Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ἐπιγραφή - Ἀντεπιγραφή πρώτη


n/a

Ἐπιγραφή πρώτη

Χρήσεις γραφικαί διάφοροι συλλεγεῖσαι εἰς ἀπόδειξιν τοῦ εἶναι τό Πνεῦμα τό ἅγιον καί ἐκ τοῦ Υἱοῦ, μεθ᾿ ἅς ἕτεραι καταστρωννύονται εἰς ἀπόδειξιν τοῦ εἶναι τό Πνεῦμα διά τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός. Καί ἐπειδή αἱ μέν ἐκ τοῦ Υἰοῦ αἱ δέ διά τοῦ Υἱοῦ ἀποδεικνύουσιν εἶναι τοῦτο, εἰς παράστασιν τοῦ ἰσοδυνάμου τῆς "διά" καί τῆς "ἐκ", ἀκολούθως παρευθύς, ἕτεραι γραφικαί χρήσεις καταστρωννύονται, δι᾿ ὥν τό τῶν προθέσεων τούτων ἰσοδύναμον ἀποδείκνυται.

Ἀντεπιγραφή πρώτη

Ὅταν ἐπί τῆς θεολογίας ἰσοδυναμῶσιν ἀλλήλαις ἡ "ἐκ" καί ἡ "διά", οὐ τήν διαίρεσιν οὐδέ τήν διαφοράν παριστῶσι τῆς ἁγίας Τριάδος, ἀλλά τήν ἕνωσιν καί τήν ἀπαραλλαξίαν, ἥτις ἐστί κατά τήν φύσιν καί τήν ὁμοβουλίαν. Δείκνυται γάρ ἐντεῦθεν μιᾶς καί τῆς αὐτῆς εἶναι φύσεως καί δυνάμεως καί ἐνεργείας καί θελήσεως ὁ Πατήρ καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον, ὁ δ᾿ ἐνταῦθα καταγράψας τά τῶν ἁγίων ρητά καί οὕτως ἐπιγράψας τήν διαφοράν κακῶς καί δυσσεβῶς τῶν θείων ὑποστάσεων ἐπιχειρεῖ δεικνῦναι διά τοῦ τῶν τοιούτων προθέσεων ἰσοδυνάμου καί ὅτι ἐκ τῶν δύο ὑποστάσεων καί παρ᾿ἑκατέρας τούτων διαφόρως ἔχει τήν ὕπαρξιν ἡ μία τῶν τριῶν προσκυνητῶν ὑποστάσεων, τουτέστι τό Πνεῦμα τό ἅγιον. Φανερόν οὖν ὡς αἱ μέν τῶν ἁγίων ρήσεις ἔχουσιν εὐσεβῶς τε καί καλῶς, ἐκλαμβάνονται δέ  παρά τοῦ συνειλοχότος καί καταγράψαντος ἐνταῦθα ταύτας κακῶς τε καί δυσσεβῶς.

Ὅτι δέ τήν ἕνωσιν καί τήν ἀπαράλλακτον ἐν πᾶσιν ἡ τοιαύτη δείκνυσι "διά", ὅταν δηλονότι ἰσοδυναμῇ τῇ "ἐκ", ὁ θεῖος Μάξιμος παρίστησι σαφῶς, περί τινων εἰπόντων διά τοῦ Υἱοῦ τό Πνεῦμα, γράφων πρός Μαρῖνον, «οὐκ αἰτίαν τόν Υἱόν ποιοῦντας σφᾶς αὐτούς ἀπέδειξαν, μίαν γάρ ἴσασι τοῦ Υἱοῦ καί τοῦ Πνεύματος τόν Πατέρα αἰτίαν, τοῦ μέν κατά τήν γέννησιν τοῦ δέ κατά τήν ἐκπόρευσιν, ἀλλ᾿ ἵνα τό δι᾿ αὐτοῦ προϊέναι δηλώσωσι καί ταύτῃ τό συναφές τῆς οὐσίας καί ἀπαράλλακτον παραστήσωσι». Σαφές οὖν ἐντεῦθεν ὡς ὁ Βέκκος οὗτος δυσσεβῶς ἐκλαμβάνει τάς τοιαύτας ρήσεις˙ οὐ γάρ τό συναφές καί ἀπαράλλακτον, ὅ ἐστι κατά τήν φύσιν, ἀλλά τό διαφέρον τῶν ὑποστάσεων ἐκ τούτων ἐπιχειρεῖ συνάγειν, οὐδέ τῷ μεγάλῳ Βασιλείῳ πειθόμενος˙ καί οὗτος γάρ ἐν ὀγδόῳ τῶν Πρός Ἀμφιλόχιον κεφαλαίῳ φησί˙ «τό διά τοῦ Υἱοῦ δημιουργεῖν τόν Πατέρα, οὔτε ἀτελῆ τοῦ Πατρός τήν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ Υἱοῦ παραδηλοῖ τήν ἐνέργειαν, ἀλλά τό ἡνωμένον τοῦ θελήματος παρίστησιν».

Ὁ γοῦν λέγων διά τοῦ Υἱοῦ καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα προϊέναι κατά τήν χορηγίαν τήν ὁμοβουλίαν τοῦ Πατρός καί τοῦ Υἱοῦ παρίστησι καλῶς. Εὐδοκίᾳ γάρ τοῦ Πατρός καί τοῦ Υἱοῦ καί αὐτό συνευδοκοῦν τοῖς ἀξίοις χορηγεῖται τό Πνεῦμα τό ἅγιον. Οἱ δέ λατινόφρονες οὗτοι συνάγοντες ἐκ παρανοίας διά τοῦ Υἱοῦ καί ἐκ τοῦ Υἱοῦ τήν ὕπαρξιν τό Πνεῦμα ἔχειν εὐδοκίας καί θελήσεως ἔργον καί κτίσμα ἐξ ἀνάγκης, ἀλλ᾿ οὐ θείας φύσεως καρπόν ὑπάρχειν τό Πνεῦμα τό ἅγιον παριστῶσι δυσσεβῶς. Κατά γάρ τόν ἱερόν Δαμασκηνόν ἔργον θείας θελήσεως ἡ κτίσις, ἀλλ᾿ οὐχ ἡ θεότης, ἄπαγε˙ «οὐ γάρ τῆς θείας θελήσεως, ἀλλά τῆς θείας φύσεως, αὖθις κατά τόν αὐτόν, ἡ προαιώνιος καί ἀΐδιος γέννησίς τε καί ἐκπόρευσις».
 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;