Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.

δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.


n/a

Καινούς τοιγαροῦν οὐρανούς καί καινήν γῆν ἐπαγγειλαμένου αὐτοῦ, οὐδείς ἀντερεῖ τῶν πιστῶν· οὐδέ μήν ἄρα τῷ Κυρίῳ ταῦτα λέγοντι ἀπιστήσει. Καθάπερ γάρ τά ἡμέτερα λυόμενα σώματα οὐκ εἰς τό μηδαμῇ μηδαμῶς εἶναι χωρεῖ, ἀλλά πάλιν διά τῆς ἀναστάσεως ἀνακαινίζεται, οὕτω δή καί ὁ οὐρανός καί ἡ γῆ καί τά ἐν αὐτῇ πάντα, ἤγουν πᾶσα ἡ κτίσις, ἀνακαινισθήσεται καί ἐλευθερωθήσεται ἀπό τῆς δουλείας τῆς φθορᾶς καί· καί συμμεθέξει τά στοιχεῖα ταῦτα μεθ᾿ ἡμῶν τῆς ἐκεῖθεν λαμπρότητος καί ὅν τρόπον ἅπαντας ἡμᾶς τό πῦρ δοκιμάσει, κατά τόν θεῖον ἀπόστολον, οὕτως καί ἡ κτίσις πᾶσα διά πυρός ἀνακαινισθήσεται. Καί τοῦτο, δι᾿ ὧν ὁ ἀπόστολος Πέτρος γράφει, μαθεῖν ἐστιν· "Ἥξει γάρ, φησίν, ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοί ῥοιζηδόν παρελεύσονται, στοιχεῖα δέ καυσούμενα λυθήσονται καί γῆ καί τά ἐν αὐτῇ ἔργα κατακαήσεται". Ὁρᾷς πῶς διά πυρός λέγει τά πάντα ἀναχωνευθήσεσθαι καί ἀλλοιωθήσεσθαι; Διό καί ἐπιφέρων φησί· "Τούτων οὖν πάντων λυομένων, ποταπούς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καί εὐσεβείαις; " Λυθήσονται δέ ἄρα πῶς; Ὥσπερ σκεῦος χαλκοῦν πεπαλαιωμένον, ῥυπωθέν καί ἀχρειωθέν ὑπό ἰοῦ, τῷ πυρί παραδίδοται ὑπό τοῦ τεχνίτου καί οὕτως ἀναχωνευόμενον καινόν ὑπ᾿ αὐτοῦ πάλιν κατασκευάζεται, τόν αὐτόν τρόπον καί ἡ κτίσις, ἐπεί ἐπαλαιώθη καί ὑπό τῶν ἁμαρτιῶν ἡμῶν ἐρρυπώθη, ὑπό τοῦ δημιουργοῦ τῶν ὅλων διά πυρός λυθήσεται, εἴτ᾿ οὖν ἀναχωνευθήσεται καί ἀναστοιχειωθήσεται καί λαμπρά καί καινοτέρα ἀσυγκρίτως τῆς νυνί ὁρωμένης γενήσεται.

Οὕτως δέ περί τούτων τοῦ ἀποστόλου γράψαντος Πέτρου, μετ᾿ ὀλίγα πάλιν φησί· "Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι εὑρεθῆναι ἐν εἰρήνῃ καί τήν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθώς καί ὁ ἀγαπητός ἡμῶν ἀδελφός Παῦλος κατά τήν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, ὡς καί ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περί τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἅ οἱ ἀμαθεῖς καί ἀστήρικτοι στρεβλοῦσιν ὡς καί τάς λοιπάς γραφάς πρός τήν ἰδίαν αὐτῶν ἀπώλειαν"· Τοῦτο δέ οὐχ οἱ τότε μόνον, ἀλλά καί νῦν οἱ πλεῖστοι ἤ καί οἱ πάντες σχεδόν εἰπεῖν πάσχομεν ἐξ ἀγνοίας, πάντα συγχέοντες, πάντα τά τῆς θείας Γραφῆς πρός τήν ἀπώλειαν ἡμῶν στρεβλοῦντες ἤγουν παρερμηνεύοντες, συνηγόρους οἱονεί τῶν ἰδίων παθῶν καί ἐπιθυμιῶν καί τῆς ἀπωλείας ἡμῶν σπουδάζοντες ἔχειν καί ποιεῖν τάς θείας Γραφάς.

Ἀλλ᾿ ἴδωμεν τί καί Παῦλος ὁ θεῖός φησι περί τῆς κτίσεως καί τοῦ ταύτης ἀνακαινισμοῦ· εἰπών τοίνυν· "Λογίζομαι ὅτι οὐκ ἄξια τά παθήματα τοῦ νῦν καιροῦ πρός τήν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς", ἐπήγαγεν· "Ἡ γάρ ἀποκαραδοκία τῆς κτίσεως τήν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται". Ἀποκαραδοκίαν τήν προσδοκίαν, τήν σφοδράν ἐπιθυμίαν φησίν, ἀποκάλυψιν δέ τήν ἐν τῇ ἀναστάσει φανέρωσιν· ἐν ταύτῃ γάρ διά τῆς τοῦ Χριστοῦ καί Θεοῦ παρουσίας φανερωθῆναι δεῖ τούς υἱούς τοῦ Θεοῦ καί φανῆναι τό κάλλος αὐτῶν καί αὐτούς ὅλους οἷοί εἰσι, καθώς γέγραπται· "Τότε λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος", οἱ τοῦ δικαίου Θεοῦ υἱοί δηλονότι. Ἵνα δέ μή ὑπολάβῃς ἑτέραν τινά κτίσιν τόν θεῖον λέγειν ἀπόστολον, ἐπιφέρων φησί· "Τῇ γάρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλά διά τόν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι".

Ὁρᾷς ὅπως οὐκ ἀπό σκοποῦ ἔφθην εἰπών ὅτι οὐκέτι δουλεῦσαι τῷ παραβάντι Ἀδάμ ἡ κτίσις ἐβούλετο, τοῦτον ἰδοῦσα ἐκπεπτωκότα τῆς θείας δόξης ὡς προσκεκρουκότα Θεῷ τῷ αὐτοῦ ποιητῇ; Διά δή τοῦτο, πρό καταβολῆς κόσμου τήν ἐκ παλιγγενεσίας αὐτοῦ σωτηρίαν ὁ Θεός προορίσας, ὑπέταξεν αὐτῷ τήν κτίσιν, καταρασάμενος ταύτην ἵνα, φθαρτῷ γενομένῳ τῷ δι᾿ ὅν παρήχθη ἀνθρώπῳ, φθαρτή καί αὐτή γένηται, ὡς ἄν φθαρτήν αὐτῷ τήν τροφήν ἐτησίως παρέχῃ· ὁπόταν δέ ἀνακαινίσῃ τόν ἄνθρωπον καί ἄφθαρτον καί ἀθάνατον καί πνευματικόν αὐτόν ἀπεργάσηται, τηνικαῦτα καί αὐτήν ὅλην τήν κτίσιν, φημί, σύν αὐτῷ ἀλλιώσει καί ἀΐδιον ταύτην ἀποτελέσει· τοῦτο γάρ δι᾿ ὧν εἶπεν ἐδήλωσεν· (68) "Τῇ γάρ ματαιότητι, φησίν, ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλά διά τόν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι". Οἷον, οὐκ ἀφ᾿ ἑαυτῆς, φησί, τῇ ἀνθρωπότητι ὑπετάγη, οὐχ ἑκοῦσα εἰς φθοράν μετήχθη καί φθαρτούς προφέρει καρπούς καί βλαστάνει ἀκάνθας ὁμοῦ καί τριβόλους, ἀλλά τῇ τοῦ Θεοῦ πειθαρχοῦσα προστάξει τοῦ ἐπ᾿ἐλπίδι πάλιν ἀνακαινίσεως ταῦτα διορισαμένου. Τοῦτο δέ ποιῆσαι σαφέστερον βουληθείς ἔφη· "Καί γάρ καί αὐτή ἡ κτίσις ἐλευθερωθήσεται ἀπό τῆς δουλείας τῆς φθορᾶς εἰς τήν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ".

Εἶδες πῶς οὐκ ἀπεικός εἴπομεν ὅτι καί ἡ κτίσις αὕτη ἄφθαρτος πᾶσα τό κατ᾿ ἀρχάς καί εἰς παραδείσου τάξιν παρήχθη παρά Θεοῦ, καταραθεῖσα δέ εἰς φθοράν καί δουλείαν μετήχθη, τῇ ματαιότητι τῶν ἀνθρώπων ὑποταγεῖσα. Ὅρα δέ καί οἵα ἔσται ἡ ἐσχάτη λαμπρότης αὐτῆς.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα