Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Β’ Πρὸς Ἀκίνδυνον


n/a

ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΑΡΛΑΑΜ ΕΝ ΤΟΙΣ ΔΟΓΜΑΣΙ ΔΙΑΦΟΡΑΣ

 Ὁ μέν τῆς ἑαυτοῦ περί τό κατηγορεῖν ἑτοιμότητός δε καί δεινότητος ἡμᾶς ὑπόθεσιν ἐνστησάμενος, πρός ἡμᾶς τούς λόγους ἀποτεινομένους ἐκπέμψας καί γραμμάτιον προσεπιστείλας ταύτην ἐπαγγέλον δοῦναι οἱ χάριν, εἴ τις ἡμῖν ὑπολέλειπται λόγος, μή πρός ἕτερον, ἀλλά πρός αὐτόν ἥκειν παρ᾿ ἡμῶν, δυσίν ἀνθολκαῖς, τῇ τε τοῦ πράγματος αἰτήσει, τήν ἀπολογίαν ἐφ᾿ ἑαυτόν ἐπισπασάμενος διετέλεσεν. Ἐπεί δέ καί τῷ σῷ νῦν πρός ἡμᾶς γράμματι τῶν αὐτῶν σχεδόν λόγων δεῖ, κἀπί τοσοῦτο τούτων ἐρᾷς ὡς καί δι᾿ εὐχῆς ἡμῖν τάς πρός τό γράφειν ἐπιπέμπειν ἀνάγκας, καί ταῦθ᾿ ὥς γε αὐτός ἄν φαίης μηδ᾿ ἄγαν εὐπρεπεῖς οὔσας, ἐπεί τοίνυν οὕτω κατ᾿ ἄκρας ἑάλως τῇ δυνάμει τοῦ πόθου καί σοί τόν αὐτόν ἀπολογητικόν ἔπεμψα. Τοῦτον τοίνυν ἐμμελῶς ἀναγνούς, εἴσῃ μή τοὐμόν αὐτοῦ ζητοῦντά με μόνον, ἀλλά καί τό ὑμέτερον, καί μηδ᾿ ἀμφότερον τοῦτο μόνον, ἀλλά καί ὑπέρ τῶν θεοφόρων καί κοινῶν ἡμῖν πατέρων ἐξειργασμένον. Δίελθε τοίνυν οὐχ ἅπαξ, ἀλλά καί πολλάκις, ὡς ἐναποθεῖο τῷ τῆς ψυχῆς σοι ταμείῳ τά λυσιτελῆ δόγματα, καί τῶν λόγων ἀναμνήσθητι τῶν ἐμῶν, οὕς πολλούς πολλάκις ἐποιησάμην πρός σέ συνόντα, καί τήν, καί τήν ἀπό τῆς ἔξω φιλοσοφίας κενήν ἀπάτῃν ᾗ δυνάμεως ἔχεις φυλάττου˙ μᾶλλον δέ καί σαυτόν νῦν ἀνακαθάραι σπεῦσον, ἱλαστηρίοις τε εὐχαῖς καί περιρραντηρίοις ὑγιαίνουσι λόγοις χρησάμενος˙ ἀνιέρου γάρ γνώσεως κεκοινωνηκέναι δοκεῖς τῷ μή ἀντικεῖσθαι λόγῳ, μηδέ γοῦν ἀπαρέσκεσθαι γνώμῃ, θαυμάζοντα δέ φαίνεσθαι τόν εἰς τήν τοῦ ἀγαθοῦ Πνεύματος ἐνέργειάν τε καί χάριν τήν τοῦ Βελίαρ παραγνωρίσαντα.

Καίτοι τόν ἄνδρα τήν περί λόγους δεινότητα καί αὐτός τῶν ἀρίστων ἥγημαι καί πρός καλοκαγαθίαν τρόπων εὖ πεφυκέναι πείθομαι καί οὐκ ἔσθ᾿ ὅπως ἔχω μή φιλεῖν, οὐ μήν καί χαρίζεσθαί τι τῶν δεόντων πόρρω, καί ταῦτ᾿ ἐν τοῖς περί Θεοῦ καί τῶν θείων δόγμασι καί ρήμασι˙ οὐ γάρ πρός ἀληθῶς φιλοῦντος ἤ παρέχειν ἤ τόν μή παρέχοντά τι τῶν τοιούτων ἄφιλον ἡγεῖσθαι˙ ἀλλά πρό τῶν φίλων θετέον τόν φίλιον, καί ταύτην οἴεσθαι φιλίαν μόνην ἥ τῆς αἰτίας ἐκείνης ἐξῆται κἀκεῖθεν τε ἀφικνεῖται καί δι᾿ ἀλλήλων τῶν φιλούντων οὐρανομιμήτως περινοστοῦσα, κατά τήν τῆς θείας μουσικῆς ἁρμονίαν ἐν διπλόῃ περιφορᾶς ἀντεπιφερομένης εὐμενῶς, πρός Θεόν ἑκατέρωθεν ἐπανέρχεται καί τηρεῖ τήν ἱεράν ταύτην καί οὐρανίαν στροφήν ἀεικίνητον˙ τήν δέ ρέουσαν ταύτην καί τό κατώτερον ἀεί ζητοῦσαν, (οὕτω γάρ καί ρυήσεται), καί διά τοῦτο πάντα χαριζομένην, φιλίας ἔκπτωσιν μᾶλλον ἤ φιλίαν ἐμοί καλεῖν ἔπεισι.

Ταῦτ᾿ ἄρα καί μακρούς νῦν ἀντεπεξάγω λόγους, ὁ μήτ᾿ ἐκμαθών, μήτ᾿ ἀρτίως μανθάνων καί, τό σύμπαν εἰπεῖν, ὁ μηδέν εἰδώς, καί τοῦτ᾿ αὐτό βίον ἐμαυτῷ σχεδόν θέμενος, πρός τόν μεμαθηκότα καί  μανθάνοντα καί λέγειν ἄκρως εἰδότα καί τοῦτο πεποιημένον ἐμμελές βίου μέλημα. Κατέσχον δ᾿ ὅμως ὡς ἔσχον ἐμαυτόν˙ ἴσθι γάρ με μή κατά σχολήν ἤ σπουδήν, ἀλλ᾿ ἐκ τοῦ προχείρου τήν ἀπολογίαν πεποιημένον καί τά πλείῳ τῶν πρός ἐμέ τῷ Βαρλαάμ γραμμάτων καί λόγων μειζόνων ἀφορμάς καί λαβάς παρέχοντα καταλελοιπότα, τοῦτο μέν τῇ τῶν θείων αἰδοῖ, τοῦτο δέ τῇ τοῦ διώκοντος ἡμᾶς φειδοῖ˙ καί μήν ἔστιν ἅ καί σκέψεως ἐδεῖτο συντονωτέρας τε καί μακροτέρας ἤ κατά τόν ἀπό τοῦ διακομισθέντος γράμματος ἄχρι τοῦ καθ᾿ ὅν ἀντιγεγράφαμεν χρόνον˙ προσδόκιμος γάρ ἦν εὐθύς μετά τήν ἀφ᾿ ὑμῶν ὡς ἡμᾶς ἐπάνοδον τοῦ σοφοῦ καί χρηστοτάτου Θετταλοῦ Νείλου ὁ τήν οἰκονομίαν αὐτοῦ διαδεξόμενος καί παρ᾿ ἡμῶν πρός ὑμᾶς ἐλευσόμενος˙ νῦν μέν οὖν πρό σου προθύμως ὅν λόγον ὁ βραχύς Καθ᾿ ἑλληνικῆς ἐποψίας καί τῶν ταύτην σεμνυνόντων ἐσχεδίασε χρόνος˙ τρίτον δ᾿ ἄν ἐπιστείλωμεν, μᾶλλον δέ ἀντεπιστείλωμεν, τοιοῦτος ἔσται, ὡς μηκέτι δεῖσθαι τετάρτου, ἤν κάι οἱ  παρ᾿ ἡμῖν πατέρες ἐνδῶσι.

Σύ δέ τόν φιλόσοφον ἡμῖν παίδευε μή θρασύ τι καί παράβολον ᾄττειν τίκτοντα, τήν συμπεφυκυῖαν τῇ φιλοσοφίᾳ, καθάπερ τινά σκευήν, εὐλάβειαν ἀποδυόμενον (αὐτός τε γάρ ἐνασχημονεῖ καί τοῖς τόκοις λυμαίνεται καί ἡμᾶς πρός τούς ἀπό γνώμης εὖ ἴσθι τραχυτέρους ἐκβιάζεται λόγους), διά μακροῦ δέ νῦν ἐπαινέτην τε καί ζηλωτήν ἀναφανέντα πάντων τῶν πάλαι καθ᾿ Ἕλληνας σοφῶν καί σοφιστῶν, οὐ θαυμαστόν εἶναί τι καί αὐτόν καινόν καί κοινόν συμφόρημα τῶν ἑκατέροις καί ἐν ἑκατέροις διαφόρων˙ ᾧ δή κἀκείνων ὑπ᾿ ἀλλήλων ἀνατρεπομένων, αὐτός ὑφ᾿ ἑαυτοῦ τοῦτο πάσχων ἐξεληλεγμένος ἧττον ἴσως ἀχθεσθείη ἄν.

Εἰ μέν γάρ ἐφιέμενός τε καί ἀγωνιζόμενος μή μέγα δεῖξαι ὄν ἁμάρτημα τήν τῆς ἀρχῆς διπλόην, εἶτ᾿ οὐκ ἔχων τῶν κατ᾿ ἐπιθυμίαν ἀπορεῖν, καθ᾿ ἡμῶν ἐγείροι τόν θυμόν καί τούς ὁμογενεῖς ὑποκρινόμενος ἀντιλέγειν τοῖς ἡμετέροις ἐγχειροίη καί τήν καθ᾿ ἡμᾶς ἀπόδειξιν δεινῶς καί διά μακρῶν κακίζοι λόγων καί ἑαυτόν ἐξαίροι λίαν, ὡς ἐξευρόμενον καί ἐξειπόντα τό κατ᾿ Ἀριστοτέλην ὑπέρ ἀπόδειξιν ἐπί Θεοῦ, μηδέπω καί τήμερον ἐκπεφασμένον, εἰ μέχρι τούτων ἐξέβαινεν αὐτῷ ὁ λόγος, οὐκ ἄν ἠξιώθη παρ᾿ ἡμῶν ἀπολογίας˙ νῦν δ᾿ οὐκ οἶδ᾿ ὅ,τι παθών, τούς τε θεοφόρους πατέρας λεληθότως διασύρει καί τούς κατά Σωκράτην τε καί Πλάτωνα θεότας καί πεφωτισμένους ἀναγράφει, προβαλλόμενος καί ρητά ἅττα τούτων, δι᾿ ὧν οὗτοι τοιοῦτοι μαρτυροῦνται. Τοῦτο τοίνυν πάντων μᾶλλον οὐκ ἀφῆκέ με πεδῆσαι τήν γλῶτταν σιωπῇ καί καταπροδοῦναι τούς κοινούς προστάτας καί ἀντεισοικίσασθαι τούς ἐκ παλαιοῦ ἐκβεβλημένους ὡς βεβηλωμένους˙ ἐπεί δ᾿ ἐπῆν ἀντειπεῖν ἀνάγκη, προαπολύσασθαι τῶν ἀκολούθων ἦν καί τά δι᾿ ἀπόδειξιν ἐγκλήματα καί πρό τούτων δεῖξαι ὡς οὐδέν προσεκρούσαμεν τῷ συκαοφαντικῶς ἐπιθεμένῳ, πρός δέ τούτοις καί τά νῦν αὖθις ἐν τοῖς ἐκείνου λόγοις ἥκιστα συμβαίνοντα τῇ τῆς εὐσεβείας ἀκριβείᾳ πεπαρρησιασμένως ἐπελέγξαι˙ φιλίας γάρ ἤ δέους ἕνεκα τά τοιαῦτα σιωπᾶν οὐκ ἄμεινον.

Ἀλλά καί τά Λατίνων ἐν τῷ ὑποκρινομένῳ τἀκείνων ἀνελεῖν τῶν ἀναγκαιοτάτων ὄν εὐφυῶς ἐνήρμοσται τοῖς λόγοις˙ οὕτω γάρ καί τἀμά πρός ἐκείνους πρότερα διαδείκνυται ἀνώτερα τοῦ ἐπηρεάζειν ἐγχειροῦντος˙ οὐδέ γάρ τούς Λατίνους αὐτούς ἠλπίκαμεν τά παρ᾿ ἡμῶν οἴσειν σιωπῇ, ἀλλά προσδόκιμοι μέν ἡμῖν ἦσαν ἀντιλέξοντες, εὐπερίτρεπτα δ᾿ ὅμως, οἵα καί ὁ τούτους ὑποκρινόμενος αὐτός ἀρτίως, ᾧ δή καί χάριν ἴσμεν, ἅ δή ποτ᾿ ἔμελλον ἐκεῖνοι λέξειν, ἀφορμήν ἐν τούτῳ σχόντες ἀνατρέψαι νῦν. Ὡς μέν οὖν ἕκαστα ἐξείργασται, ὁ λόγος σε διδάξει.

Προκείσθω δέ μή πᾶσιν, εἰ μή καί τἀκείνου (κατ᾿ ἐκείνου γάρ φερόμενος, εἰ καί ἀναγκαίως˙ ἀλλά πίστευσον ὡς οὐ μετρίως παρά τοῦτο μ᾿ ἀνιᾷ), τοῖς φιλοῦσι δ᾿ ὅμως, καί μάλισθ᾿ ὅσοι κρίνειν διανοίας ἱκανῶς γε ἔχουσιν, ὡς οὐκ ἄν ὁ λόγος πάνυ τοι μεμπτέος εἴη, τάχα δέ οὐδέ πρός ὅν ἐστι˙ κοινά γάρ σχεδόν ταῦτα τοῖς περί λόγους ἄγαν φιλοτιμουμένοις τά προσκόμματα˙ δεῖ μέντοι πρός ἐπανόρθωσιν ἀεί συμβάλλεσθαί τι τούς τήν περί αὐτῶν φιλοτιμίαν καταλύσαντας. Τοῖς οὖν ταῦτα κρίνειν ἱκανοῖς πᾶσι πίστευσον τό σύγγραμμα˙ πολυειδοῦς γάρ πλάνης ἔλεγχός ἐστι σαφής καί κοινή τις εἰ χρή λέγειν ἀνακάθαρσις ἤ προφυλακή, τοῖς μέν ἔτι περί λόγους φιλοτίμως διατρίβουσι τῆς ἐκ λόγων παραλόγου δόξης προσγινομένης τῇ ψυχῇ, τοῖς δέ πρός τήν τοῦ λόγου κρείττω σπουδήν δι᾿ ἡσυχίας ἀποδυσαμένοις προτροπή τε καί ὀχύρωμα καί δεῖγμα τῆς ἀπατηλῆς εἰσόδου τοῦ πλανᾶν ἀεί ἐπιχειροῦντος. Πρός δέ τούτῳ, καί ὅθεν ἄν ἐγγένοιτο τό ἁπλανές δι᾿ ὀλίγων διαρκῶς ἐνδείκνυται καί μικροῦ διά βραχέων τούς ἑλληνικούς καί σατανικούς ὄγκους κατασπᾷ, τήν τε καθ᾿ Ἕλληνας ἀπόδειξιν καί τό κατ᾿ αὐτήν ὑπέρ ἀπόδειξιν ἠχρειωμένον ἐξελέγχει καί ἀνακαλύπτει τό βαρύ καί βαθύ σκότος τῶν νοερῶν κατ᾿ εἰκείνους φωτισμῶν.

 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα