Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἐπιγραφή - Ἀντεπιγραφή δεκάτη


n/a

Ἐπιγραφή δεκάτη

Αἱ παροῦσαι γραφικαί χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολόγησαν ἴδιον τοῦ Πατρός τόν Υἱόν εἶναι, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα, καί ἐξ αὐτοῦ εἶναι, ὡς ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ, κατεστρώθησαν ἐνταῦθα, ἵν᾿ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν ὡς καί τό Πνεῦμα διά τοῦτο ἴδιον τοῦ Υἱοῦ λέγεται εἶναι, διά τό ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι˙ καί αὖ διά τοῦτο ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγεται, διά τό τῆς τοιαύτης οὐσίας ἴδιον ἀγαθόν εἶναι αὐτό, ὅπερ ἐμφαίνει καί τήν πρός τόν Υἱόν τοῦ Πνεύματος ὁμοουσιότητα. Εἰ γάρ κατ᾿ ἄλλον τινα λόγον ὁμοουσιότητος, ὁποῖός ἐστιν ὁ περί δύο τινῶν ὁμοουσίων λεγόμενος, ἐν οἷς οὐκ ἔστι διά τοῦ ἑτέρου τό ἕτερον, ἦν τό Πνεῦμα ἴδιον τοῦ Υἱοῦ καί ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, ἦν ἄν καί ὁ Υἱός ἴδιος τοῦ Πνεύματος καί ἐκ τῆς οὐσίας τοῦ Πνεύματος διά τό ἀντιστρέφον τῆς τοιαύτης ὁμοουσιότητος, ὅπερ οὔτε ἐρρήθη παρά τινος τῶν ἁγίων οὔτε ρηθήσεταί ποτε παρά τοῦ τῶν ὀρθοδοξεῖν αἱρουμένων. Ἡ δέ τοιαύτη ὁμοουσιότης οὐδέ κυρίως ὁμοουσιότης, ἀλλ᾿ ἡ συνάπτουσα τό ἕτερον τῷ ἑτέρῳ, ὡς δι᾿ αὐτοῦ ἤ ἐξ αὐτοῦ ὑπάρχον φυσικῶς τε καί οὐσιωδῶς. Καί μαρτυρήσει τοῦτο ἡ ἐνταῦθα κατεστρωμένη τοῦ μεγάλου Βασιλείου χρῆσις ἡ λέγουσα «μή τά ἀδελφά ἀλλήλοις ὁμοούσια λέγεσθαι», προστίθενται δέ καί αἱ δηλοῦσαι χρήσεις διά τοῦτο εἶναι τόν Υἱόν ὁμοούσιον τῷ Πατρί, διά τό ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, ἵν᾿ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν, ὡς καί τό Πνεῦμα διά τοῦτό ἐστι τῷ Υἱῷ ὁμοούσιον, ὅτι ἐκ τῆς αὐτοῦ οὐσίας ἐστί.

Ἀντεπιγραφή δεκάτη

Ἴδιον ἐστιν ὁ Υἱός τοῦ Πατρός, ὡς ἐξ αὐτοῦ γεννηθείς, ὡσαύτως καί τό Πνεῦμα τό ἅγιον, ὡς ἐξ αὐτοῦ τοῦ Πατρός ἐκπορευόμενον, καθ᾿ ἅ καί ὁ μέγας Βασίλειος ἐν τοῖς Πρός Εὐνομιανούς φησι κεφαλαίοις, γράφων˙ «τήν πρός τόν Πατέρα οἰκειότητα νοῶ τοῦ Πνεύματος, ἐπειδή παρά τοῦ Πατρός ἐκπορεύεται». Λέγεται δέ καί τοῦ Υἱοῦ τό Πνεῦμα, ἐπειδή ὁ αὐτός ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Πρός Ἀμφιλόχιόν φησιν, «ὡς κατά τήν φύσιν ᾠκειωμένον αὐτῷ». Ἔστι δέ τῶν ἀδυνάτων τά τῇ φύσει ταυτά μή καί ἀλλήλοις οἰκεῖα εἶναι˙ οὐ λέγεται δέ ὁ Υἱός τοῦ Πνεύματος, ἵνα μή δόξῃ Πατήρ τό Πνεῦμα τό ἅγιον, ἅτε τοῦ Υἱοῦ Πατέρα δεικνύντος τόν οὗπερ ἄν λέγοιτο Υἱός. Ὁ δέ λατινόφρων οὗτος ἐκ τῶν ὑγιῶς ἐνταῦθα κατεστρωμένων ρήσεων οὐδέν συνάγει ὑγιές. Ἐξελέγχεται μέντοι καί παρ᾿ ἑαυτόῦ λέγων διά τό ὁμοούσιον ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγεσθαι τό Πνεῦμα˙ οὐ γάρ ἔσται διά τοῦτο καί ἐκ τῆς ὑποστάσεως˙ συμβήσεται γάρ ἐξ ἀλλήλων εἶναι ταῦτα, διό οὐδείς οὐδέποτε τῶν ἁπάντων τό Πνεῦμα τό ἅγιον εἴρηκεν ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ, ἀλλ᾿ ἐκ τῆς τοῦ Πατρός.
 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;