Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Γ’ Πρὸς Ἀκίνδυνον


n/a

Γ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ

Τό διθεΐτας ἡμᾶς τόν κακόφρονα Βαρλαάμ λέγειν σύντομός ἐστιν ἀπόδειξις τῆς ἡμῶν εὐσεβείας καί τῆς ἐκείνου κακοδοξίας, ἐπεί καί ὁ μέγας Βασίλειος τριθεΐτης ἤκουσε παρά τῶν βλασφημούντων εἰς τόν Υἱόν καί τό Πνεῦμα τό ἅγιον. Ἆρ᾿ οὖν οὐ μέγα τοῦτο δεῖγμα τῆς ἀσφαλοῦς τοῦ μεγάλου θεολογίας ὅτι τρία ταῖς ὑποστάσεσειν ἔλεγε τόν ἕνα Θεόν; Τί δ᾿ ἄν εἴη μεῖζον τῆς κακοδοξίας τεκμήριον τῶν διά τοῦτο ἐκεῖνον τριθεΐτην λεγόντων; Ἐπί δέ τόν τῆς θεολογίας ἐπώνυμον Γρηγόριον οἱ τῆς Ἀπολιναρίου συμμορίας καί λίθους ἔβαλον καί πρός τό δικαστήριον εἷλκον διθεΐτην ἀποκαλοῦντες αὐτόν, ὡς τέλειον καί κατ᾿ ἄμφω φρονοῦντα τόν θεάνθρωπον λόγον. Μαξίμου δέ τοῦ τά θεῖα σοφοῦ καί τήν χεῖρα καί τήν γλῶτταν οἱ κατά Σέργιον καί Πύρρον ἀφειδῶς ἀπέτεμον, διθεΐας ἔγκλημα τούτῳ καί πολυθεΐας προσάπτοντες ὡς διττάς ἐπί Χριστοῦ κηρύττοντι θελήσεις καί ἐνεργείας, κτιστάς δηλαδή καί ἀκτίστους, καταλλήλως ταῖς φύσεσιν, ἀκτίστου κατ᾿ αὐτόν οὔσης οὐ τῆς θείας φύσεως φυσικῶν ἐνεργειῶν, αἵ φύσεις οὐκ εἰσίν, ἀλλά κινήσεις θεοπρεπεῖς, ὡς πολλαχοῦ τῶν λόγων αὐτός παρίστησι. Τοῦτό ἐστι καθ᾿ ὅ καί ἡμεῖς διαβαλλόμεθα νῦν.

Ἀλλ᾿ ὅπερ ἔφην, μέγα μέν τό κατηγόρημα τοῦτο γνώρισμα τῆς ἀσφαλοῦς τῶν ἁγίων θεολογίας, οὐδέν δ᾿ ἧττον τῆς κακοδοξίας ἐναργής παράστασις τῶν διά τοῦτο ἐκείνους πολυθέους λεγόντων. Οὕτω τοίνυν καί πρός τούς ἀρτίως κατατεμόντας ἀθέσμως εἰς κτιστά καί ἄκτιστα τήν μίαν θεότητα καί τήν μέν θείαν μόνην οὐσίαν ἄκτιστον εἶναι λέγοντας θεότητα καί πᾶν ἄκτιστον τῆς θείας οὐσίας παντάπασιν ἀδιάφορον, κτιστήν δέ πᾶσαν δύναμιν καί ἐνέργειαν ἤ ταύτης ὁπωσδήποτε διενήνοχε, ἄκτιστον ἡμῶν καί κατ᾿ αὐτάς εἰρηκότων καί πολλά ταῖς ἐνεργείαις ὡς παντοδύναμον τόν ἕνα κατ᾿ οὐσίαν Θεόν˙ ("πληθύνεσθαι" γάρ ὁ Θεός λέγεται κατά τόν θεῖον Μάξιμον, τῷ καθ᾿ ἕκαστον εἰς παραγωγήν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος καί κατ᾿ οὐσίαν μέν ἄγνωστον παντάπασι, κατ᾿ ἐκείνας δέ γνωστόν, αἵ εἰσιν ἡ ἀγαθότης, ἡ σοφία, ἡ δύναμις, ἡ θειότης ἤτοι μεγαλειότης καί ἁπλῶς πάντα τά περί τήν οὐσίαν, ὡς καί ὁ Χρυσόστομος ἐπί λέξεώς φησι πατήρ)˙ οὕτω τοίνυν ταῦτα πρός τούς  τοιούτους ἡμῶν λεγόντων, ὁ διθεΐαν κατηγορῶν δῆλός ἐστιν αὐτός οὐ τόν πάντων ποιητήν προσκυνῶν, ἀλλά Θεόν τινα ἀνενέργητον. Οὐ γάρ ἔτι δύναιτ᾿ ἄν αὐτόν εἰπεῖν δημιουργόν ἤ θεουργόν ἤ ὅλως ἐνεργόν, σαφῶς ἀποφηναμένου τοῦ σεπτοῦ Μαξίμου ὡς οὐκ ἔστιν ἐνεργεῖν χωρίς ἐνεργείας καταλλήλου δήπουθεν, ὥσπερ οὐδέ ὑπάρχειν χωρίς ὑπάρξεως. Ἀλλ᾿ οὐδέ ἄκτιστον ἐρεῖ τοῦτον ὅν φησιν ὁ Βαρλαάμ Θεόν˙ ἐκ γάρ τῆς ἀκτίστου ἐνεργείας, κατά τόν αὐτόν πάλιν θεολόγον, ἡ ἄκτιστος φύσις χαρακτηρίζεται˙ τό δέ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχεν.

Εἰ τοίνυν μή ἔχει δαφέρουσαν ἑαυτῆς ἡ θεία φύσις ἐνέργειαν, ἄκτιστον καί ταύτην οὖσαν καί γνωστήν ἡμῖν ἐκ τῶν ἐνεργημάτων, ἐκείνη πάσης καταλήψεως ὑπερανιδρυμένη, πῶς εἴσεταί τις τῶν ἁπάντων ὡς ἔστι τις φύσις ἄκτιστος, ἀπερινόητος οὖσα καθ᾿ ἑαυτήν ἐκ δέ τῶν περί αὐτήν γινωσκομένη, ὧν ἐστι κατά μέγαν Ἀθανάσιον καί ἡ ταύτης δύναμις καί ἡ ἐνέργεια; Τί δ᾿ ὅμως ταῦτα μηκύνω λέγων, καί ταῦτα τῶν ἁγίων διδασκόντων ἐπί λέξεως ὅτι φύσις Θεοῦ καί ἐνέργεια οὐ ταὐτόν; Τῆς μέν γάρ φύσεώς ἐστι τό γεννᾶν, τῆς δέ ἐνεργείας τό ποιεῖν˙ καί ἄλλο ἡ οὐσία τοῦ Θεοῦ καί ἕτερον ἡ οὐσιώδης τοῦ Θεοῦ ἐνέργεια˙ καί ἄλλο μέν ἡ οὐσία τοῦ Θεοῦ, ἑτέρα δέ τῶν περί αὐτήν ὀνομάτων ἡ σημασία. Τί τοίνυν ταῦτα μηκύνω λέγων; Ὁ γάρ Βαρλαάμ, δι᾿ ὧν φησιν, ἀνύπαρκτον ἡμῖν εἰσάγει θεόν. Τό γάρ μηδεμίαν ἔχον δύναμιν ἤ ἐνέργειαν φυσικήν οὔτε ἔστιν οὔτε τί ἐστιν οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδέ ἀφαίρεσις κατά τούς θεολόγους.

Εἶπεν οὖν ὁ ἄφρων οὗτος τῆς ἡμῶν εὐσεβείας κατήγορος ὅτι οὐκ ἔστι ἐν τῇ καρδίᾳ αὐτοῦ, εἰ καί τοῖς χείλεσιν εἶναι δῆθεν θεόν ἰσχυρίζεται. «Ἀλλ᾿ ἔχει», φησίν, «ἐνεργείας ὁ Θεός κτιστάς δέ˙ πᾶσα γάρ ἐνέργεια Θεοῦ χωρίς τῆς τά πάντα ἐνεργούσης οὐσίας κτιστή, καί ἕν ἄναρχον καί ἀτελεύτητον ἡ θεία φύσις, καί αὕτη ἐστί τό μόνον ἄκτιστον φῶς καί ἡ ἄκτιστος δόξα τοῦ Θεοῦ». Τῆς δυσσεβείας, οἰκειότερον δ᾿ εἰπεῖν τῆς ἀθεΐας καί τελεωτάτης ἀσεβείας. Ἤ γάρ οὐκ ἔχει φυσικάς καί οὐσιώδεις ἐνεργείας ὁ Θεός, καί ἄθεός ἐστιν ὁ τοῦτο λέγων (τοῦτο γάρ πάλιν ἄντικρύς φησιν ὅτι οὐκ ἔστι Θεός˙ οἱ γάρ ἅγιοι φανερῶς λέγουσιν ὅτι φυσικῆς καί οὐσιώδους ἐνεργείας μή οὔσης οὔτε Θεός ἔσται οὔτε ἄνθρωπος ὁ ἐν δυσί ταῖς τοιαύταις ἐνεργείαις καί δυσί ταῖς φύσεσι προσκυνούμενος Χριστός) ἤ, εἴπερ εἰσίν ἐνέργειαι Θεοῦ φυσικαί καί οὐσιώδεις, κτισταί δέ εἰσιν αὗται, κτιστή ἔσται καί ἡ ταύτας ἔχουσα οὐσία τοῦ Θεοῦ˙ ἧς γάρ οὐσίας τε καί φύσεως αἱ φυσικαί καί οὐσιώδεις ἐνέργειαι κτισταί, ἄκτιστος αὐτή οὐκ ἔστιν. Ἀλλά καί ἡ θεία πρόνοια καί ἡ θεατική δύναμις καί ἡ τοῦ Θεοῦ λαμπρότης, ἡ καί κατά τό Θαβώριον ἐπιφανεῖσα Μωσεῖ καί Ἡλιού καί τοῖς συναναβᾶσιν ἐπί τό ὄρος τῷ Χριστῷ, τήν οἰκείαν ἐκφαίνοντι θεότητα καί βασιλείαν, καί αὗται τοίνυν κτίσματά εἰσιν, εἴπερ ἡ φύσις μόνη ἄναρχός ἐστι καί ἀτελεύτητος καί αὕτη μόνη ἐστί τό ἄκτιστον φῶς καί ἡ ἄκτιστος δόξα τοῦ Θεοῦ, καί οὕτω μία ἀκτιστος θεότης ὡς μόνης ἀκτίστου τῆς θείας οὐσίας ὑπαρχούσης.

Ἥ τε γάρ πρόνοια σχέσις ἐστί τοῦ Θεοῦ πρός τά τῆς παρ᾿ αὐτοῦ προμηθείας ἀπολαύοντα καί ἡ θεατική δύναμις πρός τά ὁρώμενα καί ἡ λαμπρότης πρός τά θείως λαμπρυνόμενα˙ ἡ δέ θεία φύσις σχέσις οὐκ ἔστι, πάντῃ πάντων ἀπολελυμένη τε καί ὑπερανιδρυμένη. Καί τῆς μέν θεατικῆς ἐνεργείας τό δημιουργεῖν οὐκ ἔστιν˙ ἐθεᾶτο γάρ τά πάντα ὁ Θεός καί πρό γενέσεως, οὐκ ἐδημιούργει δέ αὐτά καί πρό γενέσεως. Μή οὖσα τοιγαροῦν ἡ πάντα ἐνεργοῦσα φύσις αὕτη, κτιστή ἔσται κἀντεῦθεν κατά τόν Βαρλαάμ ἡ θεατική ἐνέργεια τοῦ Πνεύματος. Ἡ δέ θεία πρόνοια μετέχεται παρά τῶν ἐπιτυγχανόντων ταύτης˙ «πάντα γάρ», φησί, «τά ὄντα μετέχει προνοίας, παρά τῆς παναιτίου θεότητος ἐκβλυζομένης»˙ κατ᾿ οὐσίαν δέ ὁ Θεός ἀμέθεκτός ἐστι κατά τόν θεῖον Μάξιμον καθ᾿ ἥν μόνην ἄκτιστός ἐστι κατά τόν Βαρλαάμ. Οὐκοῦν κατ᾿ αὐτόν κἀντεῦθεν καί ἡ θεία πρόνοια κτιστή. Ἡ δέ τοῦ Θεοῦ λαμπρότης καί μετέχεται καί μερίζεται˙ «ἀμυδρά» γάρ, φησίν, «αὐτήν παρεγύμνωσεν ὁ Κύριος ἐπ᾿ ὄρους» οἵ τε μύσται ταύτην εἶδον οὐχ ὁλόκληρον «ἵνα μή σύν τῇ ὁράσει καί τό ζῆν ἀπολέσωσιν». Τό δέ μερίζεσθαι τῆς ἐνεργείας ἀλλ᾿ οὐ τῆς οὐσίας ὁ Χρυσόστομος ἀποφαίνεται πατήρ. Ἀλλά καί «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἔστω ἐφ᾿ ἡμᾶς», φησίν ὁ ψαλψῳδός προφήτης˙ καί «εἰς τοῦτό με φέρει τό μέτριον ἐνταῦθα φέγγος, λαμπρότητα Θεοῦ ἰδεῖν καί παθεῖν, φησίν ὁ θεολόγος Γρηγόριος˙ καί ὁ ἀπαστράπτων τό ἀληθινόν καί ἀδιάδοχον φῶς, κατά τόν μέγαν Βασίλειον, τούς αὐτοῦ μετέχοντας ἄλλους ἡλίους ἀπεργάζεται θείους˙ «λάμψουσι γάρ καί οἱ δίκαιοι ὡς ὁ ἥλιος». Ἡ δέ θεία φύσις ὑπέρ πᾶσαν μέθεξίν ἐστιν, ἥν μόνην ἄκτιστον φῶς ὁ Βαρλαάμ ἀπεφήνατο. Κατ᾿ αὐτόν οὖν κτιστόν ἐστι καί τό θειότατον φῶς, ἐπεί καί ὀνομάζεταί πως τοῦτο˙ ἡ δέ θεία φύσις παντάπασιν ἀνώνυμός ἐστιν ὡς ὑπερώνυμος.

Ταῦτα καί τά τοιαῦτα λεγόντων ἡμῶν πρός τά τοῦ Βαρλαάμ δυσσεβῆ συγγράμματά τε καί κηρύγματα, δέον ἐντεῦθεν ἐκεῖνον τἀληθές καταμαθόντα τήν δυσσεβῆ γνώμην ἀποθέσθαι. Μεθ᾿ ἱλαρότητος γάρ πόσης, ἄν εἴπῃς! Καί πρό τῶν ἐλέγχων πολύν ὑπεμείναμεν εὖ ἴσθι χρόνον, τοῦτον ἐνάγοντες πρός τήν εὐσέβειαν. Ὁ δέ μηδέ τοῖς ἐλέγχοις εἴξας, καθάπερ οὐδέ πρότερον τοῖς προτρετικοῖς καί παρακλητικοῖς τῶν λόγων, ἔτι μᾶλλον, ὡς ᾤετο, κτιστόν ἀποφαίνων τό θειότατον φῶς καί πᾶσαν θείαν δύναμιν καί ἐνέργειαν, ἐκ τῶν παρ᾿ ἡμῶν προτεινομένων ὑπέρ τούτων πατερικῶν ρημάτων συνήγαγε καί συνέθηκε καθ᾿ ἡμῶν, μᾶλλον δέ κατ᾿ αὐτῶν τῶν ἱερῶν πατέρων, τήν «ὑπερκειμένην καί ὑφειμένην θεότητα, καί ταύτην περιαγγέλλων, ἅμα τε τούς ἀνεξετάστως ἀκούοντας ἡμῶν ἐπεγείρει καί τό δῆθεν ἄτοπον φεύγοντας πείθει κτιστόν λέγειν ἐκεῖνο τό φῶς καί πᾶσαν δύναμιν Θεοῦ καί ἐνέργειαν τῆς θείας οὐσίας ὁπωσδήποτε διαφέρουσαν, ἵνα μή τῇ τοιαύτῃ διθεΐα καί αὐτοί περιπέσωσιν. «Εἰ γάρ καί τό φῶς», φησίν, «ἄκτιστον, τό αἰτιατόν καί μεθεκτόν καί ὁρατόν ἐπ᾿ ὄρους γεγονός, ὁπωσδήποτε θεότης προσαγορευόμενον, καί ἡ ὑπέρ πᾶσαν αἰτίαν καί μέθεξιν, ὅρασίν τε καί κατάληψιν, ἐπωνυμίαν τε καί ἔκφανσιν φύσις τοῦ Θεοῦ, πῶς μία ἔσται, ἀλλ᾿ οὐχί δύο ἄκτιστοι θεότητες, ὑπερκειμένη καί ὑφειμένη»; Μή συνορῶν ὁ τάλας ὡς εἴπερ εἴη τό θεῖον φῶς κτίσμα καί πᾶσα θεία ἐνέργεια ἤ τῆς θείας διενήνοχεν οὐσίας, καθά φησιν αὐτός, οὕτω μᾶλλον ἀδύνατον μίαν εἶναι θεότητα. Οὐδεμία γάρ ἔσται ἄκτιστος θεότης˙ κτιστή γάρ ἐστι καί ἡ φύσις ἧς ἡ ἐνέργεια κτιστή.

Ἀλλ᾿ οὐδέ δυνατόν συνελθεῖν εἰς μίαν θεότητα τό ἄκτιστον καί τά κτιστά. Ἐξ᾿ ὧν οὖν αὐτός φησι, δύο τοῦ Θεοῦ κυρίως γίνονται θεότητες, ἡ μέν ὑπερκειμένη κατά πάντα τρόπον καί ἀεί, ὡς ἄκτιστος ὑπάρχουσα θεότης, ἡ δέ ὑφειμένη καί διῃρημένη κατά πάντα τρόπον καί ἀεί ὡς κτιστή ὑπάρχουσα θεότης. Ἐν ἀκτίστῳ δέ οὐσίᾳ καί φυσικῇ δυνάμει καί θελήσει καί λαμπρότητι καί ἐνεργείᾳ μία ἐστί θεότης, αὐτόθεν τῶν φυσικῶν πρός τήν κατάλληλον φύσιν τήν ἀδιάσπαστον ἕνωσιν ἐχόντων καί κατά τό ἄκτιστον ἕν ὄντων καί ἴσον καί ἁπλοῦν.  Τό γάρ μή φυσικήν ἔχον δύναμιν καί ἐνέργειαν οὐχ ἁπλοῦν ἐστιν, ἀλλά μή ὄν˙ καί τό κατά τό αἴτιον καί αἰτιατόν, μεθεκτόν τε καί ἀμέθεκτον, χαρακτηρίζον τε καί χαρακτηριζόμενον καί τά τοιαῦτα ὑπερκείμενον καί ὑποβεβηκός, οὐδέν ἐμποδίζει πρός τό ἕνα εἶναι καί ἁπλοῦν τόν Θεόν, μίαν ἔχοντα καί ἴσην καί ἁπλῆν θεότητα.

Καί ὁ Πατήρ γάρ τοῦ Υἱοῦ μείζων τῷ αἰτίῳ καί διά τό τοῦ Υἱοῦ ἀνθρώπινον, καί κατά τόν μέγαν  Βασίλειον καί τόν θεῖον Κύριλλον τό Πνεῦμα τῇ τάξει καί τῷ κατ᾿ αὐτήν ἀξιώματι τόν Υἱόν ὑποβέβηκεν, ὡς δι᾿ αὐτοῦ χορηγούμενον, φύσει δέ οὐ δεύτερόν ἐστιν, ὡς ὁ Εὐνόμιος πρῶτος ἐλήρησεν, ἀλλ᾿ ἴσον˙ ὥσπερ γάρ ὁ Υἱός Κύριος, οὕτω καί τό Πνεῦμα Κύριον, ἀλλά ταῦτα εἷς Θεός ἐν μιᾷ θεότητα ἁπλῇ καί ἴσῃ. Οὐδ᾿ ἐπί τῆς οὐσίας τοίνυν καί δυνάμεως καί ἐνεργείας καί θελήσεως καί τῶν τοιούτων, ἀκτίστων ἁπασῶν οὐσιῶν, τό κατά τήν τάξιν καί τό αἴτιον καί τά τοιαῦτα ὑπερέχον πρός τό μίαν εἶναι προσίσταται θεότητα. Ταῦτα γάρ ἐστιν ἡ μία θεότης τῶν τριῶν προσκυνητῶν προσώπων, ἡ οὐσία, ἡ θέλησις, ἡ δύναμις, ἡ ἐνέργεια καί τά τοιαῦτα, οὐχ ὡς ἕν ὄντα καί παντάπασιν ἀδιάφορα πρός ἄλληλα καί οὐσίαν μόνον πάντα (τοῦτο γάρ τῆς τοῦ Βαρλαάμ ἐστι παραφροσύνης), ἀλλ᾿ ὡς ἑνιαίως ἀπαραλλάκτως ἐν Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι θεωρούμενα.

Διό καί ὁ μέγας Ἀθανάσιος τά περί τήν οὐσίαν πάντα συλλαβών καί ἀπαριθμησάμενος «οὐχ ἕκαστον τούτων», φησίν, «οὐσία λέγεται, ἀλλά περί τήν οὐσίαν, ἅ καί ἄθροισμα καί πλήρωμα λέγεται θεότητος κατά τήν Γραφήν, καθ᾿ ἑκάστην τῶν ἁγίων ὑποστάσεων ἐπίσης θεωρούμενα καί θεολογούμενα». Ταῦτά ἐστιν ἡ παρά τῶν εὐσεβῶν πρεσβευομένη μία καί ἁπλῆ καί μόνη ἄκτιστος θεότης. Ὁ δέ λέγων μόνην ἄκτιστον θεότητα τήν οὐσίαν τοῦ Θεοῦ ἀκρωτηριάζει τήν θεότητα, μᾶλλον δ᾿ ὡς προαποδέδεικται καί ἀναιρεῖ τελέως. Ὁ δέ ἀδιάφορα παντάπασι διατελεῖν οὐσίαν καί δύναμιν καί θέλησιν καί ἐνέργειαν ἄκτιστον ἰσχυριζόμενος τοῦ ἀκρωτηριάζοντος καί ἀναιροῦντος διενήνοχεν οὐδέν διά τῆς ἀσεβοῦς συναλοιφῆς αὐτό τοῦτ᾿ ἀπεργαζόμενος˙ εἰς ἄλληλα γάρ μεταχωροῦντα δι᾿ ἀλλήλων πάντα τά τοιαῦτα χωρεῖ πρός τό μή ὄν. Ὁ δέ τήν οὐσίαν ἄκτιστον εἶναι μόνην διαβεβαιούμενος, τήν δέ ταύτης οὕτω διενηνοχυῖαν δύναμιν καί θέλησιν καί ἐνέργειαν κτιστήν, εἰς κτιστά καί ἄκτιστα διχοτομεῖ τήν μίαν θεότητα, διχοτομούμενος αὐτός καί ἀποτεμνόμενος τῆς θείας χάριτος καί τελέως ἀπορρηγνύμενος τῶν εὐσεβῶν, Ἀρείου καί  Εὐνομίου καί Μακεδονίου μηδέν ἧττον, ὅτι μή καί μᾶλλον. Δεῖ τοιγαροῦν τοῖς ὀρθοτομεῖν αἱρουμένοις τόν λόγον τῆς ἀληθείας μετά συνέσεως καί τήν ὑπεροχήν στέργειν τῆς θείας οὐσίας πρός τάς θείας ἐνεργείας, ὡς ἐντεῦθεν δεικνυμένης τῆς πρός ἄλληλα διαφορᾶς, καί τό ἄκτιστον τῶν θείων ἐνεργειῶν, εἰ καί τῆς οὐσίας διενηνόχασιν, ὡς ἐντεῦθεν δεικνυμένου τοῦ ἑνιαίου τῆς θεότητος˙ ἐκτός γάρ τοῦ ἑνός Θεοῦ ἄκτιστον οὐδέν.

Δεῖ δέ προθεῖναι νῦν ἐκ πολλῶν ὀλίγας τῶν ἁγίων φωνάς, παρ᾿ ὧν ἡ τῆς ἀκτίστου οὐσίας πρός τήν ἄκτιστον ἐνέργειαν ὑπεροχή λίαν εὐσεβῶς διαδείκνυται, καί μάλιστα τῶν τοῦ μεγάλου Διονυσίου, παρ᾿ οὗ σχεδόν πρώτου καί αὐτά τά στοιχεῖα τῆς θεολογίας ἡ ἐκκλησία μεμύηται. Τήν δή τοῦ ὄντως ὄντος ἐκφαντορικήν οὐσιωνυμίαν ἐξυμνεῖν ὁ μέγας ἐπιβαλλόμενος, «τοσοῦτον», φησίν, «ὑπομνήσωμεν ὅτι τῷ λόγῳ σκοπός οὐ τήν ὑπερούσιον οὐσίαν ᾗ ὑπερούσιος ἐκφαίνειν (ἄρρητον γάρ τοῦτο καί ἄγνωστόν ἐστι καί παντελῶς ἀνέκφαντον καί αὐτήν ὑπεραῖρον τήν ἕνωσιν), ἀλλά τήν οὐσιοποιόν εἰς τά ὄντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι». Ἡ μέν οὖν ἕνωσις, ἧς μετά θαύματος ἐμνήσθη νῦν ὁ θεοφάντωρ, θέωσίς ἐστι καθ᾿ ἥν, ὡς αὐτός φησιν ἀρχόμενος τῆς Περί τῶν θείων ὀνομάτων πραγματείας, «τοῖς ἀφθέκτοις καί ἀγνώστοις ἀφθέγκτως καί ἀγνώστως συναπτόμεθα κατά τήν κρείττονα τῆς καθ᾿ ἡμᾶς οὐσίας τε καί ἐνεργείας ἕνωσιν». Περί ταύτης τοίνυν δῆλον ἔσται προϊόντος τοῦ λόγου. Ἐνταῦθα δέ κατάδηλον ὡς οὐ μόνον ἡ μετά τῶν ἄλλων πάντων καί τῆς οὐσιοποιοῦ προόδου ὑπερέχουσα οὐσία τοῦ Θεοῦ, ἀλλά καί ἡ ὑπερεχομένη πρόοδος αὕτη τοῦ Θεοῦ, οὐσιοποιός οὖσα, ἄκτιστός ἐστι˙ τό γάρ ποιητικόν τε καί δημιουργικόν καί ταῦτα πάντων ἁπαξαπλῶς τῶν ὄντων, πῶς ἄν εἴη δεδημιουργημένον καί πεποιημένον καί τῶν οὕτως ὄντων ἕν;

Μετ᾿ ὀλίγα δέ πάλιν ὁ αὐτός φησιν, «οὐκ ἐκφράσαι τήν αὐτοϋπερούσιον ἀγαθότητα καί οὐσίαν καί ζωήν καί σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ὁ λόγος ἐπαγγέλλεται, τήν ὑπέρ πᾶσαν ἀγαθότητα καί θεότητα καί οὐσίαν καί σοφίαν καί ζωήν ἐν ἀποκρύφοις, ὡς τά λόγιά φησιν, ὑπεριδρυμένην, ἀλλά τήν ἐκπεφασμένην ἀγαθοποιόν πρόνοιαν»˙ εἰς ταύτην δέ τήν  πρόνοιαν κἀνταῦθα θεοπρεπεστάτους ὕμνους ἀνατίθησιν. Ἐν δέ τῷ ἑνδεκάτῳ κεφαλαίῳ καί θεότητα ταύτην ὀνομάζει γράφων˙ «θεότητά φαμεν ἀρχικῶς μέν καί θεϊκῶς καί αἰτιατῶς τήν μίαν πάντων ὑπεράρχιον καί ὑπερούσιον ἀρχήν καί αἰτίαν˙ μεθεκτῶς δέ τήν ἐκδιδομένην ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικήν δύναμιν, τήν αὐτοθέωσιν, ἧς τά μετέχοντα ἔνθεά ἐστί τε καί λέγεται». Ἆρ᾿ οὖν ἡ ἀνέκφραστος καί ὑπεράρχιος οὐσία τοῦ Θεοῦ, ἡ κατά τό ἄφραστον καί ἀμέθεκτον καί ἀνέκφαντον καί ἀναίτιον ὑπερέχουσα ταύτης τῆς προνοίας, μόνη ἄκτιστός ἐστιν; Ἤ καί ἡ ὑπερεχομένη παρά τῆς οὐσίας ἐκείνης ὡς αἰτίας πρόνοια, θεότης καί αὗτη ὀνομαζομένη ὡς οὐκ ἐκτός οὖσα τοῦ πληρώματος τῆς μιᾶς θεότητος, ἄκτιστός ἐστιν; Τῶν ἀριδηλοτάτων ὅτι καί αὕτη ἄκτιστός ἐστιν˙ ἔνθεα γάρ ποιεῖ τά δεκτικά θεώσεως, ὡς αὕτη μή ἐκτός οὖσα τοῦ ἑνός Θεοῦ, καί τῷ μετέχειν αὐτά ταύτης ἔνθεα τελεῖται, ὡς μή μετοχῇ ταύτης ἐχούσης τό τελεῖν θείας, ἐπεί καί αὐτοθέωσίς ἐστιν.

Ἀλλά καί ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ, «θεότης ἐστίν» εἰπών «ἡ πάντα θεωμένη πρόνοια» καί ταύτην κἀνταῦθα θείως ἐξυμνήσας, εἶτά φησιν «ἐκ τῆς ὑπερεχούσης καί ὑπερκειμένης καί ἁπλουστάτης ἁγιότητος καί κυριότητος καί βασιλείας καί θεότητος εἶναι πᾶσαν ἀγαθήν πρόνοιαν, θεωρόν καί συνοχικήν τῶν προνοουμένων, ἑαυτήν ἀγαθοπρεπῶς ἐπιδιδοῦσαν πρός ἐκθέωσιν τῶν ἐπεστραμμένων». Ἡ τοίνυν ἐκ τῆς ὑπερκειμένης καί ὑπερεχούσης καί ἁπλουστάτης ἁγιότητος καί κυριότητος καί βασιλείας καί θεότητος (δηλαδή τῆς οὐσίας τοῦ Θεοῦ˙ ἐκείνη γάρ ἁπλουστάτη τέ ἐστιν, ὡς παντάπασιν ἀμέριστος, καί διά τό καθ᾿ ἑαυτήν ὑπερώνυμος εἶναι καί ἀνώνυμος μεθ᾿ ὑπεροχῆς ἐκ πασῶν καλεῖται τῶν οἰκείων ἐνεργειῶν), ἡ γοῦν ἐξ ἐκείνης ἀγαθή πρόνοια καί θεότης ὀνομαζομένη ὡς πάντων ἔφορος καί πάντων θεωρός, τί ἄλλο ἤ τοῦ Θεοῦ ἐνέργειά ἐστιν, ἀλλ᾿ οὐκ οὐσία, τῷ ἐξ ἐκείνης εἶναι τῆς οὐσίας ἐκείνης διαφέρουσα καί ὑπερεχομένη παρ᾿ ἐκείνης ὡς αἰτίας οὔσης καί ὑπερωνύμου; Πῶς οὖν οὐκ ἄκτιστος ἡ ἐξ ἐκείνης αὕτη πρόνοια, θεωρός οὖσα καί συνοχική τῶν προνοουμένων, καί ταῦτα ἑαυτήν ἀγαθοπρεπῶς ἐπιδιδοῦσα πρός ἐκθέωσιν τῶν ἐπεστραμμένων;

Ἀλλά γάρ δείξας καί μεθεκτήν τἀυτό δ᾿ εἰπεῖν μετοχήν, οὖσαν ταύτην, ὡς καί αὐτός πολλαχοῦ τῶν λόγων ὀνομάζει ταύτην ( «ἑαυτήν» γάρ φησιν «ἀγαθοπρεπῶς ἐπιδιδοῦσαν»), ἐφεξῆς εὐθύς ἐπήγαγεν˙ ἐπεί δέ ὑπερπλήρης ἐστίν ὁ πάντων αἴτιος, κατά μίαν τῶν πάντων ὑπερέχουσαν ὑπερβολήν ἅγιος ἁγίων «ὑμνεῖται, κατά ὑπερβλύζουσαν αἰτίαν καί ἐξῃρημένην ὑπεροχήν,  ὡς ἄν τις φαίη, καθ᾿ ὅσον ὑπερέχουσι τῶν οὐκ ὄντων τά ὄντα ἅγια ἤ κύρια ἤ θεῖα ἤ βασιλικά, καί αὗ τῶν μετεχόντων αἱ αὐτομετοχαί, κατά τοσοῦτον ὑπερίδρυται πάντων καί τῶν μετεχόντων καί τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος», κατ᾿ οὐσίαν δηλονότι. Ἆρ᾿ οὖν αἱ ὑπερεχόμεναι αὐτομετοχαί αὗται παρά τοῦ ἀμεθέκτου αἰτίου, ὧν ἐστι καί πᾶσα ἀγαθή πρόνοια ὡς συνεκτική καί θεωρός οὖσα τῶν προνοουμένων καί ἐκθεωτική τῶν πρός αὐτήν ἐπεστραμμένων, θεότης ὀνομαζομένη, κτίσματά ἐστι, διότι ὑπερέχονται παρά τοῦ ἀμεθέκτου αἰτίου, καθάπερ ἡμᾶς ἐδίδαξεν ὁ οὐρανόφρων οὗτος, οὐ τῶν μετεχόντων μόνων εἰπών, δηλονότι τῶν τε ἄλλων καί τῶν τεθωμένων, ὑπεριδρῦσθαι τῶν ἀμέθεκτον αἴτιον, ἀλλά καί τῶν μετοχῶν τουτέστι καί αὐτῆς τῆς ἐκθεωτικῆς προνοίας καί τῶν παραπλησίων, κατά ὑπερβλύζουσαν αἰτίαν καί ἐξῃρημένην ὑπεροχήν; Καί πῶς ἔσται κτιστά τά μή μετοχῇ τό εἶναι ἔχοντα καί τῶν μετεχόντων πάντων ὑπερέχοντα; 

Ὅτι δέ οὐδεμία τῶν ἀκτίστων καί θείων ἐνεργειῶν τούτων οὐσία ἐστίν, ὁ αὐτός θεοφάντωρ ἐν τῷ πρό τούτου κεφαλαίῳ φανερῶς ὑπέδειξεν εἰπών˙ «οὐκ οὐσίαν τινά θείαν ἤ ἀγγελικήν εἶναί φαμεν τό αὐτονοεῖναι, ἀλλ᾿ αὐτονοεῖναι καί αὐτοζωήν καί αὐτοθεότητά φαμεν καί αὐτάς τάς τοῦ Θεοῦ δυνάμεις, τήν αὐτουσίαν, αὐτοζώωσιν, αὐτοθέωσιν». Τήν γε μήν ἐξῃρημένην ταύτην καί ὑπερβάλλουσαν κατ᾿ οὐσίαν τοῦ Θεοῦ ὑπεροχήν καί πρός αὐτάς τάς ἀκτίστους ἐνεργείας, ὁ τά πάντα πολύς καί ὑψηλός Διονύσιος καί μηδέν ἧττον ἠκριβωμένος ἤ πολύς τά θεῖα, διά πάσης ὑμνεῖ τῆς Περί τῶν θείων ὀνομάτων πραγματείας, πρός τῇ κατά τάς θείας ἐνεργείας διακρίσεις τοῦ Θεοῦ καί τοῦτ᾿ αὐτό τῶν λόγων ὑπόθεσιν ποιούμενος. Ἀλλά καί τῷ θεραπευτῇ Γαΐῳ γράφων, ἐρωτήσαντι πῶς ὁ πάντων ἐπέκεινα καί ὑπέρ θεαρχίαν ἐστί καί ὑπέρ ἀγαθαρχίαν, «εἰ θεότητά» φησιν «καί ἀγαθότητα νοήσαις αὐτό τό χρῆμα τοῦ ἀγαθοποιοῦ καί θεοποιοῦ δώρου τῆς οὕτω λεγομένης θεότητος, ὡς θεαρχίας καί ἀγαθαρχίας ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα». Κἀν τῷ περί θείας εἰρήνης κεφαλαίῳ τελευτῶν πάντας τούς θείους ἡμῶν ἱεροδιδασκάλους τοῦτ᾿ αὐτό προάγει φάσκοντας.

Ἔστιν ἄρα θεότης ὑφειμένη κατά τούς θεοσόφους θεολόγους, ὡς κἀνταῦθ᾿ εἶπεν ὁ μέγας Διονύσιος, ἡ θέωσις, δῶρον οὖσα τῆς ὑπερκειμένης οὐσίας τοῦ Θεοῦ. Καί μάτην νῦν ὁ Βαρλαάμ τήν διθεΐαν περιαγγέλλει δῆθεν καθ᾿ ἡμῶν˙ εἰς γάρ διαβολήν τῶν ἀλήπτων θεολόγων δῆλός ἐστι τοῦτο διαβόητον ποιούμενος, κτιστόν αὐτός εἶναι διατεινόμενος τό θεῖον τοῦτο δῶρον καί οὕτω μίαν ἄκτιστον θεότητα, τήν οὐσίαν τοῦ Θεοῦ. Κατατεμών τοίνυν ἐντεῦθεν τόν Θεόν εἰς κτιστά καί ἄκτιστα, εἶτα τοῖς εὐσεβῶς καί κατ᾿ ἐνέργειαν ἄκτιστον αὐτόν φρονοῦσι λοιδορεῖται. Τό γάρ τοῦ Θεοῦ θεοποιόν δῶρον ἐνέργεια αὐτοῦ ἐστιν, ἥν θεότητα καί ὁ μέγας Διονύσιος καί οἱ ἄλλοι πάντες θεολόγοι πολλαχοῦ φασι, τῆς θείας ἐνεργείας μᾶλλον ἤ τῆς θείας οὐσίας εἶναι τοὔνομα τῆς θεότητος ἰσχυριζόμενοι˙ καί τάς ἐνεργείας γάρ τοῦ Πνεύματος πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν κατά τόν θεολόγον Γρηγόριον. Ὡς οὖν ὁ προφήτης τάς ἐνεργείας τοῦ Πνεύματος ἑπτά πνεύματα καλέσας τῷ ἑνιαίῳ τοῦ Πνεύματος οὐκ ἐλυμήνατο, οὕτω καί τῇ τῆς θεότητος ἐπωνυμίᾳ, καθάπερ ἀνωτέρω δέδεικται, καί ἡ πρόνοια καλεῖται παρά τῶν ἁγίων, ἐνέργεια οὖσα τοῦ Θεοῦ, καί ἡ θεατική δύναμις καί ἡ θεοποιός χάρις τοῦ Θεοῦ,  δηλαδή ἡ θέωσις, καί τό ἑνιαῖον τῆς θεότητος οὐκ ἀναιρεῖται. Αἱ δέ τοῦ Θεοῦ δυνάμεις καί αἱ ἐνέργειαι, ὡς καί τοῦτ᾿ ἀνωτέρω δέδεικται, ἄκτιστοί εἰσι˙ τοιγαροῦν ἡ θεοποιός χάρις τοῦ Θεοῦ οὐ θεότης καλεῖται μόνον, ἀλλά καί ἄκτιστός ἐστι κατά τούς θεοσόφους θεολόγους. Εἰ γάρ καί σχέσιν αὐτήν προϊών ὁ μέγας  προσηγόρευσεν, ἀλλά σχέσιν Θεοῦ πρός τούς τεθεωμένους˙ τοιαύτη γάρ καί ἡ θεία πρόνοια καί ἡ θεατική δύναμίς ἐστι. Μίμημα δέ ταύτην προσειπών, τό ἀμίμητον προέθηκε καί ἀρχήν εἶναι τῶν θεουμένων ταύτην ἔφη καί θεαρχίαν καί ἀγαθαρχίαν, ὅ ἔστι μόνου τοῦ Θεοῦ, καί θεοποιόν αὐτήν προσείρηκεν, ἀλλ᾿ οὐ θεοπεποιμένην, ἵνα δείξῃ ἄκτιστον διατελοῦσαν.

Ὅτι δέ ἡ θεοποιός χάρις, αὐτή ἡ θέωσις, ἄκτιστός ἐστι, καί ὁ θεῖος παρρησίᾳ Μάξιμος ἀπαγγελεῖ γράφων˙ «τοῦτό ἐστι τό τοῦ Θεοῦ Εὐαγγέλιον πρεσβεία Θεοῦ πρός ἀνθρώπους δι᾿ Υἱοῦ σαρκωθέντος καί μισθόν δωρουμένου τοῖς αὐτῷ πειθομένοις τήν ἀγέννητον θέωσιν». Καί πάλιν, «ἡ θεία χάρις μένει κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατά φύσιν ὡς ἀγέννητος ἔχει τήν ἀπειρίαν». Καί πάλιν, «πάσχομεν ὡς ὑπέρ φύσιν οὖσαν κατά χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τήν θέωσιν». Καί πάλιν, «μόνης τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τό ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τήν φύσιν τῷ ὑπέρ φύσιν φωτί καί τῶν οἰκείων ὅρων αὐτήν ὑπεράνω κατά τήν ὑπερβολήν τῆς δόξης ποιουμένης». Διό καί ὁ μέγας φησί Βασίλειος˙ «Τό Πνεῦμα τό ἅγιον ἐξέχεεν ἐφ᾿ ἡμᾶς ὁ Θεός πλουσίως διά Ἰησοῦ Χριστοῦ, ἐξέχεεν, οὐκ ἔκτισεν, ἐχαρίσατο, οὐκ ἐδημιούργησεν, ἔδωκεν, οὐκ ἐποίησεν». Τί οὖν ἐξέχεε καί ἐχαρίσατο καί ἔδωκεν ἡμῖν ὁ Θεός διά τοῦ Ἰησοῦ Χριστοῦ; Ἆρα τήν οὐσίαν ἤ τήν χάριν τοῦ ἁγίου Πνεύματος; Τήν θεοποιόν πάντως χάριν, καθάπερ καί ὁ χρυσόστομος θεολόγος Ἰωάννης φησίν ὅτι «οὐχ ὁ Θεός, ἀλλ᾿ ἡ φύσις ἐκχεῖται»˙ διά ταύτης γάρ καί ἡ τοῦ Πνεύματος φύσις ἄκτιστος οὖσα καί γνωρίζεται καί δείκνυται, μηδεμίαν ἔκφανσιν ἔχουσα καθ᾿ ἑαυτήν. Σαφῶς οὖν ἄκτιστος ἡ χάρις αὕτη, καί τοσοῦτο σαφῶς, ὡς καί τό ταύτης ἀποτέλεσμα, τῶν κεχαριτωμένων θείως καί τεθεωμένων ἕκαστον, φημί ἄναρχον, ἀΐδιον, ἀτελεύτητον, ταὐτό δ᾿ εἰπεῖν ἄκτιστον καλεῖσθαι κατ᾿ αὐτήν. Κατά γάρ τό θεῖον πάλιν Μάξιμον «ὁ τοῦ ἀεί εὖ εἶναι λόγος κατά χάριν τοῖς ἀξίοις παραγίνεται τόν Θεόν ἐπιφερόμενος τόν πάσης ἀρχῆς καί τέλους κατά φύσιν ἀνώτερον, ποιοῦντα τούς ἀρχήν ἔχοντας κατά φύσιν καί τέλος ἀνάρχους κατά χάριν καί ἀτελευτήτους», ἐπεί καί ὁ μέγας Παῦλος, τήν χρονικήν μηκέτι ζῶν ζωήν, ἀλλά «τήν τοῦ ἐνοικήσαντος λόγου θείαν καί ἀΐδιον», ἄναρχος γέγονε καί ἀτελεύτητος χάριτι, καί Μελχισεδέκ «οὔτε ἀρχήν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔσχεν», οὐ διά τήν φύσιν τήν κτιστήν, δι᾿ ἥν τοῦ εἶναι ἤρξατο καί ἔληξεν, ἀλλά διά τήν χάριν τήν θείαν καί ἄκτιστον καί ἀεί οὖσαν ὑπέρ πᾶσαν φύσιν καί χρόνον ἐκ τοῦ ἀεί ὄντος Θεοῦ. Κτιστός οὖν ἦν ὁ Παῦλος μόνον μέχρις ἄν ἔζη τήν προστάγματι Θεοῦ ἐξ οὐκ ὄντων γεγονυῖαν ζωήν˙ ὅτε δέ μή ταύτην ἔζη, ἀλλά τήν ἐνοικήσει τοῦ Θεοῦ προσγενομένην, ἄκτιστος γέγονε τῇ χάριτι, καθά καί ὁ Μελχεσεδέκ καί πᾶς ὁ ζῶντα καί ἐνεργοῦντα μόνον τόν τοῦ Θεοῦ λόγον ἐν ἑαυτῷ κτησάμενος. 

Ταῦτα ἄρα καί ὁ μέγας φησί Βασίλειος ὅτι «τό κινηθέν ὑπό Πνεύματος ἁγίου κίνησιν ἀΐδιον ζῶον ἅγιον ἐγένετο˙ ἔσχε δέ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, προφήτου, ἀποστόλου, ἀγγέλου, Θεοῦ, ὤν πρότερον γῆ καί σποδός». Καί πάλίν, «διά πνεύματος ἁγίου κοινωνόν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον φωτός χρηματίζειν, δόξης ἀϊδίου μετέχειν». Ὁ δέ Νύσσης θεῖος Γρηγόριος «ἐκβαίνει» φησί «τήν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος ἀθάνατος ἐκ θνητοῦ καί ἐξ ἐπικήρου ἀκήρατος καί ἐξ ἐφημέρου ἀΐδιος καί τό ὅλον Θεός ἐξ ἀνθρώπου γινόμενος˙ ὁ γάρ Θεοῦ Υἱός γενέσθαι καταξιωθείς ἕξει πάντως ἐν ἑαυτῷ τοῦ Πατρός τό ἀξίωμα». Τοιοῦτοι μέν οὖν οἱ θεοειδεῖς πάντες κατά τήν χάριν ὥσπερ καί θεοί. Αὐτή δ᾿ ἡ χάρις ἄκτιστος οὐ κατά χάριν (ἔσται γάρ χάρις χάριτος καί ταύτης πάλιν ἄλλη καί τοῦτ᾿ ἐπ᾿ ἄπειρον οὐ στήσεται προβαῖνον˙ ἄκτιστος οὖν ὡς ἀληθῶς ἡ χάρις. Τόν γάρ κενόφρονα ληρεῖν ἐᾶν, μίμησιν φυσικήν εἶναι λέγοντα τήν χάριν ταύτην, ἐπεί πολλαί τε καί δειναί καί ἀπό τούτου τίκτονται αἱρέσεις καί κατά τόν θεῖον πάλιν Μάξιμον «θεώσεως οὐδέν γενητόν κατά φύσιν ἐστί ποιητικόν, καί τῆς κατά φύσιν δυνάμεως οὐδαμῶς ἡ θέωσις ὑπάρχει κατόρθωμα». Σύ δή φύλαττέ μοι τήν καλήν ταύτην τῶν πατέρων παρακαταθήκην ὅτι ἄκτιστος ἡ θεία χάρις ὡς φύσεως ἐνέργεια Θεοῦ καί κατά τόν ἅγιον Ἰσαάκ «ὡς δόξα τῆς φύσεως αὐτοῦ». Μόνον δέ ἄκτιστον εἰπών τις τόν Θεόν, καί τάς αὐτοῦ φυσικάς ἐνεργείας συμπεριείληφεν ἁπάσας. Τί οὖν ἔτι δεῖ ζητεῖν καί διαιρεῖν;

Ἀλλ᾿ ὁ κενόφρων οὗτος, τά βαθέα τοῦ Σατανᾶ μεμυημένος καί κτιστάς δυσσεβῶς δοξάζων τάς θείας ἐνεργείας, μίαν ἄκτιστον δολίως κηρύττει θεότητα μόνην, τήν θείαν φύσιν, ὡς εὐπαράδεκτος εἴη τοῖς μή καλῶς εἰδύσι τάς φραφάς κτιστάς ἀποφαινόμενος τάς θείας ἐνεργείας, μάλιστα δέ τήν θεοποιόν χάριν τοῦ παναγίου Πνεύματος κακῶς διαιρῶν τῆς ὑπερουσίου φύσεως ἐκείνης. Μή ἀγνοήσαντες οὖν ἡμεῖς τήν τοιαύτην πανουργίαν ἥκιστα συνεθέμεθα τοῖς ὑπ᾿ αὐτοῦ προτεινομένοις, μᾶλλον δέ οὐδέ φάναι τι πρό τῆς ἀκριβοῦς ἐρεύνης ἠξιώσαμεν˙ προὐκαλεσάμεθα δέ αὐτός εἰς λόγους, ἵνα φανερά γένηται ἡ εὐσεβής διάνοια. Ὁ δέ ὑπέπτηξε καί οὐδέ γρύξαι, πίστευσον, ἐτόλμησε, πολλῶν παρόντων. Εἰ δέ νῦν πονηρά διά τοῦτο κηρύττει καθ᾿ ἡμῶν αὐτόσε, χαρᾶς ἡμῖν πρόξενος γίνεται καί μισθοῦ πολλοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. Διό καί τῷ ἐπαγγειλαμένῳ ταῦτα λέγομεν ‘Κύριε, μή στήσῃς αὐτῷ τήν ἁμαρτίαν ταύτην’, εἰ καί διά τούς βλαπτομένους ὀδυνώμεθα. Τοῦθ᾿ οὕτως ἔχειν σχεδόν πάντες οἱ ἐνταῦθα συμμαρτυρήσουσι.

Μετά μέντοι τήν πρός τό ἅγον ὄρος ἡμῶν ἀποδημίαν ἐν ᾧ καί Τόμον ἐν ἑπτά κεφαλαίοις πρός τά παρ᾿ αὐτοῦ κατά τῶν ὀρθοδόξων γεγραμμένα πεποιήκαμεν ὑπογεγραμμένον παρά τε τοῦ ὁσιωτάτου πρώτου καί τῶν ἡγουμένων καί τῶν λογάδων γερόντων καί τοῦ ἱερωτάτου ἐπισκόπου Ἱερισσοῦ, συμφωνούτων πάντων ἡμῖν καί ἀποφηναμένων μή παραδέξασθαι εἰς κοινωνίαν τόν μή συμφωνοῦντα, ὅστις ἄν ᾖ, μετά τοῦτο τοίνυν, ἐνῆν ἡμῖν εὐθύ τῆς Κωνσταντίνου χωρεῖν˙ ἀλλά πρῶτον μέν ἐπί νοῦν ἐβαλόμην  ὡς ὁ τῶν πατέρων Θεός ἐγερεῖ κἀκεῖ τούς ὑπέρ αὐτῶν λαλήσοντας, ἔπειτα καί τοῦτ᾿ ἔλεγονἐπ᾿ ἐμαυτοῦ˙ "δῶμεν ἐκείνῳ τῷ ταλαιπώρῳ ταῖς γοῦν κεναῖς ἐλπίσιν ἀναπνεῦσαι μικρόν, μή καί αὐτόχειρ γένηται". Καί γάρ λέγοντος ἤκουσα παρόντος ἐνταυθοῖ διά στόματος, ὡς πολλάκις ἐκινδύνευσε διαρραγῆναι τῇ ἀμηχανίᾳ δήπου καί τῷ θυμῷ. Ἡνίκα καί πρός αὐτόν, αὐτόν ἐλεήσας, εἶπον μηδέν ἕτερον εἶναι τό βιαζόμενον ἡμᾶς σφοδρῶς ἀντιλέγειν ἤ ὅτι αἱρετικούς λέγει τούς μοναχούς, κἄν τοῦτο μέν ἀφῇ καί τά ἐπί τούτῳ συγγράμματα, φῇ δέ μή πληροφορεῖσθαι πρός τά ἐκείνων, στήσεται τά τοῖς ἀντιλογίας˙ αὐτοῦ γάρ βραχύς ἡμῖν ὁ λόγος. Τοῦτο μέν ἐγώ πρός αὐτόν εἶπον. Ὁ δ᾿ ἐπῄνεσε καί ὑπέσχετο πράξειν. Ἐπί δέ τοῦ μεγάλου διοικητοῦ, συνόντος ἐπίτηδες ἡμῖν, καί διετείνατο μεταποιῆσαι μέν τά κατά τῶν μοναχῶν συγγράμματα, πρώτῳ δέ πάντων εν σχεδίοις ὑποδεικνύειν ἐμοί τά μετασκευασμένα, κἄν ἔτι μοι δοκῶσι δεῖσθαί τινος μεταποιήσεως, ὥστε μηδένα πλήττειν, πείθεσθαι καί μεταπλάττειν. (Οὔπω γάρ τότε φανερός ἦν καί κατ᾿ ἐμοῦ μεμηνώς), ἀλλ᾿ ὑπέστη μέν ταῦτα, γέγραφε δέ οἷα βλέπεις˙ ἐξ ἐκείνου γάρ ὅλος ἰδίως ἐρρύη κατ᾿ ἐμοῦ˙ ταῦτα δέ καί ἡμεῖς παρ᾿ ἡμῖν αὑτοῖς ἔχομέν τε καί ἀνετάζομεν, καθάπερ ἀλλοφύλων τέκνα ζωγρήσαντες. Ἐπιλείψει δέ με ὁ χρόνος τό μεταξύ διηγούμενον, καί ὅπως τάς ἐμάς διαδράναι χεῖρας οὐκ ἴσχυσεν. Ἔργῳ τοίνυν ἀναπέφηνε νῦν ὡς ἐκεῖνος ποιήσει μέγα ἔλεος μετ᾿ αὐτοῦ, ὅς σφοδροτέρᾳ χρησάμενος ἀντιθέσει τά πονηρά ταυτί συγγράμματα διασπάσει τελέως˙ οὐ γάρ ἠρεμήσει νυττόμενος ὑπ᾿ἐκείνων καί προσδοκῶν τινας διαθήσειν κακῶς.

Κάτεχέ μοι τοίνυν αὐτοῦ τήν πονηράν δέλτον καί τόν ταύτης πατέρα˙ πρός γάρ φυγήν χωρήσει πυθόμενος ἥξοντα˙ ἥξω δ᾿ ἤν ἐθέλῃ Θεός μετά τοῦ κρατίστου καί ἁγίου ἡμῶν αὐτοκράτορος ὡς ἄν πατάξωμεν τόν ἄνδρα τοῖς λόγοις καί ἰασώμεθα. Παντός μέντοι μᾶλλον ἔπεισί μοι θαυμάζειν ἀρτίως πῶς ἐξηπάτησεν ὑμᾶς˙ ὡς καινοῦ τινος νῦν γραφέντος ἤ λεχθέντος αὐτός ἐπιλαβόμενος τό τῆς διθεΐας ἔγκλημα συνεστήσατο˙ τοῦτο γάρ αὐτό ἐστιν, εὖ ἴσθι, ὅπερ ἐξ ἀρχῆς καί πρίν ἐντυχεῖν ἡμῖν καί μέχρι τέλους λέγει ὡς, «ἐπειδή τινα τῶν νῦν ἤ τῶν πώποτε ἐν φωτί φατε Θεόν ἰδεῖν, ἔστι δέ ὁ Θεός ἀόρατος, δύο ἄρα θεοί καί θεότητες, ὁρατός καί ἀόρατος, ὑφειμένος καί ὑπερκείμενος». Τότε δ᾿ οἴεται καλῶς ἡμᾶς ἐρεῖν ἡνίκ᾿ ἄν φαῖμεν τό περιαστράψαν ἐν Θαβώρ τούς ἀποστόλους φῶς καί τήν τοιαύτην ἔλλαμψιν καί χάριν ἤ κτιστόν φάσμα δι᾿ ἀέρος ὁρώμενον ἤ πλάσμα φαντασιωδῶς πλαττόμενον, νοήματός τε χεῖρον καί ἀλυσιτελές πάντῃ λογικῇ ψυχῇ, ὡς φαντασίᾳ προσῆκον ἤ αἰσθήσει, σύμβολόν τε, οὐχ οἷον ἄν τις εἴποι καί τι τῶν ὑφεστηκότων ἤ τῶν περί τι θεωρουμένων, ἀλλ᾿ ἔστι μέν ὅτε φαίνεσθαι δοκοῦν, ὄν δέ οὐδέποτε, ὡς ἀνύπαρκτον τελέως.

Ἡμεῖς δέ οὐχ οὕτως ἐδιδάχθημεν. Τοῦτο δέ φαμεν, ὡς, εἴ τις ἐν τοῖς ἡμετέροις γράμμασιν ἡμᾶς καινοτομοῦντας δείξει καί παρά τά τοῖς πατράσιν εἰρημένα τε καί ἐγνωσμένα γράφοντάς τι ἤ φρονοῦντας, τοῦτον ἡμεῖς ὡς διορθωτήν ἡμῶν ἀκουσίως σφαλλομένων ἀποδεξόμεθα καί εἴξομεν αὐτῷ πῶς ἄν εἴποις ἄσμενοι, συμφωνοῦντες δέ τοῖς ἁγίοις, εἴ τις ἐθέλει κακῶς τι λέγειν ἤ κακῶς διατιθέναι, καί τοῦτ᾿ οἴσομεν προθύμως ἵνα καί τῆς εὐλογίας καί τῆς ἐν Θεῷ εὐπαθείας τοῖς ἁγίοις κονωνήσωμεν. Ἀνεῖναι δέ πρός τόν κατήγορον αὐτῶν ἀντιλέγοντες οὐκ ἀνεξόμεθα. Πρός τούς ἁγίους γάρ ἴσθι καί τόν πόλεμον ἐνεγηγερμένον καί τήν ὕβριν τῆς διθεΐας ἀναφερομένην˙ καί γάρ ἐκ τῶν παρ᾿ αὐτῶν εἰρημένων ταύτην ἐκβαίνειν ὁ κενόφρων οἴεται˙ λανθάνειν δέ τούς ἀκούοντας βουλόμενος, ποτέ μέν ἀνωνύμως, ποτέ δ᾿ ἡμῶν ἕνα, ποτέ δέ τινα τῶν πάλαι ποτέ αἱρετικῶν ἐκείνων προφασίζεται. Μηδείς τοίνυν ὑποδειλιάσας ἑαυτόν ἐκτός ποιείτω τοῦ δοκοῦντος ἐγκλήματος˙ αὐτός τε γάρ ζημιωθήσεται τῆς συμφωνίας ἐκείνης καί τοῦ θείου χοροῦ τῶν ἁγίων περιγράψας ἑαυτόν, καί ζημιώσει τόν ἀφρόνως διασπᾶν προῃρημένον τόν χορόν ἐκεῖνον καί τήν θαυμαστήν συμφωνίαν ἀμαυροῦν, θάρσος ἐμποιήσας οὐ μικρόν αὐτῷ.

 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα