Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἀντεπιγραφή ἑβδόμη


n/a

Ἀντεπιγραφή ἑβδόμη

Ἐπειδή τινες ἀκούοντες τό Πνεῦμα τό ἅγιον ἐκ τοῦ Υἱοῦ ὑπάρχον καί ἀναβλύζον καί  προϊόν, οὐχί τήν φύσιν τοῦ Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ πηγάζειν καί ἀναβλύζειν τερατολογοῦσιν, ἀλλά τό πνευματικόν χάρισμα τό τοῖς ἀξίοις ἐπιγινόμενον, διά τό τήν ἐγγινομένην αὐτοῖς ἐνοίκησιν τῆς πανταχοῦ παρούσης θεότητος τοῦ ἁγίου Πνεύματος σχετικῶς γίνεσθαι, οὕτω τό τοιοῦτον ἐκλαμβάνοντες χάρισμα, ὥσπερ ἄν εἰ ἀποδιῃρημένον τῆς θείας οὐσίας νοοῖτο τοῦ Πνεύματος , συνελέγησαν αἱ παροῦσαι γραφικαί χρήσεις, ἐξ ὧν ἔχει τις διαγνῶναι, ὡς κἄν ἡ ἐγγινομένη τοῖς ἀξίοις ἐνοίκησις τοῦ παναγίου Πνεύματος σχετική ἐστιν ἀρρήτως καί ὑπέρ λόγον, ἀλλ᾿ἐπεί ἐκεῖ τά χαρίσματα προχέονται, ὅπου ἡ θεία φύσις αὐτοῦ σχετικῶς ἐνοικήσει, αὐτό τό Πνεῦμα τό ἅγιον, τό ἕν τῆς Τριάδος καί συμπληρωτικόν, ὅπερ ἐστί θεία φύσις καί τέλειος Θεός, ὡς ὁ Πατήρ καί ὁ Υἱός, δηλοῦται, ὅταν τις λέγῃ τό Πνεῦμα τό ἅγιον προϊόν καί ἀναβλύζον καί ὑπάρχον ἐκ τοῦ Υἱοῦ.

Ἀντεπιγραφή ἑβδόμη

Ὄντως οὐκ οἶδεν ἅ λέγει οὔτε περί τίνων διαβεβαιοῦται ὁ καί ταύτην τήν ἐπιγραφήν συνθείς. Οὐδείς γάρ τῶν εὐσεβεῖν ᾐρημένων διεσπαρμένην εἶναι νομίζει τῆς θείας φύσεως τήν θείαν χάριν καί τήν ἐνέργειαν˙ οὐ μήν ὅτι ἀχώριστός ἐστι τῆς θείας φύσεως ἡ θεία ἐνέργεια, παρά τοῦτο καί φύσις ἐστίν ἡ ἐνέργεια ταύτης μηδέν διαφέρουσα (τοῦτο γάρ τῆς Βαρλαάμ καί Ἀκινδύνου δυσσεβείας ἐστίν)˙ ἡ μέν γάρ θεία ἐνέργεια ἐκ τῆς θείας φύσεώς ἐστι καί ἐνθεωρεῖται ταύτῃ κατά τούς θεολόγους, ἀλλ᾿ οὐκ ἔστι καθ᾿ αὑτήν, ἡ δέ θεία φύσις οὐκ ἐκ τῆς ἐνεργείας ἐστί καθ᾿ ἑαυτήν ἐστι καί τῶν θείων ἐνεργειῶν ἐστι πηγή. Ἀλλά καί τό Πνεῦμα τό ἅγιον οὐκ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ φαμεν˙ οὗτος δέ λέγων εἶναι τοῦτο ἐκ τῆς φύσεως, ἡμῖν ἀντιλέγειν οἴεται καί τἀναντία ἡμῶν κατασκευάζειν, μηδέν διαφέρειν, ὡς ἔοικε, νομίζων τήν φύσιν τῆς ὑποστάσεως, ἤ καί διαφοράν ἀφρόνως εἰσάγων φύσεως ἐπί τῆς ἁγίας Τριάδος, ἐπεί διαφοράν ἐστιν ὑποστάσεων.
 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;