Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἐπιγραφή - Ἀντεπιγραφή ἐνάτη


n/a

Ἐπιγραφή ἐνάτη.

Αἱ παροῦσαι γραφικαί χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολόγησαν πάντα τά τοῦ Πατρός ἴδια φυσικῶς διαβαίνειν ἐπί τόν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν, κατεστρώθησαν εἰς ἀπόδειξιν τοῦ ὑπάρχειν καί προϊέναι καί πηγάζειν τό Πνεῦμα καί ἐκ τοῦ Υἱοῦ, καθάπερ ἀμέλει καί ἐκ τοῦ Πατρός, κατά τόν ἅγιον Κύριλλον. Εἰ γάρ τήν πατρότητα καί τό γεννᾶν μόνον ἀφαιροῦνται ἀπό τοῦ Υἱοῦ οἱ προσδιορισμοί τῶν χρήσεων, εὔδηλον ὡς Υἱός μέν ἐκ τοῦ Υἱοῦ οὐκ ἔσται, Πνεῦμα δέ τό ἐκ τῆς πατρικῆς ἀναβλύζον οὐσίας καί ἐκ τῆς μή γεννώσης οὐσίας τοῦ Υἱοῦ ἀναβλύζον ἔσται καί προχεόμενον.

Ἀντεπιγραφή ἐνάτη.

Ὄντως ἀσυλλόγιστον ἡ δυσσέβεια˙ διαβαίνειν γάρ ἀκούων ὁ λατινόφρων οὗτος ἐπί τόν Υἱόν τά τοῦ Πατρός ἴδια φυσικῶς τε καί οὐσιωδῶς, τά τῆς πατρικῆς ὑποστάσεως ἐνόμισεν ἴδια, ἀλλ᾿ οὐ τά τῆς φύσεως. Οὐκοῦν κατά τήν αὐτοῦ σύνεσιν, ἥν ἐν ταῖς τῶν θεοφόρων κέκτηται θελογίαις, τοῦ θείου Κυρίλλου γράφοντος ἐν θησαυροῖς «πῶς οὐκ ἔσται Θεός τό Πνεῦμα, ὅλην ἔχον οὐσιωδῶς τήν ἰδιότητα τοῦ Πατρός καί τοῦ Υἱοῦ», τά ὑποστατικά τοῦ Πατρός καί τοῦ Υἱοῦ τό Πνεῦμα ἕξει, γέννημά τε καί γεννήτωρ ἔσται καί Πατήρ τῶν φώτων τό γεννᾶν καί ἐκπορεύειν ἔχον˙ οὗ τί ἄν ἀκουσθείη δυσσεβέστερόν τε καί καινότερον; Τό αὐτό δέ σχεδόν πείσεται πάλιν αὐτός τε καί οἱ κατ᾿ αὐτόν φρονοῦντες καί ὅταν ἀκούσωσι τοῦ μέν ἱεροῦ Δαμασκηνοῦ λέγοντος ἐν τῷ ὀγδόῳ τῶν δογματικῶν «πάντα ὅσα ἔχει ὁ Πατήρ καί τοῦ Πνεύματός ἐστι πλήν τῆς ἀγεννησίας» καί τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου γράφοντος ἐν τῷ Πρός τούς ἀπ᾿ Αἰγύπτου καταπλεύσαντας,  «πάντα ὅσα τοῦ Υἱοῦ καί τοῦ Πνεύματος, πλήν τῆς υἱότητος». Πόσης δέ ἀνοίας πάλιν τό ἐκ τῆς οὐσίας ἀκούειν καί ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως δοξάζειν, ὥσπερ ἄν εἰ μία ἦν, καθάπερ οὐσία, οὕτω καί ὑπόστασις ἐπί Θεοῦ˙ πρός δέ καί τό μή συνορᾶν ὡς, ἐπεί Πατρός καί ἐκ Πατρός λέγεται τό Πνεῦμα, οἱ  Πατέρα εἶναι τόν Υἱόν ἀπαγορεύοντες συναπαγορεύουσι καί τήν τοῦ Υἱοῦ πρός τόν Πατέρα κοινωνίαν κατά τήν ἐκπορευτικήν ἰδιότητα.
 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;