Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἐπιγραφή - Ἀντεπιγραφή δευτέρα


n/a

Ἐπιγραφή δευτέρα 

Ἐπειδή εἰσί τινες ἀντιλέγοντες ταῖς γραφικαῖς χρήσεσι, τοῖς δηλοῦσαις διά τοῦ Υἱοῦ εἶναι τό Πνεῦμα ἐκ τοῦ Πατρός, συνελέγησαν καί αἱ παροῦσαι γραφικαί χρήσεις, αἱ δηλοῦσαι προσεχῶς καί ἀμέσως τόν Υἱόν ἐκ Πατρός εἶναι, εἰς συγκρότησιν τῶν δηλουσῶν χρήσεων διά τοῦ Υἱοῦ εἶναι τό Πνεῦμα. Εἰ γάρ μή ἦν τό Πνεῦμα διά τοῦ Υἱοῦ, διατί μή καί αὐτό ἀμέσως ἐρρήθη εἶναι ἐκ τοῦ Πατρός;

Ἀντεπιγραφή δευτέρα

Καί μήν ἐρρήθη καί τό θεῖον Πνεῦμα ἐκ Πατρός ἀμέσως καί ἀνῄρηταί σου παντάπασιν ἡ τῆς δυσσεβείας πρόφασίς τε καί παράστασις. Γρηγόριος γάρ ὁ τῆς θεολογίας ἐπώνυμος δεύτερον ἐν τοῖς Ἔπεσιν ἀπό τοῦ Πατρός εἶναί φησι τό Πνεῦμα τό ἁγιον καθά καί τόν Υἱόν. Ὁ δέ Νύσσης, σύν πολλοῖς ἑτέροις, πρός ἕν πρόσωπον, τό πατρικόν, ὡσαύτως ἔχειν ἑκάτερόν φησιν, ἄνευ τοῦ τρόπου τῆς ὑπάρξεως. Ἀλλά καί τά τοῦ ἀνθρώπου, φησί, πρόσωπα οὐκ ἀπό τοῦ αὐτοῦ προσώπου κατά τό προσεχές ἔχει τό εἶναι, ὡς  πολλά καί διάφορα εἶναι πρός τοῖς αἰτιατοῖς καί τά αἴτια. Ἐπί δέ τῆς ἁγίας Τριάδος οὐχ οὕτως˙ ἕν γάρ πρόσωπον καί τό αὐτό, τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱός γεννᾶται καί τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται. Διό καί κυρίως τόν ἕνα αἴτιον μετά τῶν αὑτοῦ αἰτιατῶν ἕνα Θεόν φαμεν τεθαρρηκότως».

Τί δέ οἱ λέγοντες ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι καί ἐν τῷ Υἱῷ διαμένειν τό Πνεῦμα τό ἅγιον καί ἐκ τοῦ Πατρός ἐν τῷ Υἱῷ διήκειν καί ἐκ τοῦ Πατρός εἶναι καί τῷ λόγῳ συμπαρομαρτεῖν; Ἔτι δέ οἱ κοινωνίαν καί ἀγάπην εἶναι λέγοντες τοῦ Πατρός καί τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον; Πρός δέ τούτοις οἱ πρός τό ἕτερον ἕκαστον ἔχειν τῶν προσώπων λέγοντες οὐ ἧττον ἤ πρός ἑαυτό; Τί δέ ὁ ψάλλων «αἱ χεῖρες σου ἐποίησάν με καί ἔπλασάν με»; Ἆρ᾿ οὐχ ἅπαντες οὗτοι ἀμέσως εἶναι καί τό Πνεῦμα δεικνύουσιν ἐκ τοῦ Πατρός;
 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;