Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Α’ Πρὸς Ἀκίνδυνον


n/a

ΟΤΙ ΛΑΤΙΝΟΙ ΤΟΥ ΕΝΟΣ ΠΝΕΥΜΑΤΟΣ ΔΥΟ ΛΕΓΟΥΣΙΝ ΑΡΧΑΣ ΚΑΙ ΟΤΙ ΤΟΥΣ ΘΕΟΛΟΓΙΚΟΥΣ ΣΥΛΛΟΓΙΣΜΟΥΣ ΑΠΟΔΕΙΚΤΙΚΟΥΣ ΜΑΛΛΟΝ ΔΕΙ ΚΑΛΕΙΝ Ἤ ΔΙΑΛΕΚΤΙΚΟΥΣ

 

Σύ μέν ἡμᾶς ἴσως χρῆν εἶναι λόγον ἀποδοῦναι δοκεῖς, ὅτι μή συχνότερον ἐπιστέλλομεν˙ ἡμεῖς δέ καί τοῦ διά πλείστου γράφειν ἀπολογήσασθαι δεῖν οἰόμεθα. Τίς δέ ἡ ἀπολογία; Τό ἀναγκαῖον, ὅθεν ὡς ἐκ τοῦ γεωμετρικοῦ πορίσματος σχοίης ἄν, ὦ φιλότης, καί τῆς πρῴην ἀγραφίας τό αἴτιον˙ καί νῦν γάρ ἄκων ἐπί τό γράφειν ἦλθον ὑπ᾿ ἀνάγκης ἀπαραιτήτου. Ταῦτ᾿ ἄρα καί αὐτός τῆς τε μακρηγορίας καί τῆς ἀγροικίας τῶν ρημάτων ἀνάσχου. Τί ποτ᾿ οὖν ἐστι τό βιασάμενον; Ἀκηκόαμεν ἐξενηνέχθαι βιβλίον Κατά Λατίνων τῷ καλῷ τά τε ἄλλα καί περί τούς λόγους καί τούτων μάλιστα τό κορυφαῖον εἶδος Καλαβρῷ Βαρλαάμ καί δι᾿ ἐφέσεως ἦν ἡμῖν ἐντυχεῖν τῷ βιβλίῳ. Τῆτες τοίνυν κατά τήν ἑόρτιον Πεντηκοστήν ἥκει τις ἡμῖν τό ποθούμενον φέρων. Ἐδεξάμεθα τοίνυν ἄσμενοι, διήλθομέν τε καί ἀπεδεξάμεθα τάς ἀντιρρήσεις ἐς τά μάλιστα. Πάνυ δέ ἦν μοι βουλομένῳ προσεντυγχάνειν καί τῷ τοῦ Λόγου Πατρί˙ τούτου δέ ἐπί τοσοῦτον ἀπῳκισμένου σύν σοί, διά σοῦ δεῖν ἔγνων ἐρέσθαί τι τῶν ἀναγκαιοτάτων.

Ἐγκαλεῖ τοῖς προσδιειλεγμένοις τῶν Λατίνων, ὅτι δύο ἀρχάς ποιοῦσι τῆς τοῦ Πνεύματος θεότητος, τόν Πατέρα δηλονότι καί τόν Υἱόν, ἐξ ἀμφοτέρων δογματίζοντες αὐτό. Οἱ δ᾿ "οὐ", φασιν, "εἷς γάρ Θεός καί ὡς ἐξ ἑνός ἡ πρόοδος", κακῷ τό κακόν φεῦ ἰώμενοι, μᾶλλον δέ καί χείρονι, ὡς φανερόν ἔσται προϊόντος τοῦ λόγου. Ὁ δέ μεταξύ λέγων ἐπιφέρει, ἴσως ἄν τις ὑπέρ ταύτης ἀπολογούμενος τῆς δόξης, τουτέστι τῶν δύο ἀρχάς δοξαζόντων τοῦ ἁγίου Πνεύματος, εἴποι μηδέν ἄτοπον εἶναι, εἴ τις δύο μέν ἀρχάς λέγει, τόν Πατέρα δηλονότι καί τόν Υἱόν, μή μέντοιγε ἀντιδιῃρημένας μηδέ ἀντιθέτους ἀλλήλαις, ἀλλά τήν ἑτέραν ὑπό τήν ἑτέραν ἤ ἐκ τῆς ἑτέρας. Προϊών δέ ἐπιβεβαιοῖ μηδαμόθεν ἔχειν τό ἄτοπον τήν δόξαν ταύτην, μάρτυρα παράγων τόν ἐν θεολογίᾳ πολύν Γρηγόριον λέγοντα περί τοῦ Υἱοῦ˙ «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή». Καί αὐτός δ᾿ οἴκοθεν ἀποδεικνύς τό τῆς δόξης ταύτης ἀσφαλές, προκατασκευάζει λέγων˙ «σώζεται γάρ οὕτω γε τό τῆς μοναρχίας δόγμα». Καί ἐπ᾿ ἐκεῖνο δέ τοῦ λόγου γενόμενος, ἐφ᾿ ὅ τῶν παραδεδομένων ἡμῖν περί Θεοῦ τά συντείνοντα τῇ διαλέξει καταλέγει, προϋποθέμενος ὡς μίαν φύσιν ἀνομολοῦμεν ἐπί τοῦ Θεοῦ, τρεῖς δέ ὑποστάσεις, καί ὡς ἕτερα τά φυσικά τῶν ὑποστατικῶν, ἐπιφέρει λέγων καθ᾿ ὑπόθεσιν καί τοῦτο ἀνωμολογημένην ὡς οὐ δύο ἀρχαί οὕτως ὡς μή ἔχειν τήν ὑπαρξιν τήν ἑτέραν ἐκ τῆς ἑτέρας, ὡς ἀσεβές ὄν οὕτω δύο λέγειν ἀρχάς ἐπί Θεοῦ. Καί γάρ καί αὐτός αὖθις προστίθησιν˙ «ἴσως οὕτω γε οὐδέν κωλύει» ὥς φησιν ὁ Θεολόγος, «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή», καί δείκνυσιν οἰόμενος ἐκ τῶν τοιούτων λόγων καί δι᾿ ἄλλων μεταξύ διαλεγόμενος μή δυσσεβές εἶναι λέγειν ἀρχήν καί τόν Υἱόν τοῦ ἁγίου Πνεύματος, ὡς καί αὐτόν ἐξ ἀρχῆς ὄντα, εἰ καί ἀρχή ἐστι. Καί μήν οὐδέ ἐπί τῆς δημιουργικῆς ἀρχῆς, καθ᾿ ἥν καί ὁ Υἱός φανερῶς ἀρχή παρά τῆς Γραφῆς καλεῖται, δύο λέγειν εὐσεβές ἀρχάς˙ ἀλλ᾿ οὐ ταύτην ἐνταυθοῖ προϋποτίθεται, μηδέν συντελοῦσαν πρός τήν προκειμένην σκέψιν. Καί τοῦτο σαφῶς μέν, ὡς ἐγᾦμαι, κἀνταῦθα δείκνυσι, σαφέστερον δέ ἐν τοῖς μικρόν ἀνωτέρω γεγραμμένοις, ἐν οἷς οὐκ ἐκ τῆς ἀρχῆς αὐτόν μόνον λέγει, ἀλλά καί ὑπό τήν ἀρχήν, τήν ἑτέραν ὑπό τήν ἑτέραν λέγων, ὅπερ οὐκ ἄν εἴη ἐπί τῆς δημιουργικῆς ἀρχῆς˙ ἡ αὐτή γάρ ἐστιν ἐκείνη.

Ἄλλως τε, τό δημιουργικόν ταύτης σημαινούσης, οὐ δύο μόνον ἄν εἴποι τις, εἰ καί μή καλῶς, ἀλλά καί πλείους˙ τρισυπόστατος γάρ αὕτη ἡ ἀρχή˙ φύσει δέ οὖσα καί κοινή ἐστι˙ κοινήν δέ οὖσαν, πῶς οὐκ ἄν ἔχοι καί τό Πνεῦμα ταύτην τήν ἀρχήν; Καί ὁ τῷ Ἰώβ δέ προσδιαλεγόμενος ὑπέρ τῆς τοῦ Θεοῦ δικαιοσύνης Ἐλιούς, «Πνεῦμα», λέγων «Κυρίου τό ποιῆσάν με», οὐ ποιητικήν ἀρχήν τό Πνεῦμα λέγει; Καί ὁ θεῖος ᾠδικός Δαβίδ, «λόγῳ μέν Κυρίου τούς οὐρανούς στερεωθῆναι ψάλλων, «Πνεύματι δέ τάς τῶν οὐρανῶν δυνάμεις», οὐχ ὥσπερ τῷ Υἱῷ, οὕτω καί τῷ Πνεύματι τήν δημιουργικήν ἀρχήν προσμαρτυρεῖ; Εἰ οὖν διά τό γέγραφθαι «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή», δύο εἰπεῖν ἀρχάς οὐδέν κωλύει, καί διά τό γεγράφθαι καί τό Πνεῦμα ποιητήν, δύο ποιητάς εἰπεῖν οὐδέν κωλύει˙ ἤ διά τό λόγῳ Θεοῦ καί Πνεύματι τήν κτίσιν στερεοῦσθαι», ταὐτόν δ᾿ εἰπεῖν συνίστασθαι, τρεῖς ἀρχάς εἰπεῖν οὐδέν κωλύει. Ἀλλ᾿ οὐδαμοῦ τῶν θεολόγων εἶπέ τις οὔτε δύο οὔτε τρεῖς˙ ὥσπερ γάρ Θεόν ἑκάστην τῶν προσκυνητῶν ἐκείνων ὑποστάσεών φαμεν καί Θεόν ἑκατέραν ἐκ Θεοῦ, ἀλλ᾿ οὐ παρά τοῦτο τρεῖς ἤ δύο ποτέ θεούς, οὕτω καί ἀρχήν ἐξ ἀρχῆς φαμεν, ἀλλ᾿ οὐ δύο ποτέ ἀρχάς˙ δευτέραν γάρ ἀρχήν οὐδέπω καί τήμερον ὑπό τῶν εὐσεβῶν ἀκηκόαμεν, ὥσπερ οὐδέ Θεόν δεύτερον. Ἀλλ᾿ εἷς ἡμῖν Θεός καί μοναρχία τό προσκυνούμενον, οὐκ ἐκ δύο θεῶν, οὐδ᾿ ἐκ δύο ἀρχῶν συνιόντα, καί ἕν, ἐπεί μηδέ κατά ταῦτα μεριστόν, ἡμῖν τό σεβόμενον˙ καί μήν οὐδέ κατά τό αὐτό μερίζεταί τε καί συνάγεται˙ διαρεῖται μέν γάρ ταῖς ὑποστατικαῖς ἰδιότησι, τοῖς δέ κατά τήν φύσιν ἑνοῦται. Εἰ γοῦν δύο ἀρχάς εἰπεῖν οὐδέν κωλύει, λοιπόν αὗταί εἰσι καθ᾿ ἅς μερίζεται˙ ἑνωθῆναι τοίνυν αὖθις κατ᾿ αὐτάς ἀδύνατον˙ οὐκ ἄρ᾿ αἱ δύο μία. Ὁ τοίνυν λέγων δύο ἀρχάς ἐπί Θεοῦ, ὅτι ὁ Υἱός ἐκ τῆς ἀρχῆς ἀρχή ἐστιν, εἰ μέν κατά τό δημιουργικόν φησι, πρός τῷ καί ἄλλως μή συμβαίνειν τῇ καθ᾿ ἡμᾶς ὁμολογίᾳ, καί τό Πνεῦα τό ἅγιον ἐκβάλλει τῆς δημιουργικῆς δυνάμεως, ταὐτό δέ εἰπεῖν καί τῆς θεότητος˙ τό γάρ μή δημιουργικόν, οὐδέ Θεός˙ εἰ δέ κατά τό θεογόνον, ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Υἱοῦ σαφῶς τό Πνεῦμα παραδίδωσιν.

Οὐ μή ἀλλά τοῦτο μέν αὐτός ἐν τοῖς Λόγοις εἰρηκώς, σιωπῆσαι τελέως οὐ διέγνων. Σύ δέ ἐρωτήσας μετά τῆς γιγνομένης ἐπιεικείας τε ὁμοῦ καί παρρησίας, μᾶλλον δέ φιλομαθείας, μάθε καί δίδαξον ἡμᾶς διά γραμμάτων τήν τε δόξαν τοῦ ἀνδρός καί τόν σκοπόν τῶν γεγραμμένων οὕτω. Τόν μέν οὖν εἰσόμεθα καί μέθ᾿ ἡδονῆς δήπου˙ τί γάρ ποτ᾿ ἄν ἄλλο προσδόκιμον ἡμῖν εἴη παρ᾿ ἀνδρός ἀκριβοῦς εὐσεβείας πόθῳ τήν ἐνεγκοῦσαν ἀπολιπόντος; Ἴσθι δ᾿ ἀκριβῶς καί ἀμετάπειστος ἴσθι περί τοῦτο, ὅτι τοῦτό ἐστι τό τῶν Λατίνων φρόνημα καί ἐν τούτῳ αὐτοῖς σχεδόν τό ἰσχυρόν καί πρός τοῦτο ἀντιπαράττεσθαι δεῖ τόν ἀντιτεταγμένων, εἰ μή βούλοιτο κενοῦν μέν ἐν τοῖς ἀκαίροις τήν ἴσχύν, ἥττων δ᾿ ἐν τοῖς καιρίοις εὑρίσκεσθαι. Ὅταν γάρ μή ἐκ τῶν ἡμῖν ἀνωμολογημένων ποιῶνται τούς συλλογισμούς, μηδέ ὡς ἀρχαῖς χρῶνται τοῖς θεοπαραδότοις ρήμασί τε καί νοήμασι, μικρόν ἤ οὐδέν ἡμᾶς ἀπολογεῖσθαι χρή, ὡς ἐθελοκακοῦσι καί πρός ἔριν, ἀλλ᾿ οὐ πρός ἀλήθειαν ποιουμένοις τήν διάλεξιν, καί μάλισθ᾿ ὅτι μηδέν οἱ τοιοῦτοι λόγοι ἡμᾶς. Εἰ γάρ τόν μουσικόν ἤ τόν γεωμέτρην ᾗ τοιοῦτον ἑκάτερον αὐτῶν οὐ προσδιαλεκτέον ἀγεωμετρήτῳ παντάπασιν ἤ ἀναρμόστῳ, μή ἐξημμένῳ δηλαδή τῶν τῆς γεωμετρίας ἤ τῆς μουσικῆς ἀρχῶν, κἄν  περί αὐτῶν τῶν ἀρχῶν τήν ζήτησιν ποιῆσθον τούς μαθηματικούς ἐκείνους μηδέ ἀποκρίνασθαι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀποκριτέον, οὐδέ διαλεκτέον τῷ περί Θεοῦ ἰδιοτήτων συλλογιζομένῳ μή ἀπό τῶν θεολογικῶν ἀρχῶν˙ ἐκ ψευδῶν γάρ αὐτῷ συντίθεται ὁ λόγος, ἐξ ὧν οὐ πάντως ἀληθές συνάγεται, μᾶλλον δέ οὐδόλως. Δι᾿ αὐτό γάρ αὐτοῖς καί προάγεται τό ψεῦδος, ὥστε τό ἐναντίον τῇ θεολογίᾳ κατά τῆς ἑαυτῶν φέρειν κεφαλῆς ἀνάγκη, ὅ ἐστιν ἡ βλασφημία. Ὡς οὖν τήν κατά διάθεσιν ἄγνοιαν νοσοῦντας παραιτεῖσθαι δεῖ. Ἀλλά γάρ ὅπως σαθρόν λίαν ἐξελέγχεται τό δοκοῦν τοῦτο τοῖς λατινικῶς φρονοῦσιν ἰσχυρόν, ἤδη μέν καί ἐν τοῖς πρῴην Περί τοῦ ἁγίου Πνεύματος σύν αὐτῷ πεποιημένοις ἡμῖν λόγοις πολλαχοῦ καί διά πλειόνων ἀπεδείξαμεν καί νῦν δέ οὐκ ὀκνήσομεν διά τούς ἐντυγχάνειν μέλλοντας τουτωί τῷ γράμματι. Οὐδέ γάρ ἀνεχόμεθα κακοδόξων ἐπιχείρημα παρ᾿ ἡμῶν ἐγγεγραμμένον ἀνεξέλεκτον προκεῖσθαι τοῖς πολλοῖς, μᾶλλον δέ ἀναλαβόντες καί ἑτέραν δόντες ἀρχήν τῷ λόγῳ, τά τῆς μοναρχικωτάτης ἀρχῆς εἰς δύναμιν διατρανώσωμεν καί ἐπελέγξωμεν τούς τοῦ ἑνός Πνεύματος δύο δογματίζοντας ἀρχάς, ὅτι τε τοῦτο δογματίζουσι καί ὅτι οὐ καλῶς.

Ἡ δημιουργική ἀρχή μία ἐστίν, ὁ Πατήρ καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον. Ὅταν οὖν ἐκ τοῦ Θεοῦ τά ἐκ τοῦ μή ὄντος προηγμένα λέγωμεν, τήν τε ἀγαθότητα, δι᾿ ἥν τό εἶναι ἔσχον, καί τήν ἐγγεγενημένην χάριν, ὅθεν ἕκαστον τοῦ εὖ εἶναι καταλλήλως μετεσχήκασι, καί τήν ἐπιγεγενημένην ὕστερον, δι᾿ ἥν πρός τό εὖ εἶναι τά διαπεπτωκότα ἐπανῆλθον, ὅταν ταῦτά τε καί περί τοιούτων ποιώμεθα τούς λόγους, ἀρχήν καί πηγήν καί αἴτιον καί τόν Υἱόν ἐν ἁγίῳ Πνεύματί φαμεν, οὐχ ἑτέραν, ἄπαγε, ἀλλά τήν αὐτήν, ὡς τοῦ Πατρός δι᾿ αὐτοῦ ἐν ἁγίῳ Πνεύματι καί προάγοντος καί ἐπανάγοντος καί συνέχοντος καλῶς τά πάντα. Ὁ δέ Πατήρ πρός τῷ πηγή τῶν πάντων εἶναι διά τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, καί πηγή καί ἀρχή ἐστι θεότητος, θεογόνος ὤν μονώτατος. Καί τοῦτ᾿ ἐσμέν εἰδότες κρεῖττον ἤ κατά ἀπόδειξιν διά τῶν θεοπνεύστων λογίων τρανῶς ἐκπεφασμένον. Ὅταν οὖν ἀκούσῃς ὅτι ὁ Υἱός «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή» καί «ὁ καλῶν αὐτόν ἀπό γενεῶν ἀρχήν» καί «μετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου», τῶν δημιουργημάτων νόει, καθάπερ καί Ἰωάννης ἀριδήλως ἐν τῇ Ἀποκαλύψει περί αὐτοῦ βοᾷ, «ἡ ἀρχή τῶν κτισμάτων τοῦ Θεοῦ», οὐχ ὡς καταρχή, ἄπαγε, Θεός γάρ, ἀλλ᾿ ὡς δημιουργός αὐτῶν˙ κοινωνός γάρ ἐστι τῆς ἐξ ἧς ταῦτα πατρικῆς ἀρχῆς, καθ᾿ ἥν καί τῶν πάντων δεσποτείας αὕτη ἐστίν ἐπώνυμον. Τοῦ δέ Πνεύματος τόν Υἱόν ἀρχήν ἐπί τῆς σημασίας ταύτης, πῶς ἄν φαίη τις, εἰ μή καί τό Πνεῦμα δοῦλον ἤ κτιστόν; Ἀλλ᾿ ἐπεί Θεός τό Πνεῦμα, οὐκ ἀρχή αὐτοῦ κατά τοῦτο ὁ Υἱός, εἰ μή ἄρα ὡς θεοτητος ἀρχή. Εἰ δέ τῆς τοῦ ἁγίου Πνεύματος θεότητος ὁ Υἱός ἐστιν ἀρχή, κοινωνεῖν δέ κατ᾿ αὐτήν τῷ Πατρί ἀμήχανον, «μόνος» γάρ τεθεολόγηται «πηγαία θεότης Πατήρ», ἑτέρας ἄρα διαφόρου τινος θεότητος ὁ Υἰός ἐστιν ἀρχή καί διέσπασε τό Πνεῦμα τῆς παγαζούσης ἐκ Πατρός θεότητος˙ ἤ διά δύο διαφόρους θεότητας δώσωμεν τούτῳ τῷ ἑνί, καί τοῖς τρισί μίαν ἀνομολογοῦντες θεότητα;

Πῶς δέ καί αἱ δύο κατά Λατίνους τοῦ ἑνός Πνεύματος ἀρχαί μία ἐστίν ἀρχή; Οὐ γάρ ἀξιώσουσιν ἡμᾶς πίστει δέχεσθαι τούτων τά προβλήματα, ἀλλά μηδέ σοφιστικῶς ἀποκρινέσθωσαν, ἄλλην ἀντ᾿ ἄλλης ποιούμενοι τήν ἀπόκρισιν. Ἡμῶν γάρ ἐρωτώντων πῶς δύο κατ᾿ αὐτούς τοῦ ἑνός Πνεύματος ἀρχαί, μίαν ἐκεῖνοι διισχυρίζονται τῶν δύο εἶναι τήν ἀρχήν. Ἡμεῖς δέ οὐ περί τῶν δύο προσώπων ἐρωτῶμεν, ἀλλά περί τοῦ ἑνός, καί περί τούτου μᾶλλον πρός αὐτούς ποιούμεθα τόν λόγον ὡς ἐπεί τῶν δύο μία ἡ ἀρχή καλῶς, πῶς τοῦ ἑνός δύο ἔσονται ἀρχαί καί πῶς αἱ δύο μία κατ᾿ αὐτούς; Φασίν οὖν˙ «διότι ἡ μία ἐστίν ἐκ τῆς ἑτέρας». Τί οὖν Σήθ;  Ἐκ μιᾶς ἆρα γεγέννηται ἀρχῆς ὅτι ἡ Εὔα ἦν ἐκ τοῦ Ἀδάμ, καί οὐ δύο εἰσί τούτου τοῦ ἑνός ἀρχαί, ὅτι ἡ μία ἐστίν ἐκ τῆς ἑτέρας; Τί δέ ἡ Εὔα; Οὐ δευτέρα ἀρχή τῶν ἐξ αὐτῆς, ὅτι καί αὐτή τήν ἀρχήν ἔσχεν ἐξ Ἀδάμ; Καίτοι ἀμφοῖν τό γόνιμον αὐτοῖς, ἀλλά καί διάφορον καί ἐν διαφόροις ὑποστάσεσι˙ διόπερ οὐδέ μία ἐστίν αὗται αἱ ἀρχαί, καίτοι ἡ μία ἐστίν ἐκ τῆς ἑτέρας. Εἰ γοῦν ἐνταῦθα, οὗ, εἰ καί μή ἕν, ὅμως ἐστί τό γόνιμον ἀμφοῖν, οὐκ ἔνι τοῦ ἑνός μίαν εἶναι τήν ἀρχήν, πῶς ἐπί τῆς ἀνωτάτω Τριάδος αἱ δύο τοῦ ἑνός ἁγίου Πνεύματος μία εἰσίν ἀρχαί, ἐν ᾗ μηδαμῶς ἐστι κατά τό θεογόνον κοινωνία; μόνος γάρ τεθεολόγηται «θεότης θεογόνος» ὁ Πατήρ. Πάλιν ἡ Εὔα, ἐκ μόνου οὖσα τοῦ Ἀδάμ, ἐκ μιᾶς ἐστιν ἀρχῆς, ὁ δέ Ἀδάμ ἐκ γῆς ἐστιν, ἀλλ᾿ οὐ παρά τοῦτο ἡ Εὔα ἐκ τῆς γῆς καί τοῦ Ἀδάμ˙ ὁ γάρ Ἀδάμ μόνος ἐκ τῆς γῆς. Ἤ τοίνυν καί αὐτοί ἐκ τοῦ Υἱοῦ μόνου λεγέτωσαν τό Πνεῦμα, καί οὕτως αὐτό ἐκ μιᾶς ἀρχῆς λεγέτωσαν, ἀλλ᾿ οὐκ ἐκ τῆς αὐτῆς, ἀφ᾿ ἧς καί ὁ Υἱός, κἀντεῦθεν πάλιν δύο εἰσίν ἐπί τῆς θεότητος ἀρχαί καί οὐκ ἔτ᾿  ἐστί μείζων ὁ Πατήρ τῷ αἰτίῳ τοῦ Υἱοῦ, ἐπίσης γάρ καί αὐτός αἴτιος θεότητος, ἤ ἐκ μόνου τοῦ Πατρός αὐτό λέγοντες, μίαν ἐν τῷ Πνεύματι ὡς καί τῷ Υἱῷ εὐσεβῶς διδότωσαν ἀρχήν. Μέχρι γάρ ἄν ἐκ τοῦ Υἱοῦ ἤ ἐξ ἀμφοτέρων λέγωσιν, ἀλλ᾿ οὐκ ἐκ μόνου τοῦ Πατρός, οὐκ ἔστι μίαν εἶναι τῆς θεότητος τοῦ ἑνός Πνεύματος ἀρχήν. Συνάπτων γάρ τις ἐπί τῶν τοιούτων, εἰ καί μίαν φαίη τήν ἀρχήν, ἀλλ᾿ ὁμωνύμως, ὥστε οὐ μία˙ εἰ δέ διαιρῶν κατά μίαν ὁρᾷ τάς θείας ὑποστάσεις, τῆς μιᾶς ἐξ ἀνάγκης δύο φανερῶς γίνονται ἀρχαί.

Ἐμοί δ᾿ ἔπεισι θαυμάζειν καί τό ὑπερβάλλον τῆς ἀνοίας τῶν τάς δύο ταύτας, ὥς φασιν, ἀρχάς μίαν λεγόντων τε καί οἰομένων. Εἰ μέν γάρ κοινωνεῖ τῷ Πατρί κατά τό θεογόνον ὁ Υἱός, προβαλλόμενος τό Πνεῦμα, καί ἕν αὐτοῖς τό θεογόνον καί ἡ ἐκ τούτων αὕτη πρόοδος, τῆς φύσεως ἄρα τοῦτο καί οὐ δύο εἰσίν ἀρχαί, οὐδ᾿ αἱ δύο μία, ἀλλ᾿ ἁπλῶς μία, καί ἀποξένωται τῆς θείας φύσεως αὐτό τό Πνεῦμα, μή καί αὐτό κατά τό θεογόνον κοινωνοῦν. Εἰ δέ μή κοινωνεῖ ὁ Υἱός κατά τοῦτο τῷ Πατρί, μηδέ ἕν αὐτοῖς τοῦτο τό προβάλλειν, καθ᾿ ὑπόστασιν τῷ Υἱῷ ἡ πρόοδος τοῦ Πνεύματος. Διάφορος ἄρα αὕτη τῆς ἐκ τοῦ Πατρός τοῦ Πνεύματος προόδου˙ τά γάρ ὑποστατικά διάφορα. Πῶς οὖν μία αἱ διάφοροι ἀρχαί; Καί μήν τοῦ μεγάλου Βασιλείου ἐν τοῖς Πρός Εὐνομιανούς ἀντιρρητικοῖς αὐτοῦ κεφαλαίοις γράφοντος, «πάντα τά κοινά Πατρί τε καί Υἱῷ κοινά εἶναι καί τῷ Πνεύματι», εἰ  μέν κοινόν ἐστι Πατρί τε καί Υἱῷ τό ἐκπορεύειν, κοινόν ἔσται τοῦτο καί τῷ Πνεύματι καί τετράς ἔσται ἡ Τριάς˙ καί τό Πνεῦμα γάρ ἐκπορεύσει Πνεῦμα ἕτερον. Εἰ δέ μή κοινόν ἐστι κατά Λατίνους τῷ Πατρί καί τῷ Υἱῷ τό ἐκπορεύειν, ὡς τοῦ μέν Πατρός ἐμμέσως κατ᾿ αὐτούς, τοῦ δέ Υἱοῦ ἀμέσως ἐκπορεύοντος τό Πνεῦμα, οὕτω γάρ καί ὑποστατικῶς ἔχειν τόν Υἱόν τό προβλητικόν φασιν, οὐκοῦν κατ᾿ αὐτούς καί τό δημιουργεῖν καί ἁγιάζειν καί ἁπλῶς ἅπαντα τά φυσικά οὐ κοινά Πατρός τε καί Υἱοῦ; Ἐπειδή ὁ μέν Πατήρ διά τοῦ Υἱοῦ κτίζει τε καί ἁγιάζει καί διά μέσου τοῦ Υἱοῦ δημιουργεῖ καί ἁγιάζει, ὁ δέ Υἱός οὐ δι᾿ Υἱοῦ, τοιγαροῦν κατ᾿ αὐτούς ὑποστατικῶς ἔχει τό δημιουργεῖν καί ἁγιάζειν ὁ Υἱός, ἀμέσως γάρ καί οὐχ ὡς ὁ Πατήρ ἐμμέσως, καί οὕτω κατ᾿ αὐτούς τά φυσικά τῶν ὑποστατικῶν διενήνοχεν οὐδέν. Εἰ δ᾿ ἄρα φαῖεν διά τοῦ Πνεύματος τόν Υἱόν δημιουργεῖν καί ἁγιάζειν, ἀλλά πρῶτον μέν οὐ σύνηθες  τοῖς θεολόγοις διά τοῦ Πνεύματος τόν Υἱόν ἤ τόν Πατέρα δημιουργόν εἶναι λέγειν τῶν κτισμάτων, ἀλλ᾿ ἐν Πνεύματι ἁγίῳ, ἔπειτα πρός τῷ μηδ᾿ οὕτω τό ἀνωτέρω δεδειγμένον ἄτοπον αὐτούς ἐκφεύγειν, οὐ γάρ δι᾿ Υἱοῦ πάλιν ὁ Υἱός ἀναφαίνεται δημιουργός καθάπερ ὁ Πατήρ, συμβήσεται τούτοις  μή κοινόν ε ἶναι λέγειν καί τῷ Πνεύματι τό δημιουργεῖν καί ἁγιάζειν, ὡς μή δι᾿ ἑτέρου, μηδέ ὡς ὁ Πατήρ ἤ καί ὁ Υἱός αὐτοῦ ταῦτα ἐνεργοῦντος. Κατ᾿ αὐτούς οὖν ὑποστατικῶς ἔχει τό Πνεῦμα τό δημιουργεῖν καί ἁγιάζειν, ὡς οὐκ ἐμμέσως καθάπερ ὁ Πατήρ κτίζον τε καί ἀδιάφορα δείκνυται τοῖς ὑποστατικοῖς τά φυσικά˙εἰ δέ τοῦτο, καί ἡ φύσις ταῖς ὑποστάσεσι ταὐτόν τε καί ἀδιάφορον. Ἆρ᾿ οὐ σαφῶς τῆς ἀνωτάτω Τριάδος ἐκπεπτώκασι καί τῆς ἑνότητος τῆς πίστεως καί τῆς κοινωνίας τοῦ ἁγίου Πνεύματος οἱ ταῦθ᾿ οὕτω λέγοντές τε καί φρονοῦντες;

Ταῦτα μέν δή ταύτῃ. Συλλογίζεσθαι δέ ἐπί τοῖς τοιούτοις ἔργῳ ὑπό τῶν πατέρων ἐδιδάχθημεν καί οὐδέ τούς Λατίνους γράψαιτ᾿ ἄν τις τούτου χάριν. Μήτε δ᾿ ἀποδεικτικῶς τούτους συλλογίζεσθαι, καθάπερ φῄς αὐτός, παρά τό μή τοῖς αὐτοπίστοις λογίοις ὡς ἀρχαῖς καί ἀξιώμασι χρῆσθαι καί τοῖς θεοσόφοις καλῶς ἕπεσθαι πατράσι, μήτε διαλεκτικῶς, διά τό μή ἐκ τῶν παρ᾿ ἡμῖν λημμάτων ποιεῖσθαι τούς συλλογισμούς, καί πάνυ γ᾿ ἄν φαίην. Μηδεμίαν δέ εἶναι ἀπόδειξιν ἐπ᾿ οὐδενός τῶν θείων καί τῶν ἐν τῇ ἀνωτάτω Τριάδι ζητουμένων, ἀλλά πάντα τόν περί αὐτῶν συλλογισμόν διαλεκτικόν οἴεσθαί τε καί καλεῖν, ἀποδεικτικόν δέ οὐδέποτε, πολλοῦ δέω τίθεσθαι. Αἵ τε γάρ ἐπιγραφαί τῶν πατρικῶν φωνῶν οὐκ ἐῶσι τοῦτο παραδέξασθαι, κἄν τις φιλονεικότερον ἐνιστῆται καί τάς ἐπιγραφάς ὡς παρεγγράπτους παραγράφηται, ἡμεῖς καί αὐτάς δείξομεν αὐτῷ τοῦτο  μαρτυρούσας τάς φωνάς, «εἷς Πατήρ, εἷς Υἱός, ἕν Πνεῦμα ἅγιον», ὥστε κατά τοσοῦτον τοῦτο ἐκείνοις ἥνωται, καθόσον ἔχει μονάς πρός μονάδα τήν οἰκειότητα˙ «καί οὐκ ἐντεῦθεν» φησί «μόνον ἡ τῆς κοινωνίας ἀπόδειξις»˙ καί ποῦ μέν, μετά τό συναγαγεῖν, ἀποδέδεικται βοώσας, ποῦ δέ μεταξύ κείμενον, τό ἀποδείκνυμεν, ποῦ δέ καί ἐπαγγελλομένας ζητεῖς φησί τάς ἀποδείξεις, ἕτοιμος παρασχεῖν. Καί τί τό μετά τήν ἐπαγγελίαν ταύτην ἐπαγόμενον; Λόγιόν τι τῶν θεοπαραδότων ἤ καί θεοπνεύστων καί πᾶν ὅ,τι ἄν τούτοις ἔποιτο καί ἐκ τούτων συμπεραίνοιτο. Τί μέν γάρ ἐστι Θεός, οὐδείς πώποτε τῶν εὖ φρονούντων οὔτ᾿ εἶπεν οὔτ᾿ ἐζήτησεν, οὔτ᾿ ἐνενόησεν. Ὅτι δέ ἔστι καί ὅτι εἷς ἐστι καί ὅτι οὐχ ἕν ἐστι καί ὅτι τήν Τριάδα οὐχ ὑπερβέβηκε καί πολλ᾿ ἕτερα τῶν περί αὐτόν θεωρουμένων, ἔστι ζητῆσαί τε καί ἀποδεῖξαι. Εἰ γάρ μή ταῦτα, οὐδέ μαθεῖν ὅλως ἔστι τό περί Θεοῦ. Εἰ δέ μανθάνομεν καί ζητοῦμεν καί τοῦτο παρά τῶν εὖ εἰδότων καί ἐπισταμένων, τά μέν ἄρα τοῦ Θεοῦ γινώσκεται, τά δέ ζητεῖται, ἔστι δ᾿ ἅ καί ἀποδείκνυται, ἕτερα δέ εἰσιν ἀπερινόητα πάντῃ καί ἀνεξερεύνητα˙ τρόπος γεννήσεως, ἐκπορεύσεως, τελείας ἅμα καί ἀνεκφοιτήτου προελεύσεως, ἀδιαιρέτου τε ἅμα καί τελείας διαιρέσεως, καί τ᾿ ἄλλ᾿ ὧν διά πίστεως ἐπιστημόνως ἔχομεν. «Ὥς γάρ αἴσθησις ἐν τοῖς ὑπ᾿αἴσθησιν λογικῆς οὐ δεῖται δείξεως, οὕτως οὐδέ πίστις ἐν τοῖς τοιούτοις ἀποδείξεως. Μικροῦ δ᾿ ἴσον καί οὐδέν ἔλαττόν ἐστι κακόν, τά τε ὑπέρ νοῦν οἴεσθαι εἰδέναι καί «τό τοῦ Θεοῦ γνωστόν» μή τοιοῦτον ἀποφαίνεσθαι, ὡσαύτως καί τό ζητητόν ἤ ἀποδεκτόν. Ἔστι γάρ κοινῶν ἐννοιῶν καί ἀξιωμάτων ἀπορῆσαι οὐκ ὀλίγων, ἅ κρείττω ἤ κατά ἀπόδειξιν παρεχόμενα τήν ἐπιστήμην ἀποδεικτικαί τῷ ἐπισταμένῳ χρήσασθαι γίνονται ἀρχαί.

Πᾶσι γάρ ἐστιν ἐγνωσμένον τε καί ἀνωμολογημένον ὅτι ὁ Θεός τέλειός ἐστι καί οὐκ ἄλογος, ἐξ ὧν εἷς καί οὐχ ἕν ἀποδείκνυται. Λεγόντων οὖν ἡμῶν ὅτι ὁ Θεός τέλειος, ὁ τέλειος εἷς, καί τ᾿ ἄλλα συνείρειν διανοουμένων συμφώνως τοῖς πατράσιν, ὅπως εἷς ὁ τέλειος, εἴ τις τῶν ἀνεπιστημόνων τούτων ἀποδεικτικῶν προσίσταιτο λέγων ἐπί τῶν μοναδικῶν ἀπόδειξιν μή εἶναι, παρ᾿ ἡμῶν εὐθύς ἀκούσεται ὡς καθόλου μέν οὐκ ἔστι˙ πῶς γάρ ἐπί τῶν μή καθόλου; Ἀψευδής δέ οὐδέν ἧττον ἀπόδειξίς ἐστι, καί γάρ ἀναγκαία καί ἐπί τῶν μοναδικῶν καί ἀνεξαπάτητος μᾶλλον αὕτη ἡ ἀπόδειξις. Ἐπί γάρ τῶν καθόλου γένοιτ᾿ ἄν μᾶλλον ἡ ἀπάτη, διά τῆς φαντασίας θηρωμένης τῆς τοιαύτης ἀποδείξεως, δυσξυμβλήτων τε καί δυσπεριλήπτων ὄντων πάντων τῶν ὑποκειμένων. Οὐ μήν ἀλλά καί ἐφ᾿ ὧν τό κοινόν ἀνώνυμον, τόν αὐτόν τρόπον γένοιτ᾿ ἄν ἀπόδειξις καί ἐπί τινος εἴδους τοῦ καθόλου καί ἐφ᾿ ἑνός ἑκάστου γε τῶν μερικῶν ἀποδείξεις γίνονται, καθόλου μέν οὔ, πῶς γάρ; ἀψευδεῖς δέ καί ἀναγκαῖαι. Ἕλλησι μέν οὖν πιθανολογία ἡ θεολογία, διό καί διαλεκτικός ἅπας ὁ δοκῶν αὐτοῖς θεολογικός συλλογισμός, ἐξ ἐνδόξων ἔνδοξος, ταὐτόν δέ εἰπεῖν πιθανός ἐκ πιθανῶν. Οὐδέν γάρ ἴσασι περί Θεοῦ βέβαιον οὐδ᾿ ἀσφαλές, «ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν». Ἡμεῖς δέ οὐκ ἐξ ἐνδόξων ἐπί τό θεολογεῖν ὁρμώμεθα ἀρχῶν, ἀλλ᾿ ἀμεταπείστως περί ταύτας ἔχομεν, θεοδιδάκτους οὔσας. Πῶς οὖν οὐκ ἀποδεικτικόν, ἀλλά διαλεκτικόν τόν τοιοῦτον συλλογισμόν ἐροῦμεν; Καί μήν εἴ τις τῶν τήν διαλεκτικήν ἐν τοῖς περί Θεοῦ λεγομένοις εἰσαγόντων, ὅ παρά τῶν θεολόγων ρητῶς ἀπηγόρευται πατέρων, εἴ τις τοίνυν καί τούτων τούς εὖ ἔχοντας ἀναλύσειε συλλογισμούς, ἥκιστ᾿ ἐν τούτοις εὑρήσει τό καθόλου˙ τό τε γάρ προκείμενον μοναδικόν ἐστι καί πᾶν ὅ,τι τῶν αὐτῷ προσόντων μόνῳ κυρίως πρόσεστιν αὐτῷ. «Οὐδείς γάρ» φησίν «ἀγαθός, εἰ μή εἷς ὁ Θεός», ὁ μόνος σοφός, ὁ μακάριος καί μόνος δυνάστης, «ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Οὐδέν οὖν τῶν ἑπομένων ἐπί πλέον εἴη ἄν αὐτοῦ, ὥστε καί αὐτῶν ἕκαστον μοναδικόν καί πᾶν ὅ,τι κατηγοροῖτο τούτων οὐ καθόλου. Πῶς οὖν συλλογίσαιντ᾿ ἄν ἄνευ τοῦ καθόλου; Εἰ δέ διά τήν τοῦ προκειμένου ἰδιότητα προάγοντες ἐν ὅλῳ τούς οἰκείους δέχονται συλλογισμούς, πολλῷ μᾶλλον διά τό μοναδικόν τοῦ προκειμένου τήν ἀπόδειξιν προσήσονται δίκαια ποιοῦντες. Ἄν δ᾿ αὖθις λέγῃ τις ‘ἡ ἀπόδειξις ἐκ τῶν προτέρων, οὐδέν δέ πρότερον Θεοῦ’, ‘οὐ τά κατ᾿ αὐτόν ἐξετάζομεν, ὦ βέλτιστε’, ἐροῦμεν πρός αὐτόν, ‘ἀλλά τί τῶν περί αὐτόν’. Τό γάρ ‘εἷς καί τρία’ καί τό ‘ἐξ ἐκείνου μόνου’, καί τό ‘εἰς ἐκεῖνον μόνον’, οὐ τήν φύσιν δείκνυσιν, ἀλλά περί αὐτήν ἐστι δεικνύμενα. Οὐκοῦν οὐδέ τι τῶν δι᾿ ἅ ταῦτα προϋπάρχειν ἀνάγκη τις τοῦ δεικνυμένου, καθάπερ οὐδ᾿ αὐτά προϋπάρχει τά περί Θεόν δεικνύμενα. Κἀκεῖνο γάρ, ὅ,τι ποτ᾿ ἄν ᾖ, περί τήν ἀπερινόητον ἐκείνη θεωρεῖται φύσιν, αἵ τε κοινότητες, αἵ τε ἰδιότητες, οἷον ἐκπόρευσις ἤ γέννησις, καί ταῦτ᾿ οὐ θέσει, ἀλλά φύσει, πλοῦτός τε ἤ κίνησις ἤ τελειότης, ὥσπερ καί τῶν ἄκρων θεολόγων τίς φησι, «μονάδος μέν κινηθείσης διά τό πλούσιον, δυάδος δέ ὑπερβαθείσης διά τήν ὕλην καί τό εἶδος, ἐξ ὧν τά σώματα, Τριάδος δέ ὁρισθείσης διά τό τέλειον». «Οὐκ αἰτιολογία τε τοῦτο ἐστι θεότητος, ἀλλ᾿ ἀπόδειξις τῆς περί αὐτῆς δόξης εὐσεβοῦς».

Ἔπειτα πῶς τό πρότερον, ᾦ οὗτος, ἐπί τῆς ἀποδείξεως ζητεῖς; Εἰ μέν χρόνῳ, λοιπόν οὐδέ οὐρανοῦ καί τῶν κατ᾿ αὐτόν σωμάτων καί θαυμάτων, οὐδέ γῆς καί θαλάττης καί τῶν ἐν αὐταῖς, οὐδ᾿ ἀέρος καί τῶν ἀεροπόρων, οὐδ᾿ αἰθέρος καί τῶν μετεώρων περιδέξῃ τινά ποτε ἀπόδειξιν. Μετά γάρ ταῦτα πάντα κοιναί τε ἔννοιαι καί ἀξιώματα καί ὅροι, προτάσεις τε καί ἀποδείξεις καί συλλογισμοί, διαιρέσεις τε καί ἀναλύσεις πᾶσαι˙ διανοίας γάρ ἐστι ταῦτα τοῦ ὕστατα κτισθέντος. Εἰ μέν οὖν οὕτω ζητεῖς τό πρότερον, λύσεις ἐκ μέσου τῶν ὄντων τήν ἐπιστήμην ταύτην ποιησάμενος˙ εἰ δ᾿ ἑτέρως τό πρότερον ἐκλήψῃ, οὐκ οἶμαί σε λόγου κἀν τοῖς περί θεοῦ δεικνυμένοις ἀπόρήσειν, ἐκεῖνο προσδιανοούμενον, ὅτι καί δι᾿ ὧν εἰσι δεικνύμενα ἐν τοῖς περί αὐτῶν εἰσιν, ἀλλ᾿ οὐδέ τό αἴτιον πάντως ἐπιπλέον ἤ πρεσβύτερον οὗ ἐστιν αἴτιον.Ὥστε κἄν ἐξισάζῃ τοῖς αἰτιατοῖς αὐτά τά αἴτια, κἄν μή προϋφεστηκότα ᾖ, οὐκ ἐμποδίσει τήν ἀπόδειξιν. Ἐκ μέν οὖν τῶν κοινῶν ἐννοιῶν τε καί ἀξιωμάτων οὕτως ἔστιν οὗ τῶν θείων ἔνι συνίστασθαι τάς ἀποδείξεις. Τί δέ τά παρ᾿ αὐτοῦ τοῦ ἑνός τῆς θεαρχικῆς Τριάδος θεανδρικῶς ἡμῖν ὡμιληκότος παραδεδομένα; Τί δέ τά παρ᾿ αὐτοῦ τοῦ ἁγίου Πνεύματος διά τῶν αὐτῷ λαλούντων ἡμῖν ἀποκεκαλυμμένα; Ἆρ᾿ οὐχ ὡς αὐτοπίστους καί ἀναποδείκτους δεξόμεθα ἀρχάς, καί πᾶν ὅ,τι ἄν τούτοις ἔποιτο καί ἐκ τούτων συμπεραίνοιτο οὐκ ἀποδείξεις θείας προσεροῦμεν;

Αὐτίκα Διονυσίου τοῦ μεγαλοφυεστάτου θεοφάντος θεολογοῦντος ὅτι «μόνη πηγή τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ», καί ἔστι «πηγαία θεότης ὁ Πατήρ, ὁ δέ Υἱός καί τό Πνεῦμα τῆς θεογόνου θεότητος οἷον ἄνθη καί ὑπερούσια φῶτα», εἴ τις τό ὑπερούσιον Πνεῦμα φύσει ἐρεῖ ἐκ τοῦ Θεοῦ, τό δέ φύσει ὄν ἐκ τοῦ Θεοῦ πηγάζεσθαι ἐκ τοῦ Θεοῦ, τουτέστιν ἐκ τῆς πηγαίας θεότητος τό εἶναι ἔχειν, πηγαία δέ θεότης μόνος ὁ Πατήρ, εἶτα συμπεραίνει ὡς ἐκ μόνου τοῦ Πατρός ἐστι τό Πνεῦμα, τίς λόγος μή οὐκ εὐσεβῶς ἅμα καί ἀποδεικτικῶς καί ἀναμφιλέκτως ἔχειν οἴεσθαι τοῦτον τόν συλλογισμόν; Οὐκ ἀληθείς εῖσιν αὗται αἱ προτάσσεις; Οὐ τά ἀντικείμενα αὐταῖς εἰσι ψευδῆ; Οὐκ ἀεί ὡσαύτως ἔχουσιν; Οὐ πρῶται καί ἄμεσοι καί γνωριμώτεραι; Οὐκ οἰκεῖαί εἰσι τῷ προκειμένῳ; Οὐ τήν αἰτίαν ἐν ἑαυτοῖς ἔχουσι τοῦ συμπεράσματος; Οὐκ εἰς αὐτόπιστον καί ἀναπόδεικτον καί ἀρχοειδεστάτην καταλήγουσιν ἀρχήν; Τί δέ ὅταν τεκμηριώδεις ἐκ τῶν ὑστέρων, ἡμῖν δέ προτέρων, τοῦ ὅτι ποιώμεθα τάς ἀποδείξεις; Πῶς ἄν πεισθείημεν τῷ λέγοντι ὡς οὐδέ οὕτως ἔνι τι τῶν θείων ἀποδεῖξαι; «Δεῖ γάρ» φησίν «εἶναι ὁμογενῆ καί τεκμήρια ὧν ἐστι τεκμήρια, Θεῷ δέ οὐδέν ὁμογενές». Πῶς οὖν τό μή στίλβειν τῇ σελήνῃ ἐστίν ὁμογενές ἤ τό στίλβειν ταῖς πλειάσι, δι᾿ ὧν τήν μέν ἐγγύτερον ἡμῖν πλανᾶσθαι, τάς δέ πορρωτέρω ἐστηρίχθαι τεκμαιρόμεθα; Τόπου μέν γάρ ταῦτα, αἱ δέ εἰσιν οὐσίαι˙ δι᾿ ὧν ἐκεῖνα ταύταις δείκνυται, ταῦτ δ᾿ αὖθίς ἐστιν ἐνέργεια ἤ πάθος, καί οὐ τοῦ ἀστέρος μᾶλλον ἤ τοῦ ἀτενίζοντος. Ἀλλ᾿ οὐδ᾿ ἡ κωνοειδής σκιά τῷ φωτίζοντι ὁμογενές, δι᾿ ἧς μεῖζον τοῦ φωτιζομένου δείκνυται, οὐδέ ὁ φωτισμός τῇ σφαίρᾳ ἐστίν ὁμογενής˙ εἰ δ᾿ ἕτερον τρόπον εἰσίν ὁμογενῆ, ὅτι περί τό αὐτό θεωρεῖται τό πόρρω καί τό στίλβειν καί τό μή ἐφ᾿ ἑκατέρου καί τά ἄλλα τούτοις γε παραπλησίως, κἀκεῖ θεωροῖτο ἄν περί τό αὐτό καλῶς τό τε δεικνύμενον καί δι᾿ οὗ ἐκεῖνο δείκνυται.

Ἴσασιν οἱ κεκαθαρμένοι τήν καρδίαν διά τεκμηρίου τῆς ἐγγινομένης ἐν ἑαυτοῖς ἱερᾶς φωτοφανείας  ὅτι ἔστι Θεός καί οἷον φῶς ἐστι, μᾶλλον δέ πηγή φωτός νοεροῦ τε καί ἀΰλου. Διό καί χάριν ἴσασιν οὐχ ἑαυτοῖς, ἀλλά τῷ φωτίζοντι, ὥσπερ οὐδέ τῷ ἀέρι χάρις αἰσθητῶς πεφωτισμένῳ, οὐ γάρ ἡ λαμπρότης ἐστίν αὐτοῦ, ἀλλά τοῦ φωτίζοντος ἡλίου, τοῦ δ᾿ ἀέρος μόνον τό διαφανές ἐπίχαρι, ὡς καί τοῖς θεοφόροις τό διά καθαρότητα καρδίας δεικτικόν τῆς νοερᾶς ἐλλάμψεως. Δύνανται καί οἱ μή πρός τοῦτο θεωρίας ἀναβεβηκότες ἐκ τῆς περί πάντα προμηθείας τόν κοινόν προμηθέα συνορᾶν, ἐκ τῶν ἀγαθυνομένων τήν αὐτοαγαθότητα, ἐκ τῶν ζωοποιουμένων τήν αὐτοζωήν, ἐκ τῶν σοφιζομένων τήν αὐτοσοφίαν καί ἁπλῶς ἐκ πάντων τόν τά πάντα ὄντα καί ὑπεξῃρημένον καί ὑπερανιδρυμένον πάντων, τήν πολυώνυμον ἐκείνην καί ἀκατανόμαστον ὑπερούσιον οὐσίαν. Τί οὖν, οὐ ταῦτα πάντα περί ἕν ἐκεῖνο ἀΰλως θεωρεῖται, ὅ,τι ποτέ ἐστιν ἐκεῖνο; Τί δέ, οὐ διά τούτων οἷα τεκμηρίων ἀψευδής γίνεται ἀπόδειξις ὅτι ἔστι τις προαγωγεύς καί προμηθεύς προάναρχον ἁπάντων, παντοδύναμος, παντεπίσκοπος, πανάγαθος, παναίτιος, ὑπερφυής; Ἐγώ μέν οἶμαι καί πάνυ γε οἴομαι καί οὐδ᾿ ἄν οἶμαι ἔχειν ἀντειπεῖν. Οὕτω τοίνυν καί ἡμεῖς ὁμοίως, τεθεολογημένον ἐπί τοῦ τῆς πίστεως συμβόλου περί τε τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, καί τοῦ μέν γεγεννῆσθαι ἐκ τοῦ Πατρός κηρυττομένου, τοῦ δέ ἐκπορεύεσθαι ἐκ τοῦ Πατρός, ἀμφοτέροις τό ἐκ μόνου τοῦ Πατρός ἐφαρμόζεσθαι συνάγομεν, ἐκ τῶν ὕστερον ὁμοίως τεθεολογημένων τά προαιωνίως κατά τοῦθ᾿ ὁμοίως ὑπάρχοντα δεικνύντες.

Οὐ μήν ἀλλ᾿ εἰ καί τοσαῦτα περί τούτου σοι γεγράφαμεν, ἀλλ᾿ οὐ πάνυ διοισόμεθα εἴθ᾿ ἁπλῶς δεῖξιν εἴτε ἀπόδειξιν τούς τοιούτους λόγους λέγει τις˙ μόνον στεργέτω τήν δι᾿ αὐτῶν φωτός τρανότερον ἐκφαινομένην ἀλήθειαν˙ σοῦ δ᾿ ἕνεκα συνηγορήσαμεν τῇ ἀποδείξει, οἷον ἀπολογίαν ὑπέρ ταύτης ποιησάμενοι˙ τούς γάρ ἐμούς κατά Λατίνων διά γραμμάτων λίαν ἐπανοῦντος λόγους, ὑπειδόμενος τήν εἰ καί μή κατά λόγον ὅμως ὑφέρπουσαν μέμψιν τῇ ἐπιγραφῇ, ὡς ἄν μή πρός τόν ἐπαινέτην ἀναφέροιτο ἀπετριψάμην. Ἵν᾿ οὖν καί σέ κριτήν ἀξιόχρεων τούτου τοῦ ὀνόματος ποιήσωμαι παραθήσομαι τάς διαφοράς τοῦ τε ἀποδεικτικοῦ καί διαλεκτικοῦ συλλογισμοῦ. Σόν δ᾿ ἔστι σκοπεῖν καί ἀδεκάστως κρίνειν τίνι μᾶλλον προσήκουσιν οἱ περί θείων δογμάτων συντιθέμενοι, καί μάλισθ᾿ ὅταν τήν ἡμῶν αὐτῶν εὐσεβῆ καί ἀκλινῆ περί Θεοῦ δόξαν ἐκτιθώμεθα. Ὁ μέν οὖν περί τό ἀναγκαῖον καί ἀεί ὄν καί ἀληθές ὄν καί ἀεί ὡσαύτως ἔχον, ὁ δέ διαλεκτικός περί τό ἔνδοξον καί πιθανόν καί πεφυκός ἄλλοτε ἄλλως ἔχειν καί νῦν μέν ὄν, νῦν δ᾿ οὐκ ὄν, καί  ποτέ μέν ἀληθές, ποτέ δέ μή. Ποῦ ποτ᾿ ἄρα τά θεῖα δεχομένη, καί ὅτι διαιρεῖται, κἄν μή καθ᾿ ἑαυτήν, διό καί ἐν τῇ διαιρέσει μένει ἀδιαίρετος, καί ὅτι κἀν τῷ διαιρετῷ μίαν καί ἀδιαίρετον ἔχει τήν ἀρχήν, διό κἀν τούτῳ  εἷς Θεός, καί ὅτι δημιουργός καί ὅτι προνοητής καί ὅτι συνοχεύς καί τ᾿ ἄλλα ὅσα τούτοις ὅμοια, ἔστιν ὡς δέον εἶναι ζητοῦντας τάς αἰτίας, αἵ καί αὗται τῶν περί Θεοῦ ἄν εἶεν, ἐφικέσθαι τῆς εὑρέσεως, σύν Θεῷ δ᾿ ἐφικομένους, οὐ διαπορητικῶς ἔτ᾿ ἔχειν ἤτοι διαλεκτικῶς, ἀλλ᾿ ἀποδεικτικῶς ἐπίστασθαι καί πρός ἑτέρους τήν θείαν διά λόγου μετοχετεύειν ἐπιστήμην. Εἰ δέ μή ἐφικοίμεθα, τούς μέν τῇ πίστει ἀσθενοῦντας δυνάμει λόγων ἥκιστ᾿ ἔχομεν ἐπιρρωννύειν, αὐτοί δέ διά τῆς πίστεως ἐπιστημόνως ἔχομεν. Οὐ γάρ ἀποδείξεσι τό πᾶν πιστεύομεν, οὐδέ τό μυστήριον δεῖν οἰόμεθα τεχνογραφεῖσθαι τῆς πίστεως, οὔθ᾿ ἡμεῖς, οὔθ᾿ οἱ πρό ἡμῶν διά λόγου τῷ λόγῳ τῆς ἀληθείας συνηγορήσαντες, ἀλλά κἀν τούτῳ δείκνυμεν τοῦ λόγου τῆς ἀληθείας τό ἰσχυρόν καί τοῖς κατά τι τούτου χωλεύουσιν ἐπανορθώσεως παρέχομεν ἀφορμήν καί τοῖς ὀρθοτομοῦσι τοῦτον ἀσφαλείας ὑπόθεσιν.

Ὁ δέ διακομίσας ὑμῖν τούς ἐπί τούτοις λόγους ἐκείνους, τά πάντα καλός κἀγαθός καί τήν πολιτείαν  εἴπερ τις θεοφιλής καί ἡμῖν διά τοῦτο προσφιλής Ἰωσήφ, ἐπί τήν ἐπάνοδον σπεύδων, αὐτοσχεδίους σχεδόν ἥρπασε παρ᾿ ἡμῶν, οἷον ἀρτιτόκους παῖδας, μή τυχόντας τῆς προσηκούσης φροντίδος. Ἀλλ᾿ ἐπεί πρός ἀληθείας ἀπόδειξιν, ἀλλ᾿ οὐ κάλλους ἐπίδειξιν ἐξενηνόχαται, παρά τοῦτ᾿ οἶμαι καί παρά τῆς σῆς ἐπαινοῦνται σοφίας. Ἐκεῖνό γε μήν ἐπί νοῦν σε λαβεῖν, ὡς ἡμεῖς ἐκ πολλοῦ τήν ἀνωτάτω σοφίαν ποθήσαντες, μᾶλλον δέ πρός τόν αὐτῆς πόθον παρά τῆς ἀνωτάτω φιλανθρωπίας ἐφελκυσθέντες, παντοίου λόγων εἴδους καί τῆς κατ᾿ αὐτά μελέτης ἀφέμενοι, ταύτῃ προσανέχομεν διά βίου, καί τοῦτ᾿ εἰσίν οἵ συνίσασιν ἡμῖν καί συμμαρτυρήσουσι παρ᾿ ὑμῖν πολλοί˙ καί σύ δέ αὐτός οὐκ ἀνεπιγνώμων ὅσα ἐμαυτόν ἔχω πείθειν. Παρεῖται δέ ἡμῖν τ᾿ ἄλλ᾿ ἅπαντα ἐξ ἀνάγκης, ἐπειδήπερ ἐν τῇ πάντων ἀποκτήσει καί καί τῇ πάντων ἐπιλήσει τά κατ᾿ ἐκείνην τήν σοφίαν συνίστασθαι πέφυκεν, ὥσπερ κἀν τῇ πάντων ἀφαιρέσει ἐν ὑπεροχῇ τινι τό θεῖον νοεῖται. Ἀλλ᾿ οὐκ ἴσον τούτῳ τῆς σοφίας ἐκείνης τό τέλος˙ ἐντεῦθεν μέν γάρ τά ἀπεμφαίνοντα τῷ Θεῷ διανοεῖται ὁ νοῦς, ἐκεῖ δ᾿ ἔργῳ τάς θείας  ἐμφάσεις νοερῶς ὁ νοῦς δέχεται, ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καί ὤν καί ἀεί γινόμενος. Κἄν ἡμεῖς τῶν μέν περί λόγους ἐπιστημῶν ἐπιλελήσμεθα σχεδόν παντάπασιν, εἰ καί χρείας ἐπειγούσης οὐχ ἑκόντες εἶναί τινα τούτων ἀναλαμβάνειν ὡς ἐνόν πειρώμεθα, διό καί τάς ἀττικάς ἐκεῖνας χάριτας καί τό λίαν ἔντεχνον τῆς ἐξαγγελίας ἀπειπάμεθα, τῆς δέ ἀληθινῆς σοφίας οὐδέν ἤ μικρόν κατειλήφαμεν, ἀλλ᾿ οἷον εἰς ὀσμήν μύρου τρέχομεν, αὐτό τό μύρον οὐκ ἐν χερσίν ἔχοντές πω.

Ὁ δέ τόν πόθον τοῦτον ἡμῖν ὑπερβολῇ φιλανθρωπίας ἐνθείς καί τέλος ἀτέλεστον διά τούς οἰκτιρμούς αὐτοῦ παράσχοι τῆς μελλούσης ἀμβροσίας ἀρχήν. Τοῦτο καί αὐτός ἡμῖν σύνευξαι καί ἡμεῖς ἐπευχόμεθά σου τῇ ἀρετῇ καί θεός ἄνωθεν ἐπίκουρος καί ἐπήκουος εἴη.

 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα