Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / Β΄. Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.

Β΄. Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.


n/a

Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι,
τόν ἀκάθαρτον, τόν ἄσωτον, τόν πόρνον;
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καί φῶς ποιοῦσαν ἅπαντά μου τά μέλη;
Σῶμα γάρ τό σόν, τό ἄχραντον καί θεῖον,
ἀπαστράπτει ὅλον πυρί θεότητός σου
ἀναφυραθέν καί συμμιγέν ἀρρήτως˙
τοῦτο οὖν κἀμοί ἐδωρήσω, Θεέ μου.
Τό γάρ ῥυπαρόν καί φθαρτόν τοῦτο σκῆνος
τῷ παναχράντῳ ἑνωθέν σώματί σου
καί μιγέν τό αἷμά μου τῷ αἵματί σου
ἡνώθην, οἶδα, καί τῇ θεότητί σου
καί γέγονα σόν καθαρώτατον σῶμα,
μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως,
μέλος τηλαυγές καί διαυγές καί λάμπον.
Ὁρῶ τό κάλλος, βλέπω τήν λαμπηδόνα,
ἐνοπτρίζομαι τό φῶς τῆς χάριτός σου
καί τό ἄρρητον ἐκπλήττομαι τῆς αἴγλης καί ἐξίσταμαι κατανοῶν ἑαυτόν˙
ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα!
Καί εὐλαβοῦμαι καί ἐμαυτόν αἰδοῦμαι
καί, ὡς σέ αὐτόν, καί τιμῶ καί φοβοῦμαι
καί ἐξαπορῶ, ἐντρεπόμενος ὅλως,
τό ποῦ καθίσω καί τίνι προσεγγίσω
καί ποῦ τά μέλη τά σά προσανακλίνω,
εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις
ὅλως χρήσωμαι τά φρικτά τε καί θεῖα.
Δός μοι καί λαλεῖν καί πράττειν, ἅπερ λέγω,
ὦ δημιουργέ καί πλαστά καί Θεέ μου!
Εἰ γάρ, ἅ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου,
γέγονα χαλκός ἠχῶν μάτην μεγάλα
καί ἀναισθητῶν πρός τήν ἠχήν τῶν κτύπων˙
ἀλλά μή ἀφῇς μηδέ ἐγκαταλίπῃς,
μηδέ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ μου,
καί ταλαίπωρον, τόν πτωχόν τε καί ξένον,
τόν μυρία σοι τάλαντα χρεωστοῦντα,
ἀλλ᾿ ὥσπερ πάλαι, καί νῦν πατρῴας πάσης,
πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων
καί ἄλλων πάντων συγγενῶν τε καί φίλων
ἀπεχώρισας ἁμαρτωλόν με ὄντα
καί πάντων τούτων εὐτελέστερον, Σῶτερ,
καί προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις
τόν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου.
Οὕτω καί νῦν με ἐλέησον, οἰκτίρμον,
οὕτω μᾶλλον δέ μειζόνως, ὦ Θεέ μου,
καί σπλαχνίσθητι καί περιφύλαξόν με
καί τοῦ θυμοῦ μου πράϋνον τάς κινήσεις
καί ἱκάνωσον τοῦ μακροθύμως φέρειν πάντα πειρασμόν καί λύπην τήν τοῦ βίου,
ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως,
ὅσα δαιμόνων πειράζει φθονερά φύσις
καί οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου
ἔργῳ μοι, λόγῳ προξενοῦσι˙ φεὐ, οἴμοι,
ὅτι τά ἐμά μέλη με δαπανῶσι,
καί ὀδυνῶμαι δι᾿ αὐτά ταῦτα πάλιν.
Ἄγομαι ποσί κεφαλή λαχών εἶναι,
καί γυμνοποδῶ καί ἀκάνθαις κεντοῦμαι
καί σφόδρα ἀλγῶ τήν ὀδύνην μή φέρων˙
τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει
καί εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος˙
ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με
καί περισκελίζομαι καί πίπτω κάτω.
Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι˙
τό κεῖσθαι κακόν καί τό ὁδεύειν οὕτως
χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινόν ὄντως,
ὡς πάσας ἄλλας συμφοράς ὑπερβαῖνον.
Κύριε, δός μοι κατάνυξιν καί πένθος
ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου,
ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ
ἐκδουλεῦσαί σοι καί καλῶς θεραπεῦσαι
καί τάς ἁγίας ἐντολάς σου φυλάξαι.
Εὐχαριστῶ σοι, ὅτι ζῆν δέδωκάς μοι
καί γινώσκειν σε καί προσκυνεῖν, Θεέ μου˙
τοῦτο γάρ ζωή, τό σέ γινώσκειν μόνον
Θεόν, κτίστην τε καί ποιητήν ἁπάντων,
ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον,
καί τό σόν υἱόν ἀπό σοῦ γεννηθέντα,
καί ἐκπορευτόν τό Πανάγιον Πνεῦμα,
τήν πανύμνητον τριαδικήν μονάδα,
ἥν τό προσκυνεῖν εὐσεβῶς καί λατρεύειν ὑπέρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει,
κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς.
Τί γάρ ἀγγέλων, τί δέ τῶν ἀρχαγγέλων,
κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε
καί παςῶν ἄλλων στρατιῶν οὐρανίων
 ὑπάρχει δόξα ἤ φῶς ἀθανασίας
ἤ χαρά ἤ ἔλλαμψις ζωῆς ἀΰλου,
εἰ μή τό ἕν φῶς τῆς Ἁγίας Τριάδος
διαιρούμενον τρισσῶς ἀδιαιρέτως,
ὅ ἕν ὑπάρχει ἐν τρισί χαρακτῆρσι,
γινωσκόμενον ἀγνώστως, ὅσον θέλει;
Οὐδέ γάρ ἐνδέχεται κτίσμα τόν κτίστην
οὕτω γινώσκειν ἤ νοΐ βλέπειν ὅλον,
ὡς αὐτός οἶδεν ἑαυτόν κατά φύσιν˙
κατά χάριν δέ βλέπουσι καί νοοῦσιν
ἄγγελοι πάντες καί πᾶσα κτιστή φύσις,
οὐ καταλαμβάνοντες, ἀλλά νοοῦντες,
καθό γνωσθῆναι ἤ φανῆναι θελήσει
τοῖς τυφλοῖς τό φῶς ἤ καί βλέπουσι πάντως˙
καί γάρ ὀφθαλμός χωρίς φωτός οὐ βλέπει,
ἀλλά καί ὁρᾶν ἐκ τοῦ φωτός λαμβάνει,
ὅτι παρ᾿ αὐτοῦ καί ἐδημιουργήθη.
Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς,
εὑρήσεις πάντα Θεόν πεποιηκότα.
Τά ἐν οὐρανοῖς εἴ τι δι᾿ ἄν καί ἀκούσῃς,
τά ἐπί τῆς γῆς καί τά ἐν ταῖς ἀβύσσοις,
καί τούτων πάντων μία ζωή καί δόξα,
μία ἔφεσις καί μία βασιλεία,
πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη
καί πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη,
ἡ ἐπίγνωσις τῆς ἀρχῆς καί αἰτίας,
ὅθεν παρήχθη καί γεγόνασι πάντα. Τοῦτο σύστασις τῶν ἄνω καί τῶν κάτω,
τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων,
τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων,
τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν
προσλαβόμενοι γνῶσιν καί φόβον πλείω,
ὅτει πίπτοντα τόν Σατανᾶν ἑώρων
καί τούς σύν αὐτῷ ὑπαχθέντας οἰήσει˙
ὅσοι γάρ μόνον ἐπελάθοντο τούτου
καί κατέπεσον ἐπάρσει δουλωθέντες,
ὅσοι δέ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν,
ἐκουφίζοντο φόβῳ καί τῇ ἀγάπῃ,
προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ.
Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας
καί τήν προσθήκην τῆς ἀγάπης ἐποίει,
ὅτι καί πλείω τήν ἀστράπτουσαν αἴγλην
καί τρανοτέραν ἑώρων τῆς Τριάδος,
καί τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην
ἀπεκρούετο καί ἀτρέπτους ἐποίει
τούς τρεπτήν φύσιν τό κατ᾿ ἀρχάς λαβόντας,
ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα