖν ἐξ αὐτῶν ψυχαί διαζευχθεῖσαι ἐν τῇ μελλούσῃ τῶν νεκρῶν ἀναστάσει, τούτων ἑκάστη κατ᾿ ἀξίαν εὑρίσκει τό κατάλυμα φωτός ἤ σκότους πλῆρες. Αἰ μέν καθαραί καί φωτός μετασχοῦσαι καί ἀνάψασαι τάς ἑαυτῶν λαμπάδας ἔσονται πάντως ἐν φωτί ἀνεσπέρῳ˙ αἱ δ᾿ ἀκάθαρτοι καί τυφλά τῆς καρδίας ἔχουσαι τά ὄμματα καί σκότους πλήρεις, πῶς ἄρα θεάσονται φέγγος τό θεῖον; Εἴπῃς οὐδαμῶς˙ τούτων οὖν, εἰπέ μοι, τίς δεομένων μετά πότμον ἀκούσει καί διανοίξει ὀφθαλμούς τούτων, οἴμοι, τῶν ἑκουσίως βλέψαι μή βουληθέντων μηδέ ἀνάψαι τήν ψυχικήν λαμπάδα; Σκότος οὖν ἐκδέξεται ἀφεγγές τούτους. Τά σώματα δέ, ὡς εἴπομεν, ἐπίσης φθείρονται καί σήπονται καί τῶν ἁγίων, ἀλλ᾿ ἐγείρονται, οἷα ταῦτα ἐσπάρη, σῖτος καθαρός, σῖτος ἡγιασμένος, τοῦ Ἁγίου Πνεύμτος ἅγια σκεύη˙ ὡς ὑπάρξαντα καθαρώτατα πάνυ ἐξεγείρονται αὖθις δεδοξασμένα, λάμποντα, ἀστράπτοντα, ὡς φῶς τό θεῖον. Τούτοις ἐνοικήσασαι ψυχαί ἁγίων ὑπέρ γε τόν ἥλιον λάμψουσι τότε καί γενήσονται ὅμοιοι τοῦ Δεσπότου, οὗτινος ἐτήρησαν τούς θείους νόμους. Τῶν δ᾿ ἁμαρτωλῶν ἐξανίστανται αὖθις, οἷα καί αὐτά ἐν τῇ γῇ κατεσπάρη βορβορώδη, δύσοσμα, σαπρίας πλήρη, σκεύη βέβηλα, ζιζάνια κακίας, πάνυ ζοφώδη ὡς τά τοῦ σκότους ἔργα πράξαντα καί ὄργανα κακῶν παντοίων χρηματίσαντα τοῦ πονηροῦ σπορέως˙ ἐξανίστανται δ᾿ ἀθάνατα καί ταῦτα καί πνευματικά, πλήν ἐοικότα σκότει. Τούτοις οὖν ψυχαί ἄθλιαι ἑνωθεῖσαι, ζοφώδεις αὗται καί ἀκάθαρτοι οὖσαι, ὅμοιοι γενήσονται τῷ διαβόλῳ ὡς τά ἐκείνου μιμησάμεναι ἔργα καί τάς ἐκείνου τηρήσασαι προστάξεις, μεθ᾿ οὗ καί ταχθήσονται πυρί ἀσβέστῳ, τῷ σκότει καί ταρτάρῳ παραπεμφθεῖσαι, μᾶλλον δέ αὗται κατά ἀναλογίαν καταχθήσονται τοῦ βάρους, κατ᾿ ἀξίαν τῶν ἁμαρτιῶν, ὧν ἕκαστος βαστάζει κἀκεῖ διάξει εἰς αἰῶνας αἰώνων. Οἱ δέ ἅγιοι, ὥσπερ εἴπομεν, πάλιν τῶν ἀρετῶν ἕκαστος πτεροῖς ἀρθέντες εἰς ἀπάντησιν καί οὗτοι τοῦ Δεσπότου ἀναβήσονται, ἕκαστος κατ᾿ἀξίαν˙ ὡς ἑαυτόν τις προευτρέπισε πάντως ἐγγύθεν ἤ πόρρωθεν ἔσται τοῦ κτίστου, συνέσται τ᾿ αὐτῷ εἰς ἀπείρους αἰῶνας σκιρτῶν καί τερπόμενος ἄληκτον τέρψιν, ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα