Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἐπιγραφή - Ἀντεπιγραφή ἑνδεκάτη


n/a

Ἐπιγραφή ἑνδεκάτη

Ἐπειδή ἀκούοντές τινες τό Πνεῦμα ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγουσιν ἄλλο εἶναι τό ἐκ τῆς οὐσίας καί ἄλλο τό ἐκ τῆς ὑποστάσεως, μή δυνάμενοι συνιδεῖν  ὡς τό Υἱός ὄνομα ὑποστατικόν ἐστι καί ὁ λέγων ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ ὅλον δηλοῖ τόν Υἱόν, οὐσίαν δηλαδή ἐνυπόστατον, εἰς ἔλεγχον τῆς αὐτῶν ἐπινοίας συνελέγησαν αἱ παροῦσαι γραφικαί χρήσεις, αἱ δηλοῦσαι ἐκ τῆς οὐσίας τοῦ Πατρός τόν Υἱόν γεννᾶσθαι. Ὡμολογημένου γάρ μίαν εἶναι τήν ἐκ Πατρός γέννησιν τοῦ Υἱοῦ, πῶς ἔστι διαφέρειν τό ἐκ τῆς οὐσίας καί τό ἐκ τῆς ὑποστάσεως, εἰ μή τις βλασφημῶν ἐθέλει λέγειν ἄλλην μέν ἐκ τῆς οὐσίας, ἄλλην δ᾿ ἐκ τῆς ὑποστάσεως Πατρός γέννησιν τοῦ Υἱοῦ; Μεθ᾿ ἅς ἕτεραι χρήσεις αἱ δηλοῦσαι τελείαν οὐσίαν καί τέλειον Θεόν λέγεσθαι τόν Πατέρα καί τελείαν οὐσίαν τόν Υἱόν καί τελείαν οὐσίαν τό Πνεῦμα τό ἅγιον.

Ἀντεπιγραφή ἑνδεκάτη

Ὅταν τι μιᾶς οὐσίας ᾖ καί ὑποστάσεως, τό ἐκ τῆς οὐσίας ἐκείνης φυσικῶς  ἔχον ὁπωσδήποτε τήν ὕπαρξιν καί ἐκ τῆς ὑποστάσεως ἐκείνης ταύτην ἔχει καί ἀντιστρόφως˙ ὅ γάρ ἄν ἐκ τῆς ὑποστάσεως ἐκείνης ᾖ καί ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν. Ὅταν δέ τι μιᾶς μέν οὐσίας ᾖ, οὐ μιᾶς δέ ὑποστάσεως, ἀλλά πλειόνων, τό ἐκ τῆς μιᾶς ἐκείνης οὐσίας οὐκ ἐκ τῶν λοιπῶν αὐτῆς ὑποστάσεών ἐστιν, ἀλλ᾿ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεί οὖν ἡ ἀνωτάτω καί προσκυνητή Τριάς ἡμῖν μία φύσις ἐστίν ἐν ὑποστάσεσι τρισίν, οὐ πᾶν τό ἐκ τῆς οὐσίας τήν ὑπόστασιν ἔχον ἐκ τῶν λοιπῶν ὑποστάσεών ἐστιν, ἀλλ᾿ ἐκ μιᾶς τινος αὐτῶν, δηλαδή τῆς πατρικῆς˙ ἐκ ταύτης γάρ μή εἶναι οὐκ ἐνδέχεται. Οὐκοῦν οὐχί καί ἐξ ἑτέρας, ἀλλ᾿ ἐκ μόνης, εἶπερ ἐκ μιᾶς. Καί τοῦτο δῆλον ἀπό τῶν ἀνθρώπων˙ ἕκαστος γάρ ἡμῶν ἐκ τῆς οὐσίας μέν ἐστι τοῦ Ἀδάμ, οὐκέτι δέ ἐκ τῆς ὑποστάσεως τοῦ Ἀδάμ, διότι μία μέν οὐσία τῶν ἀνθρώπων νῦν, πολλαί δέ ὑποστάσεις˙ ἀνθρωπίνης δέ τήν ἀρχήν μιᾶς οὔσης οὐσίας τε καί ὑποστάσεως, τῆς τοῦ Ἀδάμ, ἐκ τοῦ οὐσία ς τοῦ Ἀδάμ ἡ Εὔα οὖσα καί ἐκ τῆς ὑποστάσεως ἐκείνου ἦν. Ἀλλά καί πρίν τόν Κάϊν εἶναι, μιᾶς οὔσης ἀνδρικῆς οὐσίας τε καί ὑποστάσεως, ἐκ μιᾶς καί τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς οὐσίας τε καί ὑποστάσεως ὑπῆρχε, τοῦ Ἀδάμ˙ δυοῖν δέ ἀνδρῶν ἤδη καθ᾿ ὑπόστασιν τελούντων, ὁ τῷ Κάϊν γεννηθείς υἱός ἐκ τοῦς οὐσίας μέν ὑπῆρχε τοῦ Ἀδάμ, ἀλλ᾿ οὐχί καί ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἀλλ᾿ἐκ μόνης τῆς τοῦ Κάϊν. Ὁ δέ λατινόφρων οὗτος διατεινόμενος ἐνταῦθα καί ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ τό Πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, μίαν δείκνυσι φρονῶν ὥσπερ οὐσίαν οὕτω καί ὑπόστασιν ἐπί Θεοῦ, τόν Υἱόν ἤ τόν Πατέρα τελέως ἀθετῶν ὁ τάλας, πρός δέ τούτῳ καί ἐκ μόνου τοῦ Υἱοῦ τήν ὕπαρξιν εἶναι τοῦ θείου Πνεύματος δεικνύς. Ἀλλά καί ἀπό τῶν ρητῶν, ἅ θεολογοῦσι τελείαν οὐσίαν εἶναι τόν Πατέρα καί τελείαν οὐσίαν τόν Υἱόν, ὡσαύτως καί τό Πνεῦμα τό ἅγιον, οὐ τό ἑνιαῖον καί ἀπαράλλακτον τῆς οὐσίας ἐπιγινώσκει τῶν τριῶν, ἀλλ᾿ ἐνθεωρεῖν πειρᾶται πληθυσμόν τινα καί διαφοράν ἐντεῦθεν κατ᾿ αὐτήν ἀφρόνως.
 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;