Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Β’ Πρὸς Βαρλαάμ


n/a

ΟΤΙ ΕΣΤΙΝ ΕΦ’ ΩΝ ΑΠΟΔΕΙΞΙΣ ΤΩΝ ΘΕΙΩΝ ΚΑΙ ΟΤΙ ΚΥΡΙΩΣ ΑΠΟΔΕΙΞΙΣ ΑΥΤΗ

Τά μέν τῆς δυαρχίας ἐκ μέσου γέγονεν˙ ἐξεκόπη γάρ τῶν λόγων τοῦ φιλοσόφου καί καρπόν ἤνεγκεν ὁ ἡμέτερος λόγος τῷ τῆς  μοναρχίας εὐσεβεῖ κηρύγματι συνιστάμενος˙ τό δέ κατ᾿ Ἀριστοτέλην ὑπέρ ἀπόδειξιν ἐπί τῶν θείων οὐκ ἐθέλει πω γενέσθω τῷ λόγῳ καταπειθές. Ὑπόθεσις οὐκοῦν  ἡμῖν αὖθις λόγου τοῦτο γενέσθαι τόν φιλόσοφον. Πρῶτον μέν οὖν τοῦτο δεικτέον ὡς μάτην ἔγκειται τοῖς Πρός Λατίνους αὐτῷ λόγοις ὡς οὐκ ἔστιν ἀπόδειξις ἐπ᾿ οὐδενός τῶν θείων, καί ὁ πᾶς ἀγών αὐτῷ πρός οὐδέν ὅλως τείνει τέλος. Ἄν γάρ τοῦτο γένηται κατάδηλον, εἰ μηδέν ἄλλο, διά γοῦν τό μή θέλειν ματαιολογεῖν ἀφέξεται τῆς ἐνστάσεως˙ ἔσται δέ κατάδηλον εὐθύς ἄν παρ᾿ ἐκείνου μάθωμεν οὗπερ ἕνεκα πρός τήν ἀγωνίαν ἀπεδύσατο ταύτην, καί τοῦτ᾿ ἀχρεῖον ὄν φανῇ.

Φησί τοίνυν αὐτός ἐν τῇ προθεωρίᾳ κἀν τοῖς πρός ἡμᾶς λόγοις ὡς, «δεῖ νῦν εἰπεῖν πρός τί μοι τείνουσιν οἱ περί τούτων λόγοι˙ ἐσκεψάμην πῶς ἄν εἴη ἑνί λόγῳ ἅπαντας ἀνασκευάσαι καί δεῖξαι σοφίσματα τούς ὑπό Λατίνων γινομένους συλλογισμούς. Ἑώρων οὖν δυνατόν ὄν τούτου τυχεῖν εἴ τις οἷος τ᾿ εἴη δεῖξαι τούτους μήτε διαλεκτικούς ὄντας μήτε ἀποδεικτικούς˙ ἀλλά τό μέν μή εἶναι αὐτούς διαλεκτικούς προχειρότατον ἦν μοι δεῖξαι, δηλώσαντι μόνον ὡς ἅ λαμβάνουσιν ἐπίσης ἡμῖν ἀμφισβητεῖται τῷ συμπεράσματι˙ τό δέ μή εἶναι ἀποδεικτικούς ἀδύνατον ὅλως ἦν δεῖξαι  συγχωρήσαντι δυνατόν εἶναι ἀποδεικτικῶς ἐπί τῶν θείων συλλογίσασθαι». Σκέψαι τί λέγεις, ᾦ φιλόσοφε˙ προχειρότατον ἦν σοι δεῖξαι πάντας τούς ὑπό Λατίνων ὑπέρ τοῦ οἰκείου δόγματος συλλογιστικῶς προτεινομένους λόγουσ τάς προτάσεις ἔχοντας ἐπίσης ἀμφισβητουμένας τῷ συμπεράσματι καί ἀγωνιᾷς μή τούς συλλογισμούς τούτους ἀφέμενοι τοῦ διαλεκτικούς καλεῖν ἀποδεικτικούς προσαγορεύσωσι καί εἰς ἀπορίαν τήν ἐσχάτην περιστήσωσί σε; Καί ἔστι ἀποδεικτικόν ἤ εἶναι ἤ δοκεῖν συλλογισμόν τόν τάς προτάσεις ἀμφισβητουμένας ἔχοντα, καί ταῦτα ἐπίσης τῷ συμπεράσματι;

Τί ποτε τῶν παιδείᾳ λόγων συντεθραμμένων ἤ καί τῶν μετρίως ἡμμένων ταύτης τοῦτ᾿ εἴποι; Σοφίσματα γάρ ἔδειξας, ὡς αὐτός ἐκεῖ λέγεις, τούς συλλογισμούς αὐτῶν ὄντας ἅπαντας˙ εἶτα δέδοικας μή τούς σοφιστικούς ὄντας ἐξεληλεγμένους ἀποδεικτικούς εἶναι φῶσι; Καί ἔστι τόν σοφιστικόν ἀποδεικτικόν ὅλως εἶναι; Ταὐτόν τι πέπονθας, ὦγαθέ, ὥσπερ ἄν τις, ὑπό γῆν ἡλίου καί σελήνης ὄντων, τό τοῦ χρόνου τοῦτο μέρος ἐν βαθεῖ σκότει διανύειν ἔλεγε τούς ὑπέρ γῆν, ὡς καί τοῦ τῆς σελήνης φωτός ἐστερημένους, εἶτ᾿ ἐδεδίει μή τό σταθερόν εἶναι τοῦτο τῆς ἡμέρας φῶσι καί οὕτω ψευδόμενον ἀπελέγξωσιν αὐτόν˙ συλλογισμόν γάρ μή διαλεκτικόν μέν δεικνύμενον, ὡς τούτου κρείττονα ἔστιν ἀποδεικτικόν ὑπολαβεῖν, ὡς δέ χείρω τοῦ διαλεκτικοῦ, τῶν ἀδυνάτων οἰηθῆναί ποτέ τινα τοῦτον ἀποδεικτικόν, ὥσπερ καί ἀέρα πανσελήνου μέν νυκτός φανότερον ἔστιν ὑπολαβεῖν ἡμέραν, σκοτεινότερον δ᾿ οὐκ ἔστι.

Τοῦτο τοίνυν πρός αὐτούς εἰπόντα σε χρῆν ἀπηλλάχθαι πραγμάτων˙ σύ δ᾿ ἐκ τῶν οὐχ ἧττον ἀσαφῶν, μᾶλλον δέ σαφῶς ψευδῶν, τά ψευδῆ συναγαγόντας ἀπελέγξας, εἶτα φοβηθείς μή ἐκ ψευδῶν ἀποδεικτικῶς δόξωσι συναγαγεῖν, εἰς τό μηδεμίαν ἀπόδειξιν ἐπί τῶν θείων εἶναι λέγειν εἰς ἀνάγκην ἦλθες καί ἡμῖν ἀντιλέγειν ἀκρατῶς λέγουσιν ὡς τά μέν τῶν θείων οὕτως ἐστίν ἐμφανῆ κατά τάς τῶν πατέρων παραδόσεις, ὡς καί ἐπαφήν εἶναι τούτων καί ἀπόδειξιν καί ἐπιστήμην, ἀλλά καί ὑπέρ τόν νοερῶς ὁρῶντα νοῦν καί ὑπέρ τόν καί αὐτάς τάς νοεράς ἐνεργείας ὑπεραναβάντα καί κατά ἀπόπαυσιν πάσης ἀντιληπτικῆς δυνάμεως χάριτι ἀρρήτῳ ὑπερηνωμένον τοῖς ἀπερινοήτοις.

Συμβαίνει τοίνυν ἐξ ὧν ὁ φιλόσοφος βίᾳ μέν, ὡς αὐτός φησιν, ὑπέστη δ᾿ ὅμως ἀνεπιλήπτους εἶναι τούς πρός αὐτόν παρά Λατίνων εἰρημένους ἅπαντας συλλογισμούς˙ συναιροῦνται γάρ τούτοις κατ᾿ αὐτόν αἱ πατερικαί παραδόσεις. Ἔοικε τοιγαροῦν ἑαυτοῦ καταγινώσκειν ὡς μή δυνηθέντος ἀπελέγξαι τούτους. Εἰ γάρ τοῦτο δυνηθείς ἠπίστατο, πῶς ἄν ἐφοβήθη μή ἀποδεικτικούς τούς σοφιστικούς καλέσωσιν, εἶπεν ἄν τις τῶν ἀλλοτρίων˙ ἐγώ δ᾿ οὐ τοῦτο φαίην ἄν˙ μᾶλλον μέν οὖν καί ἀνιώμενος ὅτι τό κάλλος ἀμαυροῖ καί λωβᾶται «τῇ δυνάμει τῶν λόγων ἐκείνων, ὡς ἐκποδών γένοιτο καί τοῦτο τό σκῶλον τόν περί τούτου λόγον ἐποιησαίμην. Ὁ δέ, κατά τοῦ καθαίροντος ὡς καθαιροῦντος ὀργισθείς, προσκόπτων ἐπέδωκεν. Οὔκουν ἐκ τῆς τῶν ἀντιτεγμένων βιασθέντα δυνάμεως τοῦτο παθεῖν αὐτόν οἴομαι, κἄν αὐτός τοῦτο λέγῃ, ἀλλ᾿ ὡς τά θεῖα μή μεμυημένον ἀκριβῶς καί τῷ δοκεῖν ἔχειν ἐθέλειν τήν περί λόγους κατά παντός προεδρείαν ἀπό τοῦ διδασκαλείου τῆς ματαιότητος θεολογοῦντα καί τῶν Ἀριστοτέλους τεχνῶν τήν κακοτεχνίαν ἐν τοῖς τοιούτοις λόγοις ἐπιδεικνύμενον.

Ἐντεῦθεν Ἀριστοτέλην τε καί Πλάτωνα, Σωκράτην τε καί Πυθαγόραν καί ὅσοι κατ᾿ αὐτούς διά θαύματος ποιεῖται ὡς «τήν θείαν κατανενοηκότας ὑπεροχήν» καί προαγαγών αὐτούς εἰς μέσον διηγουμένους περί νοεροῦ φωτός καί θέας οὐρανίου καί θεωριῶν ἁπλῶν καί ἀμερῶν, αὐτός περί αὐτῶν ἅ οὐδείς που᾿ ἕτερος τῶν ἡμετέρων ἐπιψηφίζεται˙ «ταῦτα» γάρ, φησίν, «ἀκούων αὐτῶν λεγόντων, οὐ δύναμαι μή καί αὐτούς ὑπό Θεοῦ πεφωτίσθαι λέγειν»˙ ὧν ἕκαστον ἐν τῷ πρός αὐτόν μοι προτέρῳ Καθ᾿ ἑλληνικῆς νοερᾶς ἐποψίας διακρῶς ἐξελήλεγκται λόγῳ. Ἐντεῦθεν τούς Λατίνους οὐκ ἄλλως ἐξελέγχει ἤ ἀπό τοῦ λέγειν ὅτι οἱ συλλογισμοί αὐτῶν οὔτε διαλεκτικοί εἰσι κατά τάς Ἀριστοτέλους παραδόσεις οὔτε ἀποδεικτικοί, μή εἰδώς, ὡς ἔοικεν, ὅτι πάντες ἤ οἱ πλεῖστοι συλλογισμοί ἐπί τῶν θείων οὔτε διαλεκτικοί εἰσιν οὔτε ἀποδεικτικοί˙ πῶς γάρ οἵ γε οὐδέ συλλογισμοί εἰσι κατά τάς Ἀριστοτέλους παραδόσεις, ὡς ἐδείξαμεν ἐν τῷ προτέρῳ λόγῳ καί νῦν αὖθις, τοῦ λόγους προϊόντος καί τοῦ θεοῦ διδόντος, δείξομεν;

Ἐντεῦθεν τούς ἡμετέρους κατά Λατίνων λόγους παντί τρόπῳ πειρᾶται ἀκυροῦν, ὡς μή μόνον δοκοίη θεολόγος, ἀλλά καί μόνος ἀρτίως ἐπί γῆς. Περί μέν γάρ ἀποδείξεως ἴσως ἀφορμῆς ἐλάβετό τινος, περί δέ τῶν ἄλλων τίς αὐτῷ λόγος τοῖς τῷ εὐσεβεῖ συνηγοροῦσιν ἀντικείσθαι λόγοις; Ἀκούων γάρ ὁ σοφός οὗτος ἡμῶν λεγόντων, ὡς οὐ διά μέσης θεότητος ἐπί θεότητα ἦλθεν ὁ Θεός τήν φύσει, ἀλλά τήν θέσει τε καί χάριτι, καί ὡς, εἰ πρός τήν πρώτην αἰτίαν ὥσπερ τά τοῦ μονογενοῦς οὕτω καί τά τοῦ Πνεύματος ἀναφέρεται, τοιγαροῦν τό Πνεῦμα ἀμέσως ἀναφέρεται πρός τόν Πατέρα, εἰ δέ ἀμέσως ἀναφέρεται καί ἀμέσως ἐκπορεύεται, καί ὡς, εἰ γεννᾶται ὁ Υἱός ἐκ μόνου τοῦ Πατρός, καί τό Πνεῦμα ἐκ μόνου τοῦ Πατρός ἐκπορεύεται, καί γάρ ὁμοίως ταῦτ᾿ ἐκ τοῦ Πατρός, πλήν τοῦ τρόπου τῆς ὑπάρξεως, πρός δέ κἀκ τῶν ὕστερον ὁμοίως τεθεολογημένων τά προαιωνίως κατά τοῦθ᾿ ὁμοίως ὑπάρχοντα δεικνύντων καί προαγαγόντων τούς εἰπόνας, ὅτι, «ὡς ὁ Υἱός ἐστιν ἐκ τοῦ Πατρός οὕτω καί τό Πνεῦμα ἐκ Πατρός, πλήν τοῦ τόν μέν εἶναι γεννητῶς, τό δέ ἐκπορευτῶς», καί αὖθις, «τί μή προσαγορεύεται τό Πνεῦμα ὧν ὁ Υἱός, πλήν γεννήσεως, καί πάντα ὅσα τοῦ Υἱοῦ, καί τοῦ Πνεύματος, πλήν τῆς υἱότητος, καί πάντα ὅσα ὁ Υἱός, καί τό Πνεῦμα, πλήν γεννήσεως», καί τοῦτο τηρητέον ἐν ἅπασι τοῖς ἐπ᾿ αὐτόν λεγομένοις, προσέτι, καί διά τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἐξελεγχόντων τούς μή ἐκ μόνου τοῦ Πατρός ἐκπορευόμενον τό Πνεῦμα δογματίζοντας καί δεικνύντων ὡς οὐδέ ὁ Υἱός ἐκ μόνου τοῦ Πατρός ἄν εἴη, εἰ μή καί τό Πνεῦμα, ταῦθ᾿ ἅπαντα καί πλεῖσθ᾿ ἕτερα τῷ λόγῳ παντί περιηχούμενα παρ᾿ οὐδέν ἐκεῖνος θέμενος «τό ζητούμενόν» φησιν «ἀξιοῖς».

Πῶς ἀξιοῦμεν τό ζητούμενον διά πολλῶν καί πολλούς ἡμῖν δείξαντες συμμαρτυροῦντας ὅτι πλήν τοῦ τρόπου τῆς ὑπάρξεως, δηλαδή ἐκπορεύεσεώς τε καί γεννήσεως, ὡς ὁ Υἱός ἐστιν ἐκ τοῦ Πατρός οὕτω καί τό Πνεῦμα ἐκ Πατρός, καί οὕτω σαφές καί ἀνεξέλεγκτον προθέντες αἴτιον τοῦ συμπεράσματος; «Ἀλλ᾿ ἔδει», φησί, «δεῖξαι ὅτι οὐκ ἐκ τοῦ Υἱοῦ». Παρίημι τοίνυν δι᾿ ὅσων ὁ λόγος τοῦτο προϊών ἀπέδειξεν˙ ἀλλά τό «οὐκ ἐκ τοῦ Υἱοῦ» οὐ ταὐτόν τῷ «ἐκ μόνου τοῦ Πατρός»; Εἰ γάρ οὐκ ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα, ἐκ μόνου τοῦ τοῦ Πατρός, καί εἰ ἐκ μόνου τοῦ Πατρός, οὐχί καί ἐκ τοῦ Υἱοῦ, καί τοσοῦτον ἰσορρόπως ἔχουσι πρός ἄλληλα ὡς ἐν πᾶσι τοῖς λόγοις δι᾿ ὧν συνάγεται μή εἶναι καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον, εἴ τις ἀντί τούτου τό ἐκ μόνου τοῦ Πατρός εἶναι συμπέρασμα τιθείη, μηδέν ἄν διαφέρειν. Εἰ τοίνυν τοῦθ᾿ οὕτως ἔχει, ὥσπερ οὖν ἔχει, τοῦτ᾿ αὐτό ἐδείξαμεν ὅτι οὐχί καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον, ἐκ μόνου δεδειχότες τοῦτο τοῦ Πατρός ἐκπροευόμενον˙ εἰ δ᾿ ἐπί τοῦ Υἱοῦ συννοεῖται εὐθύς τό "οὐκ ἐξ ἄλλου" διά τό σύνεγγες, ὡς καί αὐτός λέγεις, κἀπί τοῦ Πνεύματος οὖν ὁμοίως συννοεῖται, καί τό ζητούμενον ἔχομεν καί σέ ὑπό τῶν οἰκείων κἀνταῦθα ἐξεληλεγμένον λόγων καί τοῖς ἡμετέροις ἄκοντα συνηγοροῦντα λόγοις. Εἰ δέ καί αὐτόθεν εὕρηται τό δεῖγμα, θαυμάσαι ἔδει τῆς ἀληθείας τό ἐμφανές καί τοῦ συνηγόρου λόγου τήν δύναμιν.

Ὁ δέ μηδέν ἔχων ἐγκαλεῖν ὑπό τῆς ἐπί τῷ μόνος εἶναί τει δοκεῖν ἀκαίρου φιλοτιμίας τοῖς  ἐκ τοῦ διδασκαλείου τῆς ματαιότητος καί καθ᾿ ἡμῶν ὥσπερ κατά τῶν ἑτεροδόξων χρῆται˙ (διαστέλλειν γάρ τῶν δυσσεβῶν τούς εὐσεβεῖς ὁ φθόνος οὐκ εἴωθε), διό καί τό φανερόν τἀληθοῦς συσκιάζειν πειρᾶται καί λαθεῖν οἴεται, τῆς τέχνης, μᾶλλον δέ τῆς κακοτεχνίας, τό μέλαν περιχεάμενος. Ἐντεῦθεν μηδ᾿ εἶναι ἀπόδειξιν ἐπ᾿ οὐδενός τῶν θείων ἄρτι πρῶτος τῶν ἐκ τοῦ παντός αἰῶνος θεολόγων καί ἐξεῦρε καί ἀπεφήνατο. Διατί, ὦ φιλόσοφε; Ἀλλ᾿ εἶπεν ἄν, εἰ παρῆν, ἐπισκώψας ἡμᾶς πρότερον τῆς ἀμαθίας ἕνεκεν, ὥσπερ εἴωθε, μᾶλλον δέ τῆς δυσμαθείας, ὡς «ἐπεί τό θεῖον ὑπέρ ἐπιστήμην τέ ἐστι καί νοῦν καί δόξαν, αἴσθησίν τε πᾶσαν καί διάνοιαν καί ἐπαφήν καί γνῶσιν, καί τοῦτο δεικνύς ἔναγχος, κατά ποταμούς τῷ λόγῳ ρέων τούς μή οὕτω κατέκλυσα φρονοῦντας».

Εὖγε˙ ἀλλ᾿ ἀνάσχου προσερωτώμενος ὑπό τῶν δυσμαθῶν ἡμῶν, καί τοῦτο γάρ οὐκ ἀπό φιλοσοφίας˙ «οὗ τοίνυν ἐπιστήμη τέ ἐστι καί νόησις καί δόξα, φαντασία τε καί αἴσθησις, τούτου ἔστιν εἶναι ἀπόδειξις»; Πάνυ γε ἄν εἶπεν, ἐπεί καί τοῦτ᾿ ἔνεστι κἀν τοῖς ἐκείνου λόγοις. Ἐπειδή ταῦθ᾿ οὕτω προδιωμολόγηται, ἄκουσον, ὦ φιλόσοφε, τοῦ ὑπερανῳκισμένου τῶν σῶν κατακλυσμῶν, Διονυσίου τοῦ μεγάλου λέγω, τοῦ τῶν θείων ὀνομάτων ὑμνῳδοῦ, ὅς φησι τήν αὐτοσοφίαν ἐξυμνῶν ὡς «ὁ Θεός καί διά γνώσεως γινώσκεται καί δι᾿ ἀγνωσίας, καί ἔστιν αὐτοῦ καί νόησις καί λόγος καί ἐπιστήμη καί ἐπαφή καί αἴσθησις καί δόξα καί φαντασία καί ὄνομα καί τἄλλα πάντα». Οὐκοῦν καί ἀπόδειξίς ἐστιν αὐτοῦ, τοῦτο μέν καί κατά τά σοί προδιωμολογημένα, ἔχει γάρ καί τά τῶν ἀποδεικτῶν ἅπαντα, τοῦτο δέ καί διά τόν ὕστερον ἐπενηνεγμένον τῷ ἁγίῳ συμπεριληπτικώτατον λόγον˙ «ἔστι γάρ φησι «τοῦ Θεοῦ καί τἄλλα πάντα», ἕν δέ τῶν πάντων καί ἡ ἀπόδειξις, ὥστε καί ἀπόδειξίς ἐστιν αὐτοῦ. 

Πρός δέ τούτοις καί αἱ ἐναντίαι θέσεις τῶν ὄντων ἐπί Θεοῦ λεγόμεναι ἀλλήλαις οὐκ ἐναντιοῦνται καί αἱ ἀφαιρέσεις οὐκ ἀνατρέπουσι τάς θέσεις˙ τά γάρ ἀντικείμενα κατά μίαν καί ἑνικήν ταὐτότητος αἰτίαν ἅμα προέχει καί περιέχει, καί κατά τουτονί τοιγαροῦν τόν λόγον, εἰ μή ἔστιν ἐπί τῶν θείων ἀπόδειξις καί ἔστιν, ἐπ᾿ οὐδενός ἄρ᾿ εἶναι φάναι τῶν θείων ἀπόδειξιν ἤ παντός οὐκ ἀληθές, ἀλλ᾿ εἶναι μέν ἐπί τινων, οὐκ εἶναι δ᾿ ἐφ᾿ ἑτέρων. Τί γάρ ἐφεξῆς καί ὁ θεορρήμων οὗτος λέγει  προϊών; «Οὔτε νοεῖται τό θεῖον, οὔτε λέγεται, οὔτε ὀνομάζεται, καί οὐκ ἔστι τι τῶν ὄντων, οὐδέ ἔν τινι τῶν ὄντων γινώσκεται; Τί οὖν; Κατά τόν αὐτόν τρόπον ἔστι τε νόησις αὐτοῦ καί «ἄλλα, καί οὔτε νοεῖται, οὔτε ἔν τινι τῶν ὄντων γινέσκεται». Πάντως καθ᾿ ἕτερον˙ τοῦτο οὖν ἐστιν, ὅ ἡμεῖς φαμεν, ὅτι τά μέν τῶν θείων γνωστά ἐστι καί ἀποδεικτά, τά δ᾿ ἄγνωστά τε καί ἀναπόδεικτα.

Σύ δ᾿ ἥκιστα μεμυημένος ταῦθ᾿ ὡς ἔοικεν οὐδενός φῄς εἶναι τῶν θείων γνῶσιν οὐδέ ἀπόδειξιν, ἀλλά πίστιν μόνην, καί οὐδέ τοῦ μεγάλου Παύλου ἀκούεις, ὅς τοῖς ἀπίστοις Ἕλλησι λέγει «φανερόν εἶναι τό γνωστόν τοῦ Θεοῦ» καί ὅτι «γνόντες τόν Θεόν, οὐχ ὡς Θεόν ἐδόξασαν ἤ ἐσεβάσθησαν», οὐδέ τήν τοῖς πιστοῖς καί ἔργῳ τήν πίστιν ἐπιδεικνυομένοις ἐγγινομένην ἀληθῆ Θεοῦ θεωρίαν, ἥν ἐν εὐαγγελίοις μακαρίζει ὁ Κύριος, ἤ πέπονθας ἤ πεπίστευκας, ὅς τῇ  πίστει μεγαλαυχῶν, καίτοι τῆς πίστεως οὖσαν τέλος ἤ βραβεῖον ἤ βραβείου ἀρραβῶνα διά τῆς ἀγάπης ἐνεργούμενον˙ εἰ γάρ  πίστις ἐπί τῶν θείων μόνη, οὐδ᾿ ἡ θεωρία αὕτη ἀληθής. Εἰ δ᾿ ἀληθής, ὥσπερ οὖν ἐστιν, ἀληθές δέ κἀκεῖνο, ὅτι «Θεόν οὐδείς ἑώρακε πώποτε», τοῦτ᾿ ἔστιν ὑπέρ ἔφημεν ἡμ εῖς, ὅτι τά μέν τῶν θείων θεωρητά ἐστι, τά δ᾿ οὔ.

Σύ δέ οὐδέ τό θελογικόν ἐκεῖνό ποτ᾿ ἀναγνούς ἐπέγνως, «εἷς Θεός, ὁ ἐπί πάντων καί διά πάντων καί ἐν πᾶσι», τό μέν ἄρτι καταλαμβανόμενος, τό δέ ζητούμενος, ποτέ δέ ὅσον ἐστί τυχόν καταληφθησόμενος˙ «ἔθετο μέν γάρ σκότος ἀποκρυφήν αὐτοῦ», καθά φησιν ὁ ψαλμῳδός, ἀλλά καί «ἔφαναν αἱ ἀστραπαί αὐτοῦ τῇ οἰκουμένῃ», καί οὐδείς ἀνεπιγνώμων ἐστί τοῦ Θεοῦ, εἰ καί τινες ἐθελοκακοῦντες μή εἰδέναι προσποιοῦνται. Καί γάρ «ἥλιός ἐστι δικαιοσύνης» πᾶσι δαψιλῶς ἐπιλάμπων «πονηροῖς τε καί ἀγαθοῖς»˙ ἀλλ᾿ οἱ μέν διαίροντες τά βλέφαρα, τῆς ζωαρχικῆς ἀκτῖνος ἐμφοροῦνται, οἱ δέ πονηροί μύοντες τάς ὄψεις, μηδ᾿ ἀμωσγέπως εἰδέναι προσποιοῦνται καί τῇ ἐπί πλεῖστον ἀνομιλησίᾳ τοῦ φωτός εἰς τήν κατά διάνοιαν πήρωσιν ἐκπίπτουσιν, ὅ κἀπί τῶν σωματικῶν ὄψεων συμβαίνειν πέφυκεν. Ἐκεῖνος μέντοι τῇ περιουσίᾳ τῆς λαμπρότητος οὔτε προσιδεῖν ὅλως συγχωρεῖ τινα, διό καί ὑπέρ ἔννοιάν ἐστι, καί ταύτῃ αὖθις τῇ περιουσίᾳ καί μέχρι τῶν ἀμυδρῶς ὁρώντων φθάνει καί τοῖς ζητοῦσιν ἐπιφαίνεται καί αὐτοῖς τοῖς τῶν λογικῶν ἐσχάτοις, ὥσπερ καί ὁ αἰσθητός ἥλιος κἀπί τάς ἀμβλείας ὄψεις ἐνεργεῖ, καίτοι διά τό ὑπερβάλλον τῆς λαμπρότητος μηδέ προσατενίζειν ὅλως συγχωρῶν τήν αἴσθησιν.

Καί μήν εἰ μέν καταφατικῶς μόνον ἦν ἀποδεικνύειν, εἶχεν ἄν τινα λόγον ἴσως ἐπ᾿ οὐδενός τῶν θείων εἶναι ἀπόδειξιν˙ ἐκεῖ δέ καί ἀποφατικῶς ἀποδεικνύειν ἔνι, τί φῄς; Οὐκ ἀποδείξομεν τόν πάντων κτίστην μηδέν εἶναι τῶν κτιστῶν; Οὐκ ἀποδείξομεν τό ἀγαθόν μηδενός αἴτιον κακοῦ; Πρός δέ, εἰ μέν μηδέν ἦν τῶν κτισμάτων ὑπέρ ἀπόδειξιν, καλῶς ἄν εἰπών πάντα τά θεῖα ὑπέρ ἀπόδειξιν, μέγα τι φρονεῖς ὡς ὑπέρ τούς ἄλλους μεγαλύνων τόν Θεόν˙ ἐπεί δέ πολλά καί τῶν ἐπί γῆς ὄντων καί ἡμῖν ἐφικτῶν ὑπέρ ἀπόδειξιν ὄντα φαίνεται, πῶς ἐντεῦθεν ἔκφανσις ἔσται τῆς θείας ὑπεροχῆς; Τῆς γάρ ἀποδείξεως ἴσμεν βεβαιοτέραν φύσει τήν ἐμπειρίαν οὖσαν, ὥστε καί αὕτη ὑπέρ ἀπόδειξιν, καίτοι πᾶσα καί τέχνη καί ἐπιστήμη παρ᾿ αὐτῆς ἔχει τάς ἀρχάς˙ συνηθροισμένη μέν ἀπό τῶν ἐν γενέσει καί φθορᾷ πραγμάτων ἡ τέχνη, ἐπιστήμη δέ παρά τῶν ἀεί λεγομένων ὡσαύτως ἔχειν.Ἐπεί τοίνυν τοσαῦτα τῶν ὄντων ὑπέρ ἀπόδειξιν πῶς γό ὑπέρ ᾶν ὄν μεγαλύνεις ᾠήθης ὑπέρ τούς ἄλλους καί ὑπέρ ἀπόδειξιν ἀποφηνάμενος τοῦτο; Τίς γάρ μεγαλειότης τοῖς ὑπερκοσμίοις ἀγγέλοις ὑπέρ τούς λέοντας δεδεῖχθαι τήν φύσιν καί τούς ἐλέφαντας; Καί ἡμεῖς γάρ τήν φύσιν ὑπέρ αὐτούς οἱ ἐγκόσμιοι καί τοσοῦτον ἀποδέοντες τῶν ἀγγέλων ἐκείνων˙ οὕτω τοίνυν οὐδέ μεγαλειότητα ἄν τις δεῖξαι Θεοῦ τῷ δεῖξαι τοῦτον ὑπέρ ἀπόδειξιν.

Νῷ γάρ ἄληπτον τό θεῖον καί ὑπέρ τά νῷ ληπτά˙ πολλά δέ τῶν ὄντων καί νῷ ληπτῶν ἐστιν ὑπέρ ἀπόδειξιν, ὥστε τό θεῖον καί τοῦ ὑπέρ ἀπόδειξιν, οὗ σύ φῄς, ὑπερβάλλει ἀπαραβλήτοις καί ἀξυμλήτοις ὑπεροχαῖς, καί ὁ μεγαλύνειν ἄγαν οἰόμενος τῷ ὑπέρ τήν ἀριστοτελικήν ἀπόδειξιν τά θεῖα λέγειν ἔλαθεν ἑαυτόν πρός τἀναντία χωρῶν. Διόπερ ἡμεῖς διά τῆς τῶν πατέρων ποδηγίας ἀπόδειξιν τοῦ ὑπέρ ἀπόδειξιν εὑρόμενοι τούτου κρείττοντα, ταύτῃ τε μή πάνθ᾿ ἁπλῶς, ἀλλ᾿ ἔστιν ἅ τῶν θείων θηρώμενοι καί ὑπέρ ταύτην τἄλλο δοξάζοντες, πολλαπλασίως τοῦ κατ᾿ Ἀριστοτέλην ὑπό τῆς σῆς σοφίας λεγομένου ὑπέρ ἀπόδειξιν τό θεῖον ὑπερτιθέαμεν. Ὅρᾷς ὅσῳ τῶν σῶν θεοπρεπέστερα τά ἡμέτερα;

Τί δ᾿ ἡ σή διαλεκτική ἥν μόνην ἐπιβάλλειν οἴει τοῖς θείοις; Οὐ τήν ἐν συλλογισμοῖς μείζω πρότασιν ἀεί καθόλου ἔχει; Ἡ δέ τῶν καθόλου γνῶσις οὐ δι᾿ αἰσθημάτων ἡμῖν ἐγγίνεται; Πῶς οὖν ἐπί τῶν ὑπέρ αἴσθησιν εἴη ἄν διαλεκτικός συλλογισμός; Εἰ δέ τις ἐνδοίη δι᾿ ἐπαφῶ νοητῶν συνάγεσθαι τήν γνῶσιν, ἀλλά τά θεῖα καί ὑπέρ νοῦν ἐστι˙ πῶς οὖν τῶν ὑπέρ νοῦν εἴη ἄν διαλεκτικός συλλογισμός;  «Ἀλλά τῷ διαλεκτικῷ», φησί, «συλλογισμῷ ἀδιορίστως πάντα ὑπόκειται, περί πάντα καταγινομένῳ»˙ τοῦτό ἐστι δι᾿ ὅ διαλεκτικούς ἡμᾶς ἀντί πιστῶν καταστῆναι ἀξιοῖ, καίτοι τοῦ τῆς ἀποδείξεως ὀνόματος φυγάς διά τοῦτ᾿ αὖθις γεγονώς. Ἀλλά ποῖα πάντα, ὦ βέλτιστε; Τά ὄντα πάντως πάντα˙ τό δ᾿ ὑπέρ τό ὄν πῶς ἄν ἔχοι ὑποκείμενον; Πρός μέν γάρ πάσας τάς μεθόδους ὁδόν ἔχειν τοῦτόν φησιν Ἀριστοτέλης˙ μέθοδος δέ τῶν ἀκαταλήπτων πῶς, εἴπερ ἡ μέθοδος σύστημα ἐκ καταλήψεων; Οὐ τό ὑποκείμενον δέ μόνον ἀόριστον ἔχει, ἀλλά καί τό ζητούμενον ἐφ᾿ ἑκάστου προβλήματος καί αὐτάς γε τάς προτάσεις ἥ γε κυρίως, ὡς ἄν αὐτός φαίης, διαλεκτική, ὁ δέ ἀληθής θεολόγος, ὡρισμένα ἅπαντα σχεδόν, τό μέν ζητούμενον ἀεί καί ἅπαν, προτάσεων δέ τάς πλείστας, εἰ μή πάσας, ἀμφότερα δέ ἐκ τῶν θεοπνεύστων ἤ καί θεοπαραδότων, ὑπέρ ὧν καί ἐνίσταται, δι᾿ ἅ καί τήν οἰκείαν ὑπόληψιν βεβαιοτάτην ἔχει καί ἀμετάπειστον.

Ἔτι, εἰ διά μέν τοῦ διαλεκτικοῦ συλλογισμοῦ καί τήν τῶν θείων γνῶσιν θηρώμεθα, διά δέ τοῦ ἀποδεικτικοῦ μόνην, ὡς σύ λέγεις, τήν τοῦ κόσμου, κρείττων ἄν εἴη ὁ διαλεκτικός τοῦ ἀποδεικτικοῦ˙ τοῦτο δ᾿ ὁ σός Ἀριστοτέλης οὐκ ἄν ποτε συγχωρήσειεν˙ οὗ γάρ τό ὑποκείμενον κρεῖττον καί αὐτό κρεῖττον˙ εἰ δέ καί προσθήκην τοῦτ᾿ ἔχει, καί ταῦθ᾿ οὕτω μέγα καί ὑπέρ τό μέγα, καί ἡ προσθήκη τῆς βελτιώσεως ὅσον. Καί μέν δή  περί τίνα καταγίνεται ἡ διαλεκτική καί τίνα ἅ ζητεῖ; Οὐχ ὡς ἐν κεφαλαίῳ τέτταρα τά πάντα, γένος, ὅρον, εἶδος καί τό συμβεβηκός; Τό μέν οὖν συμβεβηκός οὐδ᾿ αὐτός ἐπί τῶν θείων δέχῃ˙ ὅρος δέ  πᾶν ἄν εἴη, οὗ μηδέ τό τί ἐστι ζητεῖται; Τοῦ δ᾿ ἀνειδέου εἶδος τί; Γένος δέ ποῖον οὗ μή εἶδος, καί μάλισθ᾿ ὅτι ὄντως ὤν καί μόνος οὐδεμιᾶς οὐσιώδους διαφορᾶς δεῖται πρός τό εἶναι; Τῆς γ αρ πληθύος διαστολῆς δεομένων ταῦθ᾿ ἅπαντά ἐστιν, ἀλλ᾿ ὡς οὐδέν τούτων ὑπάρχον δείξει τό θεῖον˙ ἀλλ᾿ οὐχ ὡς ὑπέρ ὄν, ἀλλ᾿ ὡς μηδαμῇ μηδαμῶς ὄν˙ τῆς γάρ τετρακτύος ταύτης ὑπεραῖρον οὔτ᾿ οἶδεν οὔτε παραδίδωσιν˙ εἰ δ᾿ ὅλως συγχωρήσει τις, τῇ ἀποδείξει τοῦτο δώσει, δι᾿ αὐτῆς γάρ λέγεται μόνης ὑπόληψις ἀμετάπειστος ἐγγίνεσθαι, ἥν ἡμεῖς ἔχομεν ἐπί τῶν θείων.

Ἀλλ᾿ «ἠνάγκασμαί» φησι «τοῖς ἀντιλογικωτάτοις Λατίνοις ἀντιλέγων». Ὅτι μέν οὖν οὐδεμία τις ἐπῆν ἀνάγκη, παντάπασι δέ μάτην τό «μηδαμῶς ἐπ᾿ οὐδενός τῶν θείων εἶναι δύνασθαι ἀπόδειξιν» ἐκεῖ κεῖται, πρότερον ἐδείξαμεν˙ εἰ δ᾿ ἄρα καί ἀνάγκη τις ἐπῆν, σιωπᾶν μᾶλλον ἔδει καί ζητεῖν καί παρ᾿ αὐτῶν τῶν ἐν ἡμῖν ἰδιωτῶν, εἰ καί μή τήν γνῶσιν, ἀλλά μή κακοῖς ἀπερισκέπτως ἰᾶσθαι τά κακά, καί κινεῖν μέν ἀπό τοῦ καμπύλου, ἀλλ᾿ ἐπί τό κεκλασμένον αὖθις ἄγειν, καί διορθοῦν τοῖς ἐνδιαστρόφοις τά ἐνδιάστροφα, νῦν μέν δύο λέγοντα ἀρχάς, νῦν δέ τήν ἐπί Θεοῦ ἐνδεχομένην ἀναιροῦντα γνῶσιν, νῦν δέ, ἀλλά μηδέν γε περαιτέρω. Σύ δή τῶν δύο τούτων θάτερον μέν ἐκκόψας σου τῶν λόγων, μετά τά παρ᾿ ἄλλων σκώμματα καί τήν σήν διαπεπονημένην σκέψιν ὡς αὐτός λέγεις, οὐδ᾿ οὕτως παραιτῇ˙ μαχόμενος δ᾿ ὑπέρ ἀμφοτέρων ἐν ὑποκρίσει τῶν ἑτεροφρόνων, χωρεῖς κατά τῶν ὁμοφρόνων καί τάς πατρικάς φωνάς παρ᾿ ἡμῶν προτεινομένας, οὐκ οἶδ᾿ ὅπως, ἀναιρεῖν ἐπιχειρεῖς καί πολλοῖς ἄν δοίης δεδιέναι μή καί τά πρός Λατίνους ὑποκρινόμενος ἡμᾶς προτείνεις. Ἀλλ᾿ ἀναλαβόντες σαφέστερον προεκθώμεθα, τί λεγόντων ἡμῶν τόν φιλόσοφον πράως ἐνεγκεῖν τῶν ἀπεικότων ἦν.

Τῶν θείων τά μέν γινώσκεται, τά δέ ζητεῖται, ἔστι δ᾿ ἅ καί ἀποδείκνυται, ἕτερα δέ ἐστιν ἀνεξερεύνητα πάντῃ καί ἀνεξιχνίαστα, μηδαμῶς ἐμφαινομένου τινός ἴχνους τῶν ἐπί τό κρύφιον ἐκεῖνο διαβεβηκότων. Ταῦτα βαρέως ἤνεγκεν ὁ φιλόσοφος, καί συναγαγών ἑαυτόν ὡς οἷόν τε καθ᾿ ἡμῶν χρῆται τῇ δυνάμει τῶν λόγων, οὐδέν γνωστόν οὐδέ ἀποδεικτόν τῶν θείων ἀποφαινόμενος˙ ἀλλ᾿ ὡς μέν καί τοῖς πατρᾶσιν συνδοκεῖ τά παρ᾿ ἡμῶν εἰρημένα καί τά προειρημένα ἱκανά δηλῶσαι, τό δέ καί τῶν ἐκείνων θεολογιῶν ἔστιν ἅς ἐπίγραμμα φέρειν τήν ἀπόδειξιν, τοῦτ᾿ οὐκ οἶμαί τινα τῶν ταύτας στεργόντων ἀγνοεῖν, ὥσθ᾿ ὁ λέγων μή εἶναι ἀπόδειξιν ἐπ᾿ οὐδενός τῶν θείων τοῖς πατρᾶσι μᾶλλον ἤ ἡμῖν ἀντιλέγειν ἐγχειρεῖν. Μεταξύ γάρ τό τῆς ἀποδείξεως τοῦτο κείμενον ἔνι δηλοῦν ἑτέραν δεῖξιν˙ ἐπιγεγραμμένον δέ πῶς ἄν εἴη, εἰ μή κυρίως ἀπόδειξις εἴη τό ὑπογεγραμμένον;

Εἰ δέ καί τήν τελείαν καί βεβαίαν δεῖξιν ἀπόδειξις δηλοῖ, μεθ᾿ ἥν οὐκ ἔστιν ἀληθείας εὕρεσις τελεωτέρα, καθάπερ ἐπί τῶν δικαστηρίων ἡ ἀπόφασις, τί τελεώτερον καί βεβαιότερον τῶν πατρικῶν ἀποδείξεων ἡμῖν, ὥστε τοῦθ᾿ ἡμῖν κυρίως ἀπόδειξις, διό καί ὁ ἱερός καί θεῖος φερώνυμος Ἱερόθεος ὑπέρ τούς πολλούς μαρτυρεῖται τῶν ἱερῶν διδασκάλων οὐ «καθαρότητι νοῦ μόνον καί ταῖς ἄλλαις ἱερολογίαις, ἀλλά καί τῇ τῶν ἀποδείξεων ἀκριβείᾳ»˙ καί αὐτός δέ ὁ τά τοιαῦτα τούτῳ μαρτυρῶν καί τό συνεπτυγμένον καί ὑψηλόν τῆς ἐκείνου θεολογίας ὑψηλῶς ἀναπτύξας διττήν σαφῶς εἶναι διδάσκει τήν θεολογίαν˙ «τήν μέν μυστικήν, τελεστικήν, ἀπόρρητον, ἄρρητον, ἥ δρᾷ καί ἐνιδρύει τῷ Θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις, τήν δέ ἐμφανῆ καί φιλόσοφον καί ἀποδεικτικήν, ἥ πείθει καί καταδεῖται τῶν λεγομένων τήν ἀλήθειαν». Πῶς οὖν οὐ διαλετικήν ταύτην, ἀλλ᾿ ἀποδεικτικήν ὠνόμασεν, ὦ φιλόσοφε, καίτοι μή πρός τούς πιστούς ἁπλῶς οὖσαν, οὐδέ γάρ πειθοῦς οὗτοι δέονται;

Οὐ μήν ἀλλ᾿ εἰ καί μή σαφῶς οὕτω παρ᾿ αὐτῶν ἐγγεγραμμένον τε καί ἐπιγεγραμμένον ἦν, τά γοῦν τῆς ἀντιρρήσεως καί οὕτω πρός ἐκείνους ἀναφέρεται σαφῶς. Ὡς γάρ εἴ τις τῷ ταὐτόν καί ἕτερον καί μέγα καί μικρόν εἰπόντων τόν Θεόν κἀπί τῶν παραπλησίων εὐσεβῶν ἐκ τῶν ἐναντίων συντιθέντι τάς θεωνυμίας ἀντιλέγειν ἐγχειροίη, λέγων «ὁ ἐν πᾶσι πάντα διά τήν σωτηρίαν ἑκάστου γινόμενος, καί τοῖς πρός αὐτόν ἐπιστρέφουσι πολυτρόπως τε καί καταλλήλως ἐπιδιδούς ἑαυτόν καί πολυειδῶς ἐν χερσί τῶν προφητῶν ὁμοιούμενος, πῶς ὁ αὐτός ἄν εἴη, καί αὖθις ὁ ἀπήλικος, ὁ ἐν πᾶσι χωρῶν, ὁ παντός ἐκβεβηκώς ὄγκου πῶς μέγας;»˙ ὥσπερ οὖν ὁ ταῦτα λέγων οὐχ ἁπλῶς ἐρίζει πρός τόν ταὐτόν ἤ μέγαν τόν Θεόν εἰπόντα ἀλλά τήν ἱεράν ἀνίστησι Γραφήν αὐτήν καθ᾿ ἑαυτῆς (καί τό ἕτερον γάρ ἐπί Θεοῦ καί τό μικρόν παρ᾿ αὐτῆς λεγόμενον πάλιν τόν αὐτόν ἀνατραπήσεται τρόπον˙ τό γάρ πάντα ὑπερβάλλον καί πάντων ὑπερεκτεινόμενον τῷ λέγοντι ὡς τά μέν τῶν θείων ἀποδεικτά ἐστι, τά δ᾿ οὔ, καί λέγων ὡς οὐδέν ἀποδεικτόν τῶν θείων, ἐπαφή γάρ αὐτοῦ οὐκ ἔστιν οὔτε ἐπιστήμη, τῇ θείᾳ Γραφῇ καθ᾿ ἑαυτῆς χρῆται, τά ἐν αὐτῇ κατ᾿ ἀλλήλων ἐκπεπολεμωμένα δι᾿ ἀλλήλων δείξας˙ εἰ γάρ ὅτι οὐκ ἔστιν ἐπαφή Θεοῦ καί ἐπιστήμη, οὐδέ ἀπόδειξις, καί ὅτι ἔστι ταῦτα, καί ἀπόδειξις ἔσται.

Τί δή τό ἐκ τούτων συναγόμενον καί τό ἄμαχόν τε καί ὁμόλογον τῇ Γραφῇ προσμαρτυροῦν; Ὅρτι καί ἔστι καί οὐκ ἔστι, καθ᾿ ἕτερον ἕτερον τρόπον˙ τοῦτο δέ ἐστιν ὅ ἡμεῖς εἰρήκαμεν, ὅτι τά μέν τῶν θείων γινώσκεταί τε καί ἀποδείκνυται, τά δ᾿ ἀπερινόητά ἐστι καί ἀνεξιχνίαστα˙ πλημμελές ἄρα τό λέγειν ὡς οὐκ ἔστιν ἀπόδειξις ἐπ᾿ οὐδενός τῶν θείων˙ ἔστι γάρ ἐφ᾿ ὧν, καί ἔστιν ὥς. Ὡς γάρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου ὑπέρ φύσιν τέ ἐστι καί κατά φύσιν, καί λεγομένη ἄρρητος μένει καί νοουμένη ἄγνωστος, ἐπεί τά μέν ὑπέρ φύσιν, ὡς ἡ τῆς παρθένου κύησις, τά δέ κατά φύσιν, ὡς ὁ τῆς νηδύος ὄγκος μετά σύλληψιν, οὕτω καί τό θεῖον ἀποδεικτόν τέ ἐστι καί οὐκ ἀποδεικτόν˙ ἀμερίστως μέντοι μεριζόμενον τῇ διαφορᾷ τῶν τρόπων, ἐπεί «καί διά γνώσεως γινώσκεται καί δι᾿ ἀγνωσίας»˙ ὅτι μέν γάρ ἔστι καί ὅτι ἕν ἐστι καί γινώσκεται καί ἀποδείκνυται, τί δέ ἐστι καί τί γε ἕν ἀπερινόητον ἐστι παντάπασιν.

Ἀλλ᾿ ὁ φιλόσοφος ἀκούων Διονυσίου τοῦ μεγάλου λέγοντος ὡς «ἡ θεότης καί μονάς καί Τριάς ὑμνουμένη οὐκ ἔστι οὐδέ μονάς οὐδέ τριάς ὑπό τινος τῶν ὄντων διεγνωσμένην οὕτω πως ὡς ἔοικεν ἐνόησεν ὡς ὑπ᾿ οὐδενός ὅτι ἔστι μονάς ἐγνώσθη˙ ὁ δέ μέγας ἐκεῖνος οὐ τοῦτό φησιν,  ἀλλ᾿ ὅτι μέν ἔστι μονάς γνώσκεταί τε καί ὑμνεῖται, ἀλλ᾿ οὐ τῶν συνεγνωσμένων ἐν τοῖς οὖσιν ἐναρίθμων μονάδων, αἵ γε οὐδέ μονάδες ἄν κυρίως εἶεν, εἴ γε ἡ μονάς οὐκ ἀριθμός, ὥστε διά τοῦτο ἐκεῖνο μᾶλλον ἔγνωσται μονάς καί μόνον, ὅ,τι μή δι᾿ ἀριθμοῦ τε καί ἐν ἀριθμοῖς γνωρίζεται˙ ἡ γάρ κυρίως οὐκ ἀριθμός˙ μονάς οὖν ἡ θεότης, ἀλλ᾿ οὐ τῶν ἐν τοῖς οὖσι διεγνωσμένη, καθάπερ καί Γρηγόριος ὁ θεολόγος εἰπών «τήν τοῦ Θεοῦ φύσιν ἄληπτόν τε καί ἀπερίληπτον» εὐθύς ἐπάγει, τῆς τοῦ ρητοῦ διανοίας ἑρμηνεύς γινόμενος˙ «λέγω δέ οὐχ ὅτι ἐστίν, ἀλλ᾿ ἥτις ἐστίν». Ὁ δέ φιλόσοφος οὗτος ἄληπτον ἐπίσης καί ἀναπόδεικτον τίθεται καί τό τί ἐστι καί τό ὅτι ἐστί, καί ἡ σεμνή πρόφασις αὐτῷ τό δι᾿ τἀποδείξεως δεικνύειν ὅτι πάντα τά θεῖα ὑπέρ ἀπόδειξιν. Ἐγώ δέ μικρόν τι περί τούτου πρός αὐτόν εἰπών ἐπί τά προτεθειμένα μετοίσω τόν λόγον.

Οὐ σύ γε αὐτός εἶ ὁ λέγων ἐπ᾿ οὐδενός εἶναι τῶν θείων ἀπόδειξιν; Εἰ τοίνυν ἀποδέδεικταί σοι τό ὑπέρ ἀπόδειξιν, οὐ θεῖον˙ εἰ δέ πρέπον ἐστί τῷ Θεῷ τό πρόσρημα, ἀπόδειξιν οὐκ ἐπιδέξαιτ᾿ἄν˙ σύ δ᾿ οὐκ οἶδ᾿ ὅπως ἄλλοτε ἄλλα λέγεις καί τἀντανία πρός ἄλληλα, οὐ μόνον ἐπί τοῦ ἀποδεδειγμένου θείου, ὡς αὐτός λέγεις, ὑπέρ ἀπόδειξιν, ἀλλά καί ὁπηνίκα τῆς ἐγγινομένης ἀπό τῶν κτισμάτων ἐπί τόν δημιουργόν ἀνόδου μέμνησαι. Τίς γάρ, οὐδέ ἀπό τῶν δημιουργημάτων ἔσται ἀπόδειξις ὅτι ἐστί δημιουργός; Οὐδέ γνωστά ἐστί τινα τῶν ἀοράτων ἀπό τῶν ὁρωμένων; Οὐδέ τόν θεῖον Παῦλον δέξῃ μαρτυροῦντα ὅτι «τά ἀόρατα τοῦ Θεοῦ ἀπό κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», ἀλλ᾿ ὑπέρ πᾶσαν ἐπαφήν καί γνῶσιν πάντ᾿ ἐρεῖς τά θεῖα;

«Ναί» φησιν, «ἀλλ᾿ ἐμοί περί ὧν ἑκάστου συντίθεμεν συλλογισμῶν κατά τόν ἔξω λόγον ὁ λόγος˙ τά τοιαῦτα δ᾿ ἕκαστος καθ᾿ ἑαυτόν διανοεῖται». Τί οὖν, ἅπερ ἕκαστος καθ᾿ ἑαυτόν διανοεῖται, ταῦτ᾿ οὐχί καί προφέρειν ἔχει διά γλώττης ἤ χειρός διά τοῦ ἔξω λόγου ποιούμενος τήν ὁμιλίαν ἤ συγγράμματα συντάττων, ὥσπερ κἀπί τῶν ἀμέσων καί καθόλου γίνεται προτάσεων; Τούτων γάρ ἡ γνῶσις δι᾿ ἐπαγωγῆς διανοητικῶς ἐπισυναγομένη τῇ ψυχῇ πέφυκεν ἐγγίνεσθαι, ἀλλά καί πρός τόν ἔξω λόγον φέρεται δι᾿ ἐπαγωγῆς γνωριζομένη πάλιν. Σύ δ᾿ ὅμως καί τοῦτ᾿ ἄν ἡμῖν ἐκφήναις, ὁ κτά πᾶσαν ἐξουσίαν ὅ,τι ἄν ἐθέλοις λέγων, καί μάρτυρα ἡμῖν σοι παρέξεις θαυμαστόν λέγοντα˙ «Θεόν νοῆσαι μέν χαλεπόν, φράσαι δέ ἀδύνατον». Ἀλλ᾿ εἰ τοῦθ᾿ οὕτω σοι δοκεῖ, τί τε ἐκεῖνο ὅπερ οὐκ οἶδ᾿ ἤ τοι περί σαυτοῦ ἤ κατά σαυτοῦ προοιμιαζόμενος πρός τούς Λατίνου γράφεις, ὅτι «πλείω λέγεις ἤ νοεῖς»; Ἐγώ δέ οὐ μόνον ὅτι ἔστι δημιουργός κατανοῶ ἐκ τῶν δημιουργημάτων, ἀλλά καί ὅτι εἷς ἐστι καί νοῶ καί ἀποδείκνυμι˙  πάντα γάρ ὁρῶ μιᾶς καί τῆς αὐτῆς βουλήσεως καί σοφίας καί δυνάμεως δεόμενα γενέσθαι ἐκ μή ὄντων˙ μία δέ βούλησις ἅμα καί σοφία καί δύναμις μιᾶς φύσεώς ἐστιν˙ εἷς ἄρα τῇ φύσει ὁ δημιουργός Θεός ἡμῶν.

Πάλιν ἀνάλαβέ σου τά ἀμυντήρια, προβαλοῦ τούς Ἀριστοτέλους τοῦ σοῦ κανόνας, ἐρώτα τάς πεύσεις τάς ἀμφικρήμνους, μικρόν δ᾿ ὅμως μεῖνον καί ταῦτά σοι προθήσομεν εἰς ἐξέτασιν. Νῦν δ᾿ ἴδωμεν διά τίνων κατασκευάζει μηδαμῶς εὔλογον εἶναι τόν Θεόν ἕνα λέγεσθαι. «Κατά μετοχή» φησιν «οὐκ ἔστι, καθ᾿ ὕπαρξιν οὐκ ἔστι, κατ᾿ αἰτίαν οὐκ ἔστιν ἕν˙ κατ᾿ οὐδένα ἄρα τρόπον ἔστιν ὁ Θεός ἕν». Τήν μέν οὖν μετοχήν καί ὕπαρξιν παρεῖναί μοι δοκῶ˙ τό μέν γάρ οὐδείς ἠγνόησεν ὅτι μή κατά μετοχήν ἔστι τι Θεῷ, τό δέ οὐδείς ἐζήτησε τί ἐστι καθ᾿ ὕπαρξιν Θεός. Κατ᾿ αἰτίαν δέ πῶς οὐκ εὔλογον ἕνα τόν Θεόν λέγεσθαι οὐκ ἔχω συνιδεῖν, οὐ μόνον ὅπως οὐκ εὔλογον, ἀλλ᾿ οὐδ᾿ ὅπως ἐτόλμησεν εἰπεῖν, σαφῶς τοῦτο τῶν ἁγίων διαγορευόντων. Ἀλλ᾿ εἰ κατ᾿ αἰτίαν τόν Θεόν ἕν οὐκ εὔλογον εἰπεῖν, οὐδέ τοῦ ἑνός αἴτιος ἔσται, καί γάρ ὧν ἐστιν αἴτιος, ἀπό τούτων ἔχει τάς προσηγορίας˙ εἰ δέ τοῦ ἑνός οὐκ ἔστιν ὁ Θεός αἴτιος, οὐδενός τῶν ὄντων ἐστίν αἴτιος˙ τῷ γάρ εἶναι τό ἕν, πάντα ἐστί τά ὄντα, καί τῶν ὄντων ἕκαστον ἕν ἐστιν ἤ γένει ἤ εἴδει ἤ ἀριθμῷ, καί οὐδ᾿ ἄν πολλά ἕκαστον αὖθις τούτων εἴη τῇ κατ᾿ αὐτά διαφορᾷ, εἰ μή τό ἕν εἴη˙ τό γάρ ἕν ἐστι στοιχειωτικόν καί συνεκτικόν καί συστατικόν ἁπάντων. Ὥσθ᾿ ὁ τοῦ ἑνός μή ὤν αἴτιος οὐδενός ἐστιν αἴτιος.

«Ἀλλ᾿ εἰ ὡς αἴτιός» φησι «τοῦ ἑνός ἕν ἐστιν ὁ Θεός, οὐ μᾶλλον ἕν ἤ πολλά, καί γάρ καί τῶν πολλῶν αἴτιος». Παρίημι τοίνυν λέγειν ὡς τοῖς μέν πολλοῖς οὐ συναιρεῖται τό ἕν, τῷ δέ ἑνί τά πολλά, καί ὡς ὁ Θεός ἐν τῷ ἑνί μένων καί τά πολλά προάγει, καί οὐ προάγει μόνον, ἀλλά καί γινώσκει, τοῦ ἑνιαίου μή πληθυνομένου τάς ἐν τοῖς πλήθεσι διαφορᾶς˙ ἀλλ᾿ εἰ μή μᾶλλον ὁ Θεός ἕν ἤ πολλά, διατί εἷς μέν Θεός λέγομεν, πολλοί δέ οὐ λέγομεν; Διατί δέ πολυώνυμον αὐτόν καλοῦμεν, ἀλλ᾿ οὐ τοῖς ὀνόμασι συνδιαιροῦμεν; «Ἀλλ᾿ οὐκ εἶπόν» φησιν «οὐ μᾶλλον ἕν ἤ πολλά, ἀλλ᾿ οὐ  μᾶλλον ἕν ἤ οὐχ ἕν». Εἰ οὖν ἔστιν, οὐχ ἕν δέ ἐστι, πολλά ἄν εἴη.

«Πῶς οὖν», φησί, «Διονύσιος ὁ μέγας περί τοῦ Θεοῦ φησιν ὡς οὔτε ἕν ἐστιν»; Ἀλλ᾿ οὐκ ἐπ᾿ ἀναιρέσει τοῦ ἑνός, ὦ βέλτιστε˙ παράγγελμα γάρ ἐστιν αὐτοῦ μή οἴεσθαι τάς ἀποφάσεις ἀντικειμένας εἶναι ταῖς καταφάσεσιν ἐπί Θεοῦ. Σύ δ᾿ ἐπ᾿ ἀναιρέσει τοῦ ἑνός προφέρεις τό οὐχ ἕν, τήν ἀσυνείκαστον ἐκείνην αἰτίαν προστιθείς ὡς εἰ κατ᾿ αἰτίαν ἔστιν ἕν, καθ᾿ ὕπαρξιν οὐκ ἔσται ἕν, ὥστε φησίν «οὐ μᾶλλον ἕν ἤ οὐχ ἕν». Τί δή σοι βούλεται τό καθ᾿ ὕπαρξιν τοῦτο, ὦ διαλεκτικέ σύ καί ἄφυκτε; Εἰ μέν γάρ τό ἁπλῶς εἶναι, πῶς τό κατ᾿ αἰτίαν ἕν οὐκ ἔσται αὖθις οὐδαμῶς ἕν; Αὐτῷ γάρ τῷ εἶναι ὁ Θεός ἕν ὑπέρ τό ἐν τοῖς οὖσιν ἕν καί τοῦ ἐν τοῖς οὖσιν ἑνός αἴτιος καθίσταται, ἀκλίτως ἵν᾿ οὕτως εἴπω ἑαυτόν ἐπιδιδούς καί τῆς οἰκείας ἑνότητος ἀγαθότητι μεταδιδούς καί ἀμεθέκτως μετεχόμενος. Εἰ δέ τό καθ᾿ ὕπαρξιν τοῦτό σοι βούλεται ὅτι οὐκ ἔστιν οὐσία τοῦ Θεοῦ τό ἕν καί διά τοῦτο οὐκ εὔλογον ἕνα λέγειν τόν Θεόν, οὐδ᾿ ὁ ἥλιος λοιπόν εἷς ἐστιν, ἐπεί οὐκ ἔστιν αὐτοῦ τό ἕν οὐσία˙ εἰ δέ κατά μετοχήν τοῦ αὐτοενός εἷς ἐστιν ὁ ἥλιος, οὐ μᾶλλον εἷς ἤ οὐχ εἷς, ἐπεί καθ᾿ ὕπαρξιν οὐκ ἔστιν εἷς.

Τό αὐτό δέ καί ἐπί πάντων ὅσα τοῦ ἑνός μετέχει, καί μάλα γε εἰκότως. Εἰ γάρ τό αὐτοέν οὐ μᾶλλον ἕν ἤ οὐχ ἕν κατά τήν σήν σοφίαν, πολλῷ μᾶλλον ὅσα τῷ μετέχειν τούτου ἕν ἐστιν˙ οὐκ ἐπί τοῦ ἑνός δέ μόνον, ἀλλά κἀπί τῶν δύο ἤ τριῶν καί παντός ἀριθμητοῦ˙ τοῦ γάρ ποσοῦ μηδέποτε οὐσίας ὄντος, τά δύο οὐ μᾶλλον δύο ἤ μή δύο˙ καί γάρ  εἰ κατ᾿ ἀριθμόν δύο, ἀλλά καθ᾿ ὕπαρξιν οὐ δύο πάντως. Ὥστε οὐ τόν Θεόν οὐχ ἕν ἀπέδειξεν ὁ φιλόσοφος, ἀλλά τό ἕν οὐκ ὄν, εἴπερ οὐ μᾶλλον ἕν ἤ οὐχ ἕν, καί ἁπλῶς πάντα ἀριθμόν ἀνεῖλε. Τοῦτο δέ ἐστιν, ἵνα κατά τήν αὐτοῦ φῶμεν ἐπιστήμην, παραλογισμός, ὁ παρά τήν τοῦ ἐλέγχου ἄγνοιαν, ᾧ καί θεολογῶν ὁ γεννάδας χρῆται, δι᾿ οὗ καί σοφισάμενος, πάντα ἀριθμόν ἀνεῖλε (οὐ γάρ κατά τό αὐτό ἕν τε καί οὐχ ἕν), ρᾳδίως δ᾿ ἄν οὕτω τις καί ἕκαστον τῶν ὄντων μή μᾶλλον ὄν ἤ μή ὄν ἐλέγξειεν.

Οὐ μήν ἀλλ᾿ εἰ καί τῶν ἄλλων πάντων κατεψεύσατο, εἷς γάρ ἐπιλάμπει ἥλιος ἡμᾶς, πλείου δέ φωστῆρες, πλεῖστοι δέ ἀστέρες, ἀλλ᾿ ἑαυτόῦ γε ἕνεκα οὐκ ἔψευσται˙ εἷς γάρ ὤν, οὐχ εἷς ἐστι ταῖς διαλέξεσιν, ἀλλ᾿ ἄλλος καί ἐναντίος ἑαυτῷ. Ὁ γάρ ἐνταῦθα μή καθ᾿ ὕπαρξιν ἕν εἶναι τόν Θεόν ἰσχυριζόμενος, ἀκούσατε τί λέγει ἀνωτέρω˙ «ἅ ἐστι ταῖς ἄλλαις οὐσίαις τά καθ᾿ αὐτό αὐταῖς λεγόμενα, ταῦτα καί τῷ Θεῷ τά περί αὐτόν λεγόμενα ὑπάρχει˙ οὐ γάρ ἐνδέχεται εἶναί τε καί μή˙ εἴ τις οὖν ἔροιτό σε», φησί, «ταῦτα ἅ φῄς περί Θεόν εἶναι ἀνυπόστατά ἐστιν ἤ μετέχει τινός ὑπάρξεως; καί εἰ τοῦτο, οὐσίαι εἰσίν ἤ συμβεβηκότα; πῶς ἐκφεύξῃ τό καί μή οὐσίαν θείαν ἀποδεικτήν λέγειν»;

Τί οὖν ἐστιν ὅ φησιν; Ἐπειδή πᾶν ἤ οὐσία ἤ συμβεβηκός, τά δέ περί Θεόν συμβεβηκότα οὔκ εἰσιν, οὐσίαι ἄρα τοῦ Θεοῦ εἰσιν˙ εἰ οὖν τούτων τί τις φαίη γινώσκειν, καί τήν οὐσίαν ἄρα λέγει τοῦ Θεοῦ γνωστήν εἶναι καί ἀποδεκτήν. Ὁ γοῦν μηδέν εἶναι λέγων τόν Θεόν καθ᾿ ὕπαρξιν, πάντα νῦν αὖθις λέγει τοῦτο εἶναι καθ᾿ ὕπαρξιν τῷ συμπεριληπτικῷ τῆς διαιρέσεως ἀναγκαίως πρός τοῦτο συνωθῶν ἡμᾶς ὥς γ᾿ οἴεται. Ἐνῆν μέν οὖν δεῖξαι ὡς οὐδέ τά ὄντα πάντα τῇ διαιρέσει ταύτῃ συμπερικλείεται˙ εἰ δέ καί συμπεριβάλλεται, οὐδ᾿ οὕτως ἀνάγκη τό ὑπέρ τό ὄν συμπεριειλῆφθαι τῇ τῶν ὄντων διαιρέσει˙ ὑποστάτης γάρ κατά τόν μέγα Διονύσιον τούτων ἐστίν ὁ Θεός, ἀλλ᾿ οὐχ ὑπό τούτων συνέστηκεν αὐτός, οὐδέ τι συντελοῦσι τά περί Θεόν εἰς τό εἶναι τό Θεόν, οὐδέ γνωστή ἐστιν αὐτοῦ ἡ φύσις, ἵνα καί διαφοράν οὐσιώδη σχοίη, καθά καί Βασίλειος ὁ μέγας λέγει. Κυρίως γάρ ὤν καί προών καί μόνος ὤν καί ἁπλῶς καί ἑνιαίως ὤν, διαφορᾶς οὐδεμιᾶς δεῖται εἰς τό εἶναι˙ τοῖς γάρ μετ᾿ ἐκεῖνον πολλοῖς οὖσι δεῖ διαστολῆς˙ οὔκου οὐσίαι Θεοῦ τά περί τόν Θεόν, ἀλλ᾿ αὐτός ἐστιν οὐσία τῶν περί αὐτόν.

Ἧ μέν ἐστιν αὐτός οὐσία, ἄρρητός τε καί ἀπερινόητος, ᾗ δέ ἐστιν οὐσία τῶν ὄντων, καί ζωή τῶν ζώντων καί σοφία τῶν σοφιζομένων καί ἁπλῶς πάντων τῶν τοῦ εἶναι καί τοῦ εὖ εἶναι μετεχόντων ὀντότης, ἵν᾿ οὕτως εἴπω, καί δύναμις καλλοποιός, καί νοεῖται καί λέγεται καί ἀποδείκνυται, εἰ καί μή ἐφ᾿ ὅσον ἐστίν. Εἰ δέ καί ὑπάρξεώς τινος μετέχει τά περί Θεόν, οὐχ ὡς οὐσίαι, οὐδ᾿ ὡς ἀνυπόστατα, καθάπερ δικαιοῖς αὐτός, ἀλλ᾿ ὡς ἐνέργειαι οὖσαι τοῦ Θεοῦ˙ εἰ δέ τά τῶν ἐνεργειῶν ἀποτελέσματά τις εἴποι, καί τούτων οὐσίαι μέν ἔστιν ἅ, θεῖαι δ᾿ οὔμενουν. Οὐ μή,  ἀλλ᾿ ἵνα τό πλῆθος ἀφῶ τῶνπαρ᾿ αὐτοῦ θείων οὐσιῶν λεγομένων, ὡς μή καί αὐτός πλήθει περιπέσω λόγων, εἰ τά  περί Θεόν λεγόμενα τοῦ Θεοῦ ἐστιν οὐσίαι, περί Θεόν δέ λέγεται καί τά κτίσματα, ὡς πολλαχοῦ τῆς ἱερᾶς εὕροι τις ἄν Γραφῆς, κτιστή ἔσται κατ᾿ αὐτόν ἡ οὐσία τοῦ Θεοῦ.

Καί μήν τό σοφόν καί ἀγαθόν καί τό φῶς καί ἡ ζωή καί ὅσα σχεδόν λέγεται περί αὐτόν δι᾿ ὀνομάτων προαγόμενα, πῶς ἄν οὐσία εἴη, τῶν ὀνομάτων, εἴ τις ἐξετάσειε, μηδ᾿ ἐφ᾿ ἡμῶν οὐσιῶν ἀλλ᾿ ἐνεργειῶν δηλωτικῶν γε ὄντων; Πῶς ἄν οὖν ἐπί Θεοῦ τά ὀνόματα οὐσίαν φαίη τις, ὅπου γε οὐδ᾿ ἄν λόγος εὑρεθείη σημαντικός τῆς ὑπερουσιότητος ἐκείνης; Ὅσοι γάρ τῆς ὄντως ἀληθείας εἰσίν ἐρασταί οὐ θεμιτόν οἴονται ὑμνεῖν τήν ὑπερουσιότητα τήν θεαρχικήν οὔτε ὡς λόγον ἤ δύναμιν ἤ ζωήν ἤ οὐσίαν ἤ ἀγαθότητα, ἀλλ᾿ ὡς παντός ὀνόματός τε καί πράγματος ὑπεροχικῶς ἀφειμένην˙ ἀλλ᾿ ἐπεδήπερ αὕτη πάντων ἐστίν αἰτία, ἐκ πάντων τῶν αἰτιατῶν αὐτήν ὑμνητέον, ἐπεί καί περί αὐτήν πάντα καί αὐτῆς ἕνεκεν, ὡς Διονυσίῳ τε τῷ μεγάλῳ καί τῇ ἀληθείᾳ δοκεῖ καί πᾶσι τοῖς ἐξ αἰῶνος ὑμνολόγοις αὐτῆς. Ἐπεί τοίνυν περί αὐτήν πάντα τήν θεαρχικήν ὑπερουσιότητα, τά δέ περί αὐτήν οὐσίαι θεῖαι κατά σέ, πάντα ἄρα θεῖαι οὐσίαι κατά σέ εἰσιν.

Ἔτι, ἐπεί μή μόνον αἱ θέσεις, ἀλλά καί ἀφαιρέσεις τῶν περί Θεόν εἰσιν, ἔσονται καί αὗται θεῖαι οὐσίαι κατά σέ, καίτοι μή πεφυκυῖαι δηλοῦν ὅ ἐστιν, ἀλλ᾿ ὅ μή ἐστιν. Ἀλλ᾿ εἰ μή αὗται, καίτοι μᾶλλον τῶν περί Θεόν θέσεων ἁρμόττουσαι Θεοῷ, πῶς ἄρ᾿ αἱ θέσεις εἶεν ἄν οὐσίαι θεῖαι; Πῶς δέ καί ἅ ταῖς ἄλλαις οὐσίαις τά καθ᾿ αὑτό, ταῦτα Θεῷ τά περί αὐτόν ἐστιν; «Ἐπεί» φησί «μή ἔστιν εἶναί τε καί μή». Τίς ἡ νέα αὕτη καί παράδοξος θεογνωσία; Τό γάρ καθ᾿ αὑτό τινι ὑπάρχον οὐκ ἔνι κατ᾿ ἔνι κατ᾿ οὐδένα τρόπον μή εἶναι τοῦτο ἐκεῖνο. Οἷον τί λέγω; Καθ᾿ αὑτό ὑπάρχει τῷ ἀνθρώπῳ τό εἶναι λογικόν˙ οὐκ ἔνι γοῦν τόν ἄνθρωπον μή εἶναι λογικόν. Τῶν δέ περί Θεόν λεγομένων, ζωή τε καί οὐσία καί δύναμις, ἀλλά καί πάντων τούτων ὑπερεξηρημένος ὑπάρχει ὁ Θεός καθ᾿ ὑπεροχήν μή εἶναι ταῦτα λέγεται, καί τοῦ εἶναι ταῦτα τό μή εἶναι θεοπρεστέστερόν τε καί ἀληθέστερον˙ οὐκ ἄρα τῷ Θεῷ τά περί αὐτόν ἅ ταῖς ἄλλαις οὐσίαις τά καθ᾿ αὑτό. Οὐ μόνον δέ τά ἀντιφατικῶς ἀντικείμενα λέγεται ἅμα ἐπί τοῦ Θεοῦ ἀλλά καί τἀναντία˙ «φῶς γάρ ὡς ἱμάτιον» λέγεται περιβλῆσθαι καί «φῶς οἰκεῖν ἀπρόσιτον», ἀλλά καί «ἔθετο σκότος ἀποκρυφήν αὐτοῦ» καί «γνόφος ὑπό τούς πόδας αὐτοῦ»˙ ταῖς δέ ἄλλαις οὐσίαις οὐκ ἔνι καθ᾿ αὐτό τά ἐναντία εἶναι˙ τῶν ἀδυνάτων ἄρ᾿ εἶναι τῷ Θεῷ τά περί αὐτόν ἅ τά καθ᾿ αὑτό τοῖς ἄλλοις.

Ἔτι τῶν περί τόν Θεόν τά μέν μᾶλλον λέγεται, τά δ᾿ ἧττον, καί ἐπί τῶν θέσεων, μᾶλλον γάρ ζωή ἤ αὔρα, καί ἐπί τῶν ἀφαιρέσεων, εἰ καί ἀντεστραμμένως, μᾶλλον γάρ οὐκ αὔρα ἤ οὐχί ζωή˙ καί αἱ ἀφαιρέσεις δέ πᾶσαι τῶν θέσεων πασῶν μᾶλλον προσήκουσι Θεῷ. Τῶν δέ καθ᾿ αὑτό ταῖς ἄλλαις οὐσίαις οὐδέν μᾶλλον καί ἧττον πρόσεστιν αὐταῖς, οὐδέ γάρ μᾶλλον ὁ ἄνθρωπος ζῶον ἤ λογικόν˙ ἐπεί γάρ οὐδ᾿ οὐσία μᾶλλον οὐσίας οὐδ᾿ οὐσιῶδες ἕτερον ἑτέρου μᾶλλον. Καί μέν δή τετραχῶς τοῦ καθ᾿ αὑτό λεγομένου, καί οὐδένα τρόπον τά περί Θεόν ἄν εἴη καθ᾿ αὑτό˙ οὔτε γάρ δι᾿ αὐτά τό θεῖον, καί γάρ ἀναίτιον, οὔτε ἐν τῷ λόγῳ ταῦτα τῷ τί ἐστι Θεός, δεικνύντι, καί γάρ οὐδ᾿ ἐφεῖται ζητεῖν ὅλως τί ἐστι Θεός, ἀλλ᾿ οὐδέ τό θεῖον ἐν τῷ λόγῳ ἄν αὐτῶν ληφθείη, καί γάρ ὑπέρ ἔννοιαν τό θεῖον. Αὐθυπόστατα δέ πῶς ἄν εἴη, μέχρις ἄν καθ᾿ ὑποκειμένου πως λέγοιτο καί τό εἶναι περί τι μή ἀποβάλλοι; Διατί δέ καί μή καθ᾿ αὑτό αὐτά φαμεν Θεῷ ἀλλά περί Θεόν; Ἐπεί δέ καί Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος οὐκ ἐκ τῶν κατ᾿ αὐτόν, ἀλλ᾿ ἐκ τῶν περί αὐτῶν φησι γινώσκειν τόν Θεόν ἡμᾶς, συμβήσεται κατά τόν τοῦ φιλοσόφου λόγον οὕτω γινώσκειν ἡμᾶς τόν Θεόν, ὡς καί τάς ἄλλας οὐσίας γινώσκομεν˙ ἐκ γάρ τῶν καθ᾿ αὑτό αὐταῖς ὑπαρχόντων γινώσκομεν αὐτάς, ταῦτα δέ Θεῷ τά περί αὐτόν ἐστι λεγόμενα ἐξ ὧν αὐτόν γινώσκομεν.

Ἔτι, εἰ ὁ Θεός γινώσκει ἑαυτόν ᾗ ἐστι, τά δέ περί Θεόν αὐτῷ ἐστιν ἅ ταῖς ἄλλαις οὐσίαις τό καθ᾿ αὑτό, ἡμεῖς δ᾿ ἐκ τῶν περί αὐτόν γινώσκομεν αὐτόν ᾗ ἐστι, καί ἡμεῖς αὐτόν γινώσκομεν, ὡς αὐτός γινώσκει ἑαυτόν˙ οὕτως ὁ φιλόσοφος ἀπό τῦ ὑπερανιδρυμένου τοῦ παντός καί ἀλήπτου καί ἀφθέγκτου τῆς θεαρχικῆς ὑπερουσιότητος εἰς ἀφασίαν ἡμᾶς περικλεῖσαι φιλονεικῶν, ἔλαθεν ἑαυτόν ταῖς κάτω ταύτην οὐσίαις συντεταχώς.

Καιρών δ᾿ ἄν εἴη καί τούς ἀποδεικτούς αὐτῷ κανόνας, αὐτήν τήν ἀπόδειξιν, μᾶλλον δέ τήν αὐτοαπόδειξιν, ἥν ἐκ τῆς Ἀριστοτέλους σοφίας κατά τῶν ἡμετέρων λόγων προεχειρίσατο παραγαγεῖν εἰς μέσον καί διασκέψασθαι˙ τάχα γάρ ἄν καί αὕτη τῶν τερεττισμάτων φανείη, ὅ τάς πλατωνικάς ἰδέας ὁ Ἀριστοτέλης αὐτός τά ἐκείνου παιδεύματα ἐπισκώπτων ὠνόμασεν. Εἰ δέ τῶν ἐν ταύτῃ τι χρήσιμον ἡμῖν, θαυμαστόν οὐδέν˙ καί παρά τῶν ὄφεων γάρ ἔστι τι χρηστόν φάρμακον ἡμῖν, ἀλλ᾿ ἀνελοῦσι καί διελοῦσι καί συσκευασμένοις καί χρησαμένοις σύν λόγῳ κατά τῶν ἐκείνων δηγμάτων. Πρός μέν οὖν Πλάτωνα καί τήν κατ᾿ ἐκεῖνον ἀπόδειξιν Ἀροστοτέλης ἡμῖν ἀρκέσει˙ καί γάρ φησιν˙ εἰ τό καθόλου πρό τῶν πολλῶν, ὡς ὁ Πλάτων ἔλεγεν, ἀπόδειξις λοιπόν οὐ κ ἔσται, οὐδέ γάρ δυνατόν κατηγορεῖσθαι τῶν πολλῶν τό ἑνιαίως ὑφεστώς καί ταῦτα πρό τῶν ἄλλων πάντων, κατηγορουμένου δέ χωρίς ἀπόδειξις οὐκ ἔστιν˙ ἀλλ᾿ οὐδέ μέσος ἔσται ὅρος, ὑποκείσεται γάρ τῷ πρό τῶν ἄλλων, ἀλλά τοῦτ᾿ ἀδύνατον, μέσου δέ χωρίς ἀπόδειξις οὐκ ἔσται.

Πλάτωνι μέν οὖν ἀντιστήσωμεν κἀκείνου παιδεύματα, ἑκουσίως ἀντιτεταγμένον, τῷ δ᾿ Ἀριστοτέλει τά οἰκεῖα, τόν φιλόσοφον δηλαδή τοῦτον, εἰ καί μή ἑκόντα εἶναι. Πρῶτον δ᾿ ἴδωμεν πῶς αὐτός τούς ἡμῶν περί τῶν θείων λόγους μηδαμῶς εἶναι ἀπόδειξιν ἀποδεικνύειν οἴεται, καί πρῶτον τό πρῶτον, ὡς τῶν ἄλλων κράτιστον καί οἷον ἀνυπόστατόν τε καί ἄμαχον προβεβλημένον ἀνέδην καί τῇ σφοδρᾷ φορᾷ καθάπερ ροῖζον ἔχον ὑπηχοῦντα τήν λοιδορίαν˙ «ὅπερ τοῖς γεωμέρταις ἀρχή καί ἀξίωμα, τοῦθ᾿ ἡμῖν» φησιν «αἱ τῶν πατέρων ἀποφάνσεις˙ οὐδεμίαν ἄρα χρή ἐκ συλλογισμοῦ λαβεῖν», ὥσπερ οὐδ᾿ οἱ γεωμέτραι τάς τῆς οἰκείας ἕξεως ἀρχάς˙ «ὁ δέ τοῦτο ποιῶν ἀμαθής καί ἀπαίδευτος». Εὖγε, ὁ πεπαιδευμένος οὐ καί αὖθις ἐξυβρίζων τῇ περιουσίᾳ τῆς παιδείας. Ἀλλ᾿ ἐπειδήπερ ὡς γεωμετρικάς ἀρχάς καί κατά σέ τάς τῶν πατέρων ἀποφάνσεις ἔχομεν, τό ἐκ τούτων συναγόμενον ἀπόδειξίς ἐστιν ἡμῖν, ὥσπερ καί τό ἐκ γεωμετρικῶν ἀρχῶν τοῖς γεωμέτραις.

Ποῦ δή ἐκεῖνο ὡς ἐπί τῶν θείων ἀπόδειξιν οὐκ ἔνι λέγειν οὐδαμῶς ὑπέρ οὗ σοι πᾶς ὁ λόγος; Ἀλλ᾿ ὁ μή ἐκ τούτων τῶν ἀρχῶν συλλογισμός γινόμενος οὐ θεολογικός, ὥσπερ οὐδέ γεωμετρικός ὁ μή ἐκ γεωμετρικῶν ἀρχῶν. Ούκοῦν θεολογικός συλλογισμός διαλεκτικός οὐδέποτε, ὥσπερ οὐδέ γεωμετρικός˙ ὁρᾷς πῶς ἔλαθες συνηγορῶν ἡμῖν; Τῆς γάρ σῆς προθέσεως ἅπαν τοὐναντίον ἐξ αὐτῶν τῶν σῶν ὑπέρ αὐτῆς ταύτης τῆς προθέσεως ἐκβαῖνον ἀποδέδεικται λόγων˙ οὕτω πᾶν τό μή τῇ ἀληθείᾳ συμβαῖνον καί ἑαυτῷ ἀνακόλουθον. Ἀλλά γεωμετρικάς μέν ἀρχάς δείξομεν ἐξ οὐ γεωμετρικῶν ἀρχῶν, τάς δέ θεολογικάς ἐξ οὐ θεολογικῶν, οὔ; Καί γάρ τούτων ἐκτός οὐδέν ἀξιόπιστον περί Θεοῦ τῷ πληρώματι τῆς ἐκκλησίας κρίνεται, καί εἰσέρχεσθαι δεῖ πρός ταύτην διά τῆς αὐλῆς, τουτέστι τῆς Γραφῆς˙ ἐκ τῶν ὁμοίων ἄρα καί αὐτάς δείξομεν πιστάς, καί αὐτοῖς τοῖς ἀντιλέγουσιν αἱρετικοῖς εἰκότως, ὅτι ὁ μέν περί γεωμετρικῶν ἀρχῶν ζητῶν τοῖς γεωμέτραις ἀπιστεῖ, οἱ δέ περί θεολογικῶν, καί μάλιστα πρός οὕς ἡμῖν ὁ λόγος, πιστεύειν μέν φασι τοῖς μεμαρτυρημένοις θεολόγοις, ἀμφιγνοῦσι δέ τινα τῶν παρ᾿ ἐκείνων εἰρημένων˙ ἄν οὖν ἀπό τῶν φανερῶς αὐτοῖς ἐκπεφασμένων καί τούτοις συνωμολογημένων ἀκολούθως τό ζητούμενον συναγάγωμεν, ἐλύσαμεν τήν ἀμφιστήτησιν καί διά τοῦτο θεολογικῶς καί αἱ ἀρχαί τῆς θεολογίας δείκνυνται, εἰ μή ἄρα πρός Ἕλληνας ἡμῖν ὁ λόγος εἴη.

Κἀπί τούτων δέ ἐπ᾿ ὀλίγον τά εἰκότα καταλλήλως αὐτοῖς προχειρισάμενοι, τάς τῶν θαυμάτων ἔπειτα προδείξομεν ἀνάγκας, ἀφ᾿ ὧν ὅ,τι ἄν συμπερανθείη θεολογικῶς ἔσται ἀποδεδειγμένον. Ἅ δή σύ περί τῶν θείων διατελεῖς συλλογιστικῶς δεικνύων, εἰ μέν ἐκ τῶν θεολογικῶν ἀρχῶν, ἀπόδειξις ἄρα τό δειχθέν, ἐκ γάρ ἀποδεικτικῶν καί κατά σέ δέδεικται ἀρχῶν, εἰ δέ μή ἐκ τῶν τοῖς πατράσιν εἰρημένων, οὐδαμόθεν ἕξει τό πιστόν. Ὥστ᾿ οὐχ ὅπως οὐκ ἀποδεικτικῶς δεικνύεις, ἀλλ᾿ οὐδέ διαλεκτικῶς˙ σοφιστικῶς οὖν εἴπερ συλλογιστικῶς˙ οὕτω κατ᾿ αὐτός σαυτοῦ ἠγωνισμένος ἔχεις.

Ἅ δή τοὐντεῦθεν αὐχεῖς σαυτόν ἐξαίρων ταῖς μαγαληγορίαις ὡς τό ἐν λόγοις κράτος ἔχοντα, παρεῖναί μοι δοκῶ. Καί γάρ ὥσπερ ἀνωτέρω τἀναντία τῆς οἰκείας  θέσεως ἔλαθεν παθών, οὕτω δή κἀνταῦθα ἀποδεικτικώτατον ἅμα καί θεολογικώτατον θέλων δεῖξαι σεαυτόν, τῶν περί τά τοιαῦτ᾿ ἀμυήτων εἷς ἐφάνης˙ τήν τε γάρ ἀντιστροφήν, ἥν ἐξ ἀνάγκης αἱ πλείους προτάσεις ἔχουσι τῶν θεολογικῶν συλλογισμῶν, ἔστιν ὧν ἐξισαζόντων ὅρων διά τό μοναδικώτατον τοῦ προκειμένου, καί αὖθις τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων ὅσα ἅμα, εἰ καί τρόπον ἕτερον, ἀγνοῶν παντάπασιν ἐδείχθης, καί ὅτι τά ἐλάττω τῶν αἰτημάτων οὐκ ἐλάττω, ὅταν μή καί δυνάμει ᾖ ἐλάττω, καί ὅτι οὐχ ἁπλῶς ἡ ἐξ ἐλαττόνων αἰτημάτων ἀπόδειξις φέρεται τό κρεῖττον, ἀλλά βελτίων αὐτῆς ἡ ἐκ πλειόνων, ὅταιν γνωριμωτέρας ἔχῃ τάς προτάσεις. Ταῦτα μέν οὖν καί ὅσα μεταξύ τούτων ἐν οὐ  παικτοῖς παίζεις κατά σεαυτοῦ παρήσω˙ κλέψειεν γάρ ἄν οὐδεμίαν, ὡς οἶμαι, ἀκοήν, κἄν κλέψωσιν, οὐδείς μοι λόγος.

Δι᾿ ὅδε τί δόξειας ἄν λέγειν; «Διά μέσου δείκνυσιν ὁ ἀποδεικτικός, καί τούτου αἰτίου˙ πλημμελές δέ λίαν αἴτιον εἶναι οἴεσθαί τι,  δι᾿ ὅ τό Πνεῦμα ἐκ μόνου τοῦ Πατρός˙ πῶς οὖν σύ τό φύσει ἐξ αὐτοῦ εἶναι ὡς αἴτιον ἄν θείης»; Οὗτος μέν οὖν ὁ λόγος οὐ τήν ἀπόδειξιν μόνον, ἀλλά καί τούς σούς, ὦ φιλόσοφε, καί πάντας ἁπλῶς τούς τε ὄντας τούς τε ἐσομένους περί Θεοῦ συλλογισμούς ἀσυλλογίστους δείκνυσι καί πλεμμελεῖς˙ χωρίς γάρ μέσου, καί τούτου τοῦ συμπεράσματος αἰτίου, συλλογισμός οὐκ ἔστιν ἀσφαλής˙ ἄν δέ τό μέσον φερωνύμως ἔχῃ μέσον, κατά σέ λίαν ἔσται περί τό  θεῖον πλημμελής.

Ἀλλά τοῦτο μέν ἀφῶμεν. Ἐρωτῶ δέ σε τόν μόνον  ἀσφαλῆ θεορρήμονα˙ ἐκ Θεοῦ καί ἡμεῖς («τά γάρ πάντα» φησιν «ἐκ Θεοῦ»), ἐκ Θεοῦ καί ὁ μονογενής˙ υἱοί Θεοῦ καί ἡμεῖς («εἶπα γάρ» φησι «θεοί ἐστε καί υἱοί ὑψίστου πάντες»)  Υἱός Θεοῦ καί ὁ μονογενής˙ ἀλλ᾿ ἡμεῖς μέν ἐκ Θεοῦ τε καί υἱοί Θεοῦ Πατρός, Υἱοῦ καί Πνεύματος˙ ἐν γάρ τοῖς τρισί τούτοις ὁ ὕψιστος ἡμῖν ἐγνώσθη˙ καί τοίνυν ἐκ τούτων μέν ἡμεῖς, ὁ δέ Υἱός ἐκ μόνου τοῦ Πατρός˙ ἔστι δή τι αἴτιον δι᾿ ὅ ἡμεῖς μέν ἐκ τῆς τρισυποστάτου θεότητος, ὁ δέ Υἱός ἐκ μόνου τοῦ Πατρός; Εἰ μέν οὐκ ἔστι, καί ἡμεῖς λοιπόν ἀναιτίως ἐκ Θεοῦ, εἰ δέ δι᾿ αἰτίαν, τήν ἀγαθότητα τήν θείαν δι᾿ ἥν ἡ κτίσις καί ἡ ἐν τοῖς κτίσμασι χάρις˙ ταῦτα δέ κοινά Πατρός, Υἱοῦ καί Πνεύματος˙ τό τε γάρ εἶναι καί τό εὖ εἶναι πᾶσιν ἐκ Πατρός δι᾿ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι˙ εἰ τοίνυν χάριτι Θεοῦ ἠμεῖς ἐκ τοῦ Θεοῦ, τό μή κατά χάριν, ὄν δέ ἐκ τοῦ Θεοῦ ἡμεῖς ἐκ τοῦ θεοῦ, τό μή κατά χάριν, ὄν δέ ἐκ τοῦ Θεοῦ, πῶς ἄλλως γε ἤ φύσει; Τό δέ φύσει τοῦτο οὐδέν ἕτερόν τι δείκνυσιν ἤ τόν Πατέρα μόνον αἴτιον τῶν ἀχρόνως ἐξ αὐτοῦ προβαλλομένων˙ πῶς οὖν τοῦτο λέγειν πλημμελές; Ἀλλ᾿ εἰ καί τό φύσει τοῦτο αἴτιόν τις εἴποι, οὐδέ τοῦτο πλημμελές˙ τῷ τε γάρ Πατρί συναπτόμενον, ἐκεῖνον αὐτόν δείκνυσι τό αἴτιον, τῷ τε Υἱῷ καί τῷ ἁγίῳ Πνεύματι, ταῦτ᾿ αὐτά αἰτιατά˙ οἷον "διατί ὁ Πατήρ, Πατήρ κυρίως τοῦ Υἱοῦ; διότι φύσει ἐστί Πατήρ ἐκείνου". Ἐπί τοῦ Υἱοῦ καί τοῦ Πνεύματος ὁμοίως.

Ἔπειτα οὐδ᾿ ὁ τρόπος τῆς ὑπάρξεως, ἀλλ᾿ ὁ τῆς οἰκειότητος ἐντεῦθεν δεικνύμενός ἐστιν. Οὔκουν πλημελές ἐνταῦθ᾿ αἴτιον «τό τήν οἰκειότητα δηλοῦν» εἰπεῖν, «τοῦ τρόπου τῆς ὑπάρξεως ἀρρήτου φυλαττομένου», καθάπερ καί ὁ μέγας Βασίλειος πρός Σεραπίωνα τόν θεῖον γράφει, διευκρινῶν αὐτῷ πῶς ἐκ Θεοῦ λέγεται τό Πνεῦμα τό ἅγιον˙ οὕτω τοῖς ἐν Πνεύματι λαλοῦσι περί Πνεύματος ἀκριβῶς ὁμολογεῖ τά ἡμέτερα. Ταύτῃ μέν οὖν ταῦτ᾿ ἐχέτω.

Περί δέ ἁφῆς  καί ἐπιστήμης, ὅπως ἐπί τῶν θείων γίνεται, εἰρήκαμεν ἀρχόμενοι˙ τοῦ δέ μεγάλου Διονυσίου καταψεύδεται σαφῶς λέγων αὐτόν λέγειν «μηδέ τῇ σκιᾷ τῆς τοῦ Θεοῦ σκιᾶς ἐντυχεῖν» ἐντυχεῖν τούς θεόπτας τῶν πατέρων, τούτοις τε κἀκείνῳ οἷά τις ψευδομάρτυς ἀναιδῶς ἐπανιστάμενος καί δι᾿ ἐκείνων πολεμῶν ἡμῖν, μᾶλλον δ᾿ ἵν᾿ ἀληθέστερον εἴπων, σύν ἐκείνοις˙ αὐτός γάρ ὁ μέγας Διονύσιος καί τό πῦρ καί τόν ἀέρα καί τό ὕδωρ καί τήν γῆν ἐμφανεῖς τύπους ἔχειν λέγει τῆς θεαρχικῆς ἰδιότητος, καί ὁ μέν μείζων τῶν μεγάλων τούτων Παῦλος «τά ἀόρατά» φησι «τοῦ Θεοῦ, ἀπό κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καί θειότης». Εἰ δέ μή χαρακτῆρά τινα τοῦθ᾿ ἐκεῖθεν ἴσχει, πῶς ἄν ὁρῷτο τοῖς ποιήμασιν ἐκεῖνα; Καί αὐτά μέν οὖν τά τῶν κτισμάτων ἄψυχα ἐμφανεῖς τύπους ἔχει τοῦ Θεοῦ˙ τῶν δ᾿ ἐν αὐτοῖς λογικήν ψυχήν νοεράν ἐχόντων οἱ τούς ὁμοφυεῖς πάντας τῇ θεωρίᾳ ὑπερακοντίσαντες οὐδέ ‘σκιάν σκιᾶς’ ἔχουσι Θεοῦ;

Καί ὁ μέν νόμος σκιάν εἶχε τῶν μελλόντων ἀγαθῶν, ὅτε δ᾿ ἡ χάρις ἐπέφανε καί ἡ ἀλήθεια ἦλθε, τῶν εὐδοκιμησάντων κατ᾿ αὐτήν ἡ θεοπτία οὐδέ σκιά σκιᾶς ἐστι; Καί ὁ μέν ἀπόστολος κοινῇ πᾶσιν «ἤ οὐκ ἐπιγινώσκετέ» φησιν «ὅτι Χριστός οἰκεῖ ἐν ὑμῖν, εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε;», σύ δέ φῄς ὡς οἱ τῇ θεωρίᾳ ὑπεραναβεβηκότες οὐδέ σκιᾷ σκιᾶς ἐντυχάνουσι; Καί τό μέν Πνεῦμα τοῦ Θεοῦ κράζει ἐν ταῖς καρδίαις τῶν διά καθαρότητα ἠξιωμένων «ἀββᾶ ὁ Πατήρ», σύ δέ ταύτην τήν «ἐπίγνωσιν» καί τήν ἐνοίκησιν καί τήν οἰκείωσιν οὐδέ γοῦν σκιάν σκιᾶς εἶναι δίδως; Καί ὁ μέν Κύριος μακαρίζει τούς καθαρούς τῇ καρδίᾳ ὡς τόν Θεόν ὀψομένους˙ πότε; ὅτε καί ἡ κάθαρσις. Καί αὐτός περί ἑαυτόῦ φησιν ὅτι «ἐγώ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καί αὖθις «ὁ ἀγαπῶν με τάς ἐντολάς μου πληρώσει, καί ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ᾿ αὐτῷ ποιήσομεν». Τοιαῦτα μέν οὖν τοσαῦτα καί πλείω τούτων ἡ τῶν λογίων φησίν ἀλήθεια, σύ δ᾿ οὐδέ σκιάν σκιᾶς ἔχειν οἴει τούς καί τάς νοεράς ἐνεργείας ὑπεραναβεβηκότας καί ταῖς παμφαέσιν ἑνωθέντας ἀκτῖσι, καίτοι τό μή σκιάν σκιᾶς ἔχον τοῦ Θεοῦ, οὐδέ θεῖον εἶναι δύναται; Πῶς οὖν οὐ τοιοῦτοι οἵ γε θεοειδεῖς καί μή γνόντες μόνον, ἀλλά καί παθόντες τά θεῖα;

Καί τί λέγω ὡς οὐδέ θεῖον τό  μηδέ σκιάν σκιᾶς ἔχον τοῦ Θεοῦ; Καί γάρ οὐδ᾿ ἐν τοῖς οὖσιν ὅλως εἶναι δυνατόν˙ ἔστι γάρ ὄν οὐδέν ὅ τῆς τοῦ καλοῦ παντάπασι μετουσίας ἐστέρηται˙ τό δέ μηδέ σκιάν σκιᾶς ἔχον, πῶς οὐκ ἄν τ᾿ ἀγαθοῦ παντάπασιν ἐστερημένον εἴη; Τί οὖν; Ὁ μέν καί τῆς χειρίστης ἐφιέμενος ζωῆς, ἐμπαθοῦς τε ὁρμῆς, ἀπερισκέπτου τε καί προσύλου προσπαθείας ἀνάπλεως, κατ᾿ αὐτόν τόν ὑπό τῆς σῆς φιλοσοφίας συκοφαντούμενον, μετέχει τ᾿ ἀγαθοῦ κατ᾿ ἀμυδρόν ἀπήχημα, οἱ δέ τῆς ἀρίστης πολιτείας μή μόνον ἐπιθυμήσαντες, ἀλλά καί εὐμοιρήσαντες καί πρός τήν ἀπαθῆ θεωρίαν ἀναδραμόντες διά τῆς πρός τό ὄντως ἀγαθόν ὁλικῆς ἀνατάσεως, οὐδέ σκιάν σκιᾶς ἔχουσι τοῦ ἀγαθοῦ;

Καί πᾶς μέν ἄνθρωπος κατ᾿ εἰκόνα ἐστί τοῦ Θεοῦ, ἴσως καί ὁμοίωσιν˙ οἱ δέ τῷ προσανέχειν διά βίου τῷ Θεῷ τῇ ἀΰλῳ καί ἀπειλικρινημένῃ καί ἀδιαλείπτῳ προσευχῇ καί διά τῆς ἀνεπιστρόφου πρός Θεόν ἀνανεύσεως πρός ἀγγελικήν ἤδη μετασκευασθέντες ἀξίαν οὐδέ σκιάν σκιᾶς ἔχουσι Θεοῦ; Καλῶς ἄρα διά τῆς Ἀποκαλύψεως Ἰωάννης ἀπεκάλυψεν ἡμῖν ὅτι «τά ἐν τῇ ψήφῳ τῇ λευκῇ οὐδείς δύναται γνῶναι, εἰ μή ὁ λαβών˙ μή ὅτι γάρ οὐ γνῶναι δύναται, ἀλλ᾿ εἰ μή πιστόν ὑπέχει οὖς, οὐδ᾿ εἶναι ὅλως οἴεταί τι, τήν ὄντως οὖσαν θεωρίαν ἀβλεψίαν λογιζόμενος, οὐχ ὡς ὑπέρ αἴσθησιν καί γνῶσιν, οἷόν τινα γνόφον ἱερόν, ἀλλ᾿ ὡς μηδαμῇ οὖσαν μηδαμῶς.

Ταῦτα ἄρα καί ὁ φιλόσοφος, ψυχικός ἄντικρυς ὤν καί μή δεχόμενος τά τοῦ Πνεύματος, τούς τε δι᾿ αἰῶνος θεόπτας ἀναπεφηνότας οὐδέ σκιάν γοῦν σκιᾶς ἰδεῖν ἀπεφήνατο Θεοῦ, καί τῶν περιόντων ἔστιν ὧν μαθητής γενόμενος, διά τῆς ψευδωνύμου γνώσεως καί τῆς ἀπεδεδοκιμασμένης σοφίας ὡς μή γνούσης τόν Θεόν ἐπεστράτευσε τοῖς διδασκάλοις. Ἐπεί γάρ πρός αὐτόν ἔλεγον ἐκεῖνοι κατά πατροπαράδοτον ὑφήγησιν τοῖς ἀρχομένοις τόν νοῦν εἰς ἑαυτόν, ἅτε δυσχερῶς ἀπαλλαττόμενον τῶν ἔξω, μηχαναῖς τισιν ἐπιστρέφειν βιάζεσθαι τῶν εἰθισμένων εἶναι καί οὕτω πρός ἑαυτούς βλέπειν καί κατά τόν ἔξω ἄνθρωπον, αὐτός διά τοῦτο κατά τῶν διδασκόντων ἐχώρησεν. Ἀλλά τί λέγω τούς ἄρτι πρός τόν ἀγῶνα τοῦτον ἀποδυσαμένους πρός ἑαυτούς καί κατά τόν ἔξω ἄνθρωπον στρέφειν; Καί τῶν τελεωτέρων γάρ εἰσιν οἵ τούτῳ χρησάμενοι τῷ σχήματι κατά τήν προσευχήν, εὐήκοον τό  θεῖον ἔσχον. Καί αὐτός ὁ τήν θεοπτίαν τελεώτατος Ἠλίας, τήν κεφαλήν τοῖς γόνασιν ἐρείσας καί οὕτω τόν νοῦν εἰς ἑαυτόν καί τόν Θεόν φιλοπονώτερον συναγαγών, τόν πολυειδῆ ἐκεῖνον ἔλυσεν αὐχμόν.

Ἀλλ᾿ ἐπεί καί τῷ γεννάδᾳ τούτῳ τόν τοῦ Κάιν τρόμον ὑφισταμένῳ κατά νοῦν, τήν τε ἀναπνοήν μικρόν ἐπέχειν συνεβούλευον οἱ καθ᾿ ἡμᾶς, ὡς καί τήν διάνοιαν πρός βραχύ γοῦν συνεπισχοίη, τόν τε ὀφθαλμόν μή ὧδε κἀκεῖσε περιάγειν, ἀλλ᾿ οἷον ἐρείσματί τινι τῷ οἰκείῳ στήθει ἤ τῷ ὀμφαλῷ τοῦτον προσερείδειν καί τήν δι᾿ ὄψεως ἔξω χεομένην δύναμιν τοῦ νοῦ τῆς καρδίας εἴσω πέμπειν αὖθις διά τοῦ τοιούτου σχήματος τοῦ σώματος (ὡς γάρ τῶν μεγάλων περί ταῦτά τίς φησι «τοῖς ἔξω σχήμασιν εἴωθεν ὁ ἔσω ἄνθρωπος συνεξομοιοῦσθαι μετά τήν παράβασιν»)˙ ἐπεί ταῦτ᾿ ἐκεῖνοι τούτῳ ὑπετίθεντο, μετά βραχύ λίαν ἀφηνιάσας, οὐ μέχρι τοῦ λειποταξίου ἔστη, ἀλλά καί πικρός αὐτοῖς ἐπί συνόδου κατέστη κατήγορος, ‘ὀμφαλοψύχους’ ὀνόμάζων αὐτούς. Τάχα καί τόν εἰπόντα πρός Θεόν «ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα καί τά ἐντός μου ὡσεί τεῖχος χαλκοῦν ὅ ἐνεκαίνισας» καί τόν εἰπόντα ὡς «ὁ νόμος τοῦ Θεοῦ ἐν μέσῳ τῆς κοιλίας μου» ‘κοιλιοψύχους’ ἄν οὗτος ἤ ‘κοιλιονόμους’ προσαγορεύσειε καί τόν γράφοντα «μνήμη Θεοῦ κολληθήτω τῇ πνοῇ σου» παραπλησίαν ἐπιθείη τήν ἐπωνυμίαν˙ καί διαβαλεῖ πάντας τούς διά σωματικῶν συμβόλων τά νοερά καί θεῖα καί πνευματικά καί τυποῦντας καί ὀνομάζοντας καί ἀνιχνεύοντας. Ἀλλ᾿ ἐκείνους μέν παρά τοῦτο βλάψει γε οὐδέν, αὐτός δέ καί τῶν ἱερῶν παραπετασμάτων ἔξω μενεῖ καί οὐδέ καί  πρός τάς σκιάς ἀτενίζειν ἕξει τῆς ἀληθείας.

Καί οὐ δυσχερανεῖς πάντως ταῦτα παρ᾿ ἡμῶν ἀκούων˙ ἐγγυτέρω γάρ σε Θεοῦ ποιοῦμεν ἤ σύ τούς ἡνωμένους Θεῷ˙ τῶν γάρ σκιῶν ἡμεῖς σε ἐκβάλλομεν, σύ δ᾿ ἐκείνους καί τῆς σκιᾶς τῶν σκιῶν. «Ἀλλά νῦν», φησίν, «ἐν ἐσόπτρῳ βλέπομεν» ὁ μέγας Παῦλός φησι. Τί οὖν τό ἔσοπτρον; Οὐδέ σκιάν σκιᾶς ἔχει τήν ἐμφαινομένην, κἄν ἧττον διειδές καί λεῖον ἦ; Καί πῶς ἄν δεικνύοι τι καί πῶς ἄν ἔσοπτρον εἴη καί πῶς βλέπομεν ἐν αὐτῷ τι μηδέ γοῦν σκιάν σκιᾶς ἔχοντι; Ὅταν δέ καί αὐτός τις ἑαυτόν ἔσοπτρον ἀκραιφνές κατασκευάσῃ Θεοῦ καί τοῦ Θεοῦ τυχόν ἵλεω τοῦτον ἐν ἑαυτῷ ἔχῃ καί τούτῳ νοερῶς ἐντυγχάνῃ, φῶς ὑπέρ φῶς ὑπερφυῶς ἐν φωτί θεώμενος, τόν ὁρῶντα μηδαμῶς ὁρίζον ὀφθαλμόν, πῶς κἄν οὐδέ σκιάν ἔχοι τῆς τοῦ Θεοῦ σκιᾶς; Ὅταν καί νοῦς ᾖ τό ἔσοπτρον, καί νοῦς κεκαθαρμένος καί ἀκηλίδωτος, φύσις ἄϋλος, φῶς συγγενές, εἰ χρή λέγειν, τῷ ἀνωτάτῳ καί πρώτῳ φωτί, πῶς ὑπ᾿ αὐτοῦ τοῦ πρώτου καταλαμπόμενος φωτός οὐκ αὐτό φαίνοιτ᾿ ἄν μέθεξιν ὅ τό ἀρχέτυπον κατ᾿ αἰτίαν ἐστί; Πῶς δ᾿ οὐκ δι᾿ ἑαυτοῦ φαίνοι τοῦ κρυφίου κάλλους ἐκείνου τήν ὡραιότητα, καθά καί ὁ προφήτης λέγει ὅτι «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς»; Πῶς δέ τοιοῦτος ὤν τε καί φαινόμενος, εὐωδία Χριστοῦ, τῶν ἀρετῶν αὐτοῦ ἄγγελος, οὐδέ σκιάν σκιᾶς σχοίη τοῦ Θεοῦ; Πόθεν εἰς τούτους τούς ὄντως ἀφωτίστους καί πολυσκίους λόγους ἐλήλυθας, ὦ φιλόσοφε; Τῶν γάρ σκιῶν τούτων πόρρω τά Διονυσίου τοῦ μεγάλου συγγράμματα˙ τοσοῦτο δέ αὐτός μέγα τι χρῆμα δείκνυσιν οἰόμενος τήν τῶν θεοφόρων ἀληθῆ καί μυστικήν ἐποψίαν, ὡς καί τῆς κατά νοῦν αὐτῶν θεωρητικῆς ἀποπληρώσεως ἀπεικονίσματα λέγειν τάς τῶν ἱερῶν Γραφῶν διεξοδικάς μαθητείας. Πόθεν οὖν τοῦτο προπετῶς φαντασθείς ἐξεῖπεν, ἐροῦμεν ἡμεῖς.

Ἕτερός τις τῶν ἀληθινῶν θεολόγων, τούς θρασεῖς θεολόγους ἐπιστομίζων, σκιάν μέν λέγει τήν ἐμφαινομένην τῷ κόσμῳ τοῦ Θεοῦ γνῶσιν, καί τήν σκιάν ἔχειν ταύτης τῆς σκιᾶς τούς ἐν τοῖς ὁρωμένοις φιλοσοφοῦντας τῷ μηδέ τῆς κτίσεως τήν ἀκριβῆ κατάληψιν ἔχειν. Οὗτος δέ ὁ μή πνευματικός καί τούς πνευματικούς ἀνακρίνων, μή εἰδώς ὅτι διαφέρει θεοπτία θεολογίας, καί τῆς ἀπό ὁρωμένων ἐς τά μάλιστα, μετήνεγκεν ἀπ᾿ ἐκείνης ἐπί ταύτην τῆς σκιᾶς τήν διπλόην, μᾶλλον δέ οὐδέ ταύτην τοῖς τῶν ἀοράτων θεωροῖς συγχωρεῖ˙ τούτους δέ διά τούτων ἀγεράστους δείξας τῶν λόγων, τούς ἔξω σοφούς «οὐκ ἔχει» φησίν, «ὅπως μή θαυμασίους ἡγήσεται, γενναίως», ὡς αὐτός περί αὐτῶν λέγει, «τήν θείαν κατανενοηκότας ὑπεροχήν καί δεἰν ἰσχυριζομένους ἐπί τῶν ὑπέρ ἡμᾶς θέαν ἄνωθεν παραγενέσθαι καί φῶς ἀναλάμψαι νοερόν, δι᾿ οὗ ἐστι τοῖς θείοις συζυγεῖν καί κρεῖττον ἤ κατά ἀπόδειξιν τάς ἁπλᾶς ἔχειν θεωρίας. Ταῦτα δέ ἀκούων λεγόντων, μή δύνασθαί» φησι «μή καί αὐτούς ὑπό Θεοῦ πεφωτίσθαι λέγειν». Τίνα τόν φωτισμόν; Ὅν πάντως ὑφηγοῦνται. Τοῦτο τοίνυν ἄντικρύς φησιν, ὡς οὐ δύναται μή θεοσεβεῖς τε καί θεόπτας διαφέροντας τῶν ἄλλων ἡγεῖσθαι καί προσαγορεύειν. Ἀλλ᾿ ὡς μέν τό ὑπ᾿ ἐκείνων φῶς λεγόμενον βαθύ καί δεινόν σκότος ἐστί, καί ἡ ἄνωθεν θέα κάτωθεν καί δαιμόνιος τρανῶς ἐν τῷ προτέρῳ πρός αὐτόν ἀποδέδεικται λόγῳ, καί τήν προσευχήν ἥν διδόται τῷ Θεῷ καί ταύτην εἰς μέσον παραγαγόντες ἄθεον γνώμην ἀπεδείξαμεν οὖσαν˙ οὐ χεῖρον δ᾿ ἴσως κἀνταῦθα φάναι βραχύ τι περί αὐτῆς τοῖς προτέροις ἐκείνοις σύμφωνον καί ὁμόλογον.

Ὁ μέν οὖν Δαυίδ εἶπεν ὅτι «θεοί οἵ τόν οὐρανόν καί τήν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν»˙ ἐγώ δ᾿ ἄν φαίην προσθείς ὡς συναπόλοιτο τοῖς θεοῖς τούτοις ὑπεροχή Θεοῦ, ἡ μηδέ τῆς ἀνειδέου κατ᾿ ἐκείνους ὕλης προτέρα μηδ᾿ ἐκ μή ὄντων προαγαγοῦσα τά ὄντα μηδέ τῶν ἐν ἡμῖν ὁπωσδηποτοῦν φαινομένων ἀσυγκρίτως ὑπερανέχουσα μηδέ τῇδε καί καθ᾿ ἡμᾶς πρόνοιαν ποιουμένη. Ταῦτα γάρ τά δόγματα Σωκράτους καί Ἀριστοτέλους καί Πλάτωνος, οὕς οὗτος ὁ μαθητής ἐκείνων ὡς τήν θείαν ὑπεροχήν κατανενοηκότας ἐθαύμασεν. Ὁ δέ Πυθαγόρας ἐν τοῖς ἀχρήστοις πλέον ἤ χρυσοῖς ἔπεσι ποιοῦτό φησιν εἶναι διηνεκῶς τό θεῖον, οἷος γένοιτ᾿ ἄν ποτ᾿ ἄνθρωπος σχολάσας˙ οὕτω κατενόησε τήν ὑπεροχήν τοῦ Θεοῦ. Καί μή εἰ καί τήν ὑπεροχήν κατανενοηκότες ἦσαν, οὐδ᾿ οὑτως ἄν ἦσαν πεφωτισμένοι˙ καί γάρ οὐχ ὡς Θεόν ἐδόξασαν ὅν ὡς Θεόν κατενόησαν, εἴ γε καί κατενόησαν˙ καί οἱ δαίμονες γάρ Θεόν ὕψιστον ἴσασι τόν Χριστόν, ὡς τό πνεῦμα τοῦ Πύθωνος ἔλεγε περί Σίλα καί Παύλου, «οὗτοι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν», ἀλλ᾿ οὐ διά τοῦτο πεφωτισμένους ὑπό Θεοῦ ἐροῦμεν τούς δαίμονας, καίτοι τοῦ ὑψίστου ὑψηλότερον οὐδέν οὐδ᾿ ἴσον.

Τοῦ δέ ὑπέρ ἀπόδειξιν, ὅπερ Ἑλλήνων οἱ σοφοί καί ὁ τούτοις ἑπόμενος οὗτος οἴονταί τι μέγα, τά τε φύσει νοητά πάντα καί τῶν μή φύσει νοητῶν, ὑφ᾿ ἡμῶν δέ καί τῆς ἡμετέρας διανοίας γενομένων, ὑπερανέχει πολλά, καθάπερ καί πρότερον ἐδείξαμεν˙ εἰ δέ καί ἡ κατ᾿ ἐκείνους ἀπόδειξις τῶν μηδαμῇ μηδαμῶς ὄντων ἐξελεγχθείη, καί τό ὑπέρ ἀπόδειξιν τοῦτο τήν κυνῆν πάντως Ἅδου περιβαλόμενον οἰχήσεται. Τί οὖν τό τέλος τῆς ἀποδείξεως; Ἡ τῆς ἀλθείας εὕρεσις. Τί τό μέσον; Τό αἴτιον ὅ οὕτως ἔχει καί οὐκ ἄλλως. Τίς ἡ ἀρχή; Κοιναί ἔννοιαι καί ἀξιώματα τά φύσει γνώριμα καί πᾶσιν ἀνωμολογημένα.

Ἀρξώμεθα δή ἀπό τῆς ἀρχῆς. Οὐδέν εὑρίσκεται πᾶσιν συνωμολογημένον τε καί ἀνωμολογημένον˙ εἰσί δ᾿ ἐφεκτικοί τινες οἵ καί κοινῇ  πᾶσιν ἀντιλέγουσι. Καί μήν ἐκ  μηδαμῇ μηδαμῶς γίνεσθαί τι κοινῇ πᾶσιν ἔννοια τῷ Ἀριστοτέλει δέδοκται καί τό ὑλικόν αἴτιον ἀεί τοῦ εἰδικοῦ προεῖναι καί πλεῖσθ᾿ ἕτερα τοιαῦτα τοῦτον ἔχοντα τόν τρόπον˙ ἀλλ᾿ ἡμῖν οὐ συνδοκεῖ˙ πᾶν δέ τοὐναντίον περί αὐτῶν δοξάζομεν σοφοί τε καί ἰδιῶται, γεγενῆσθαι μέν γάρ ἐκ μή ὄντων ἅπανθ᾿ ὑπό τοῦ Θεοῦ, προϋποστῆναι δέ τό φῶς ἀστέρων, εἶδος ὄν αὐτῶν. Εἰ τοίνυν τά μή πᾶσι συνομολογούμενα μηδέ φύσει γνώριμα, πᾶσι δέ συνομολογούμενον οὐδέν, κατά σέ τε καί ἐκείνους οὐδέν τῇ φύσει γνώριμον˙ τῶν δέ φύσει γνωρίμων ὑμᾶς ἐπιλιπόντων συνεπιλείψει πάντως καί ἡ ἀπόδειξις˙ πᾶσαν γάρ ἀποδεικτικήν ἀρχήν καί πρότασιν φύσει γνώριμον εἶναι δεῖν καί αὐτός ἐν τοῖς πρός ἡμᾶς σου γράμμασι διαγορεύεις.

Ἀρξώμεθα δή ἀπό τῆς ἀρχῆς. Οὐδέν εὑρίσκεται πᾶσιν συνωμολογημένον τε καί ἀνωμολογημένον˙ εἰσί δ᾿ ἐφεκτικοί τινες οἵ καί κοινῇ πᾶσιν ἀντιλέγουσι. Καί μήν ἐκ μηδαμῇ μηδαμῶς γίνεσθαί τι κοινῇ πᾶσιν ἔννοια τῷ Ἀριστοτέλει δέδοκται καί τό ὑλικόν αἴτιον ἀεί τοῦ εἰδικοῦ προεῖναι καί πλεῖσθ᾿ ἕτερα τοιαῦτα τοῦτον ἔχοντα τόν τρόπον˙ ἀλλ᾿ ἡμῖν οὐ συνδοκεῖ˙ πᾶν δέ τοὐναντίον περί αὐτῶν δοξάζομεν σοφοί τε καί ἰδιῶται, γεγενῆσθαι μέν γάρ ἐκ μή ὄντων ἅπανθ᾿ ὑπό τοῦ Θεοῦ, προϋποστῆναι δέ τό φῶς ἀστέρων, εἶδος ὄν αὐτῶν. Εἰ τοίνυν τά μή πᾶσι συνομολογούμενα μηδέ φύσει γνώριμα, πᾶσι δέ συνομολογούμενον οὐδέν, κατά σέ τε καί ἐκείνους οὐδέν τῇ φύσει γνώριμον˙ τῶν δέ φύσει γνωρίμων ὑμᾶς ἐπιλιπόντων συνεπιλείψει πάντως καί ἡ ἀπόδειξις˙ πᾶσαν γάρ ἀποδεικτικήν ἀρχήν καί πρότασιν φύσει γνώριμον εἶναι δεῖν καί αὐτός ἐν τοῖς πρός ἡμᾶς σου γράμμασι διαγορεύεις.

Ἔτι, τό ἀναγκαῖον δεῖ ἔχειν τάς προτάσεις, ἐπεί καί ἡ κυρίως ἀπόδειξις κατ᾿ Ἀριστοτέλην ἐπί τῶν ἀναγκαίων τε καί ἀϊδίων, τουτέστι τῶν ἀεί ὄντων, ἅ δή κἀκ τῶν ἀεί ὄντων λαμβάνουσι τάς ἀποδείξεις˙ τοιαῦτα γάρ τά ὄντως ἀναγκαῖα˙ τό δ᾿ ἀεί ὄν ἄναρχόν ἐστι καί ἀτελεύτητον˙ ὅ γάρ ἦν τότε οὐκ ἦν καί ἔσται ὅτι οὐκ ἔσται, πῶς ἀεί ὄν; πῶς δ᾿ ἀναγκαῖον εἶναι; Τοιοῦτον δέ τῶν ὄντων καί κτιστῶν οὐδέν. Οὐδέ ἀπόδειξις ἄρ᾿ ἐπ᾿ οὐδενός ἐστιν, ἐπεί καί Ἀριστοτέλης ἐπί λέξεως φησι, «τῶν φθαρτῶν ἀπόδειξις οὐκ ἔστι», καί τό συμπέρασμα τῆς ἀποδείξεως δεῖ εἶναι ἄφθαρτον καί ἀΐδιον.

Ἔτι, ἐπεί τῆς ἀμέσου καί πρώτης προτάσεως οὐδέν ἀρχοειδέστερον, πόθεν αὐτῆς ἔχει τήν ἐπιστήμην ὁ ἀποδεικτικός; Οὐκ ἀπό τῆς ἐμπειρίας; παντί που δῆλον. Ἀλλ᾿ ἡ πεῖρα σφαλερά. Εἰ τοίνυν κρείττων ἀποδείξεως ἐπιστήμη, καί γάρ ἡ τῶν ἀρχῶν κρείττων, σφαλερά δ᾿ αὕτη, πῶς ἡ ἀπόδειξις οὐ σφαλερά; Μᾶλλον δέ πῶς ἀπόδειξις ἥν ὑμεῖς ἀπόδειξίν φατε;  Εἰ γάρ ἡ κατ᾿ Ἀριστοτέλην ἀπόδειξις ὑπόληψις βεβαία, ταύτης δέ τυχεῖν ἀμήχανον, ἡ κατ᾿ Ἀριστοτέλην ἄρ᾿ ἀπόδειξις οὐκ ἐν τοῖς οὖσιν.

Ἔτι, τά καθόλου, ἅ εἰσιν ἀρχαί τῆς ἀποδείξεως, δι᾿ ἐπαγωγῆς ἔχουσι τήν πίστιν˙ ἐπαγωγή δέ ἐστιν ἐν τῷ πάντα τά μερικά ἐπαγαγεῖν καί μηδέν ἀφεῖναι˙ τά δέ μερικά ἀδιεξίτητα˙ τῶν ἀδυνάτων ἄρ᾿ ἐπαγωγήν γενέσθαι καί τά καθόλου ἄρα ἄπιστα καί ἀνεπίστητα καί ὅτι γε καθόλου. Καί οὐ μόνον οὐκ ἐπιστάμεθα αὐτά κρεῖττον ἤ κατά ἀπόδειξιν, ἀλλ᾿ οὐδέ δόξαν βεβαίαν ἔχομεν περί αὐτῶν˙ ἐκ δέ τῶν τοιούτων ἀρχῶν πῶς ἄν γένοιτο ἀπόδειξις, ἥτις ἐστίν ὑπόληψις ἀμετάπειστος;

Φέρε δή προθῶμέν τινα τῶν τοῖς φιλοσόφοις οὕτω πως συναγομένων καί ἀποδεικνυμένων. Ὁ ἥλιος ἀεικίνητος, ἡ γάρ κύκλῳ τῶν οὐρανίων σωμάτων κίνησις συνεχής καί ἀδιάκοπος. Ὁ ἥλιος ὑπό τῆς οὐρανίου περιφορᾶς ἀπ᾿ ἀνατολῶν ἐπί δυσμάς ἀεί φέρεται, καί γάρ ταύτῃ συμπεριφέρεται. Ὁ ἥλιος ἐν τῷ ὑπέρ ἡμᾶς ἡμισφαιρίῳ φερόμενος αἰθρίας οὔσης, εἰ ἐλλιπής τόν κύκλον φαίνοιτο, τό τῆς σελήνης ὑποτρέχον ἔχει σῶμα κατά κάθετον οὔσης˙ καί γάρ ὑπ᾿ ἄλλου σώματος αἰθρίας οὔσης οὐδέ ποτε διατειχίζεται. Ταῦτα καί περί σελήνης μικρόν ὑπαλλάξαντες ἐροῦσιν. "Ἀλλά πόθεν τοῦτο τό ἀεί ἐπίστασθε καί τό καθόλου;" Πρός αὐτούς ἡμεῖς ἐροῦμεν. "Ἐξ ἐπαγωγῆς" φησιν "ἡ γνῶσις αὕτη ταῖς ψυχαῖς ἐντεθησαυρισμένη, τῶν ἀποδείξεων γίνεται ἀρχή". "Πῶς ἐξ ἐπαγωγῆς, σαφέστερον  εἰπέ". "Εἶδον" φησι "τήν τοῦ ἡλίου ἔκλειψιν ἐν συνόδῳ γενομένην καί τήν μετ᾿ ἐκείνην καί μάλα ἄλλην καί ἄλλην, καί διά τῆς ἐν ἐμοί δυνάμεως, ἥτις ἀεί πέφυκε τά ὅμοια ἐπισυνάπτειν, τήν καθόλου γνῶσιν ἔλαβον˙ πάλιν ἐκ τῆς ὁσημέραι συνεχοῦς τοῦ οὐρανοῦ κινήσεως, ἐκ πολλῶν τῶν αἰσθημάτων τό καθόλου μοι συνῆκται".

Τί οὖν, ὦ φιλόσοφε; καί τῶν πρό τοῦ γεννηθῆναί σε ἡμερῶν καί περιόδων καί ἐκλείψεων γεγενημένων ᾔσθου καί τῶν μετά σέ γενησομένων ἁπασῶν; Πάντως οὐ˙ πλείους δέ τίνες, ὧν ᾔσθου ἤ ὧν οὔπω; Πάντως οὐδ᾿ ἀριθμῷ περιλαβεῖν ἐστι τό πλεονάζον τῆς ἀναισθησίας. Πῶς οὖν ἐπισυνῆψας τό καθόλου ἐξ ἐπαγωγῆς, μή πάντα συμπεριλαβών τά μερικά; Λόγος γάρ οὗτος ὑμέτερος καί ἀληθής ὡς, εἰ μέλλει τις τήν δι᾿ ἐπαγωγῆς γνῶσιν ἀκριβῆ λαβεῖν, πάντων ἐπαφήν σχεῖν τῶν μερικῶν ἀνάγκη τῷ ἐν ἡμῖν πρός ἕκαστον καταλλήλῳ κριτηρίῳ, καί τῶν μέν ἀκουστῶν ἀκοῦσαι ἕκαστον, τά δέ ὁρατά  ἰδεῖν. Σύ δέ τάς πλείστας μή ἑωρακώς ἡμέρας καί περιόδους καί ἐκλείψεις, περί πασῶν ἀποφαινόμενος, οἴει κρεῖττον ἤ κατά ἀπόδειξιν ἐπίστασθαι καί, διά τῆς ἐπιστήμης ταύτης ἐπί τήν ἀπόδειξιν ἐρχόμενος, ὑπόληψιν ἀληθῆ τε καί βεβαίαν ἔχειν τήν λίαν οὖσαν ψευδῆ καί σφαλεράν;

Διεκόπη μέν γάρ ἐπί Ἰησοῦ τοῦ Ναυῆ ἡ συνεχής ἡλίου κίνησις, ἐπί τοῦ Ἐζεκίου δέ εἰς τοὔμπαλιν ἐχώρησε  καί τήν ἐντεθησαυρισμένην τοῦ καθόλου γνῶσιν ἐξεφόρησέ σου τῆς ψυχῆς. Τό δέ τήν Αἴγυπτον κολάσαν σκότος τί, καί ταῦτα πολυήμερον; Ἆρ᾿ ἔστι τρεῖς ἐφεξῆς ἡμέρας συνελθεῖν ἡλίῳ τήν σελήνην; Ἡ δ᾿ ἐπί τοῦ σωτηρίου πάθους τοῦ Κυρίου ἔκλειψις γεγενημένη, οὐ τεσσαρεσκαιδεκαταίας οὔσης τῆς σελήνης γέγονεν, ἡνίκα τῷ ἡλίῳ τήν σελήνην καί κάθετον εἶναι τῶν πάντῃ ἀδυνάτων ἦν; Ἵνα δέ σοι καί περί μελλόντων εἴπωμεν, πῶς πεσοῦνται τά ἄστρα τοῦ οὐρανοῦ, εἰ ἀδιάκοπος ἡ κύκλῳ κίνησις; Πῶς ὁ οὐρανός ὡς βίβλος εἱλιθήσεται; Πῶς εἰς αἷμα τοῦ ἡλίου μεταστρεφομένου ἡ σελήνη οὐ δώσει τό φέγγος αὐτῆς; Εἶδες ἔκλειψιν σελήνην ἄνευ διαφράξεως τῆς γῆς;

Εἰ γοῦν ἐπισυνηγμένον μέν τό καθόλου ἀπό τῶν περί γένεσιν ἀρχή τέχνης γίνεται, τῶν δ᾿ ἀεί ὡσαύτως ἐχόντων ἀρχή τῆς ἀποδείξεως καί ἐπιστήμη ἀποδεικτική ἐκ ταύτης, ἀεί δ᾿ ὡσαύτως ἔχον τῶν ὄντων οὐδέν, οὐ γάρ ἀδιάκοπον, καί ἡ ἀρχή ἄρα τῆς ἀποδείξεως οὐκ ἔστι˙ τῆς ἀρχῆς δέ μή οὔσης καί τό τέλος οἴχεται. Τῆς οὖν ἀριστοτελικῆς ἀποδείξεως μή ὄν φανείσης, πῶς ὑπέρ αὐτήν λέγοντες τό θεῖον συμνυνοῦμεν; Ἀλλ᾿ Ἀριστοτέλης οὐ πιστεύει τοῖς  περί τῶν οὐρανίων γεγραμμένοις, γεγενημένοις τε καί μέλλουσιν; Ἀλλά σύ πιστεύειν φῄς˙ πίστιν δ᾿ ὅμως κἀκεῖνος τίνα ἄν παράσχοι, ἐφ᾿ ὧν γεγενημένων οὔπω ἦν γεγεννημένος; Ἡμεῖς οὖν τοῖς ἑωρακόσι πιστεύοντες τά ἐκείνου καταργοῦμεν. Τίνα δέ τήν ἀλήθειαν Ἀριστοτέλης δι᾿ ὀργάνου τῆς ἀποδείξεως ἐξεῦρε καί πῶς τοῦ μέσου καί αἰτίου κατατυγχάνει, τουτέστιν οὐδαμῶς, ἐνῆν μέν εἰπεῖν, παρεῖναι δέ μοι νῦν δοκῶ. Τοῦ δέ φιλοσόφου βοηθεῖν ἐπιχειρήσαντος τῷ διδασκάλῳ καί ταῦτα προσεροῦμεν˙ ἕν δέ προσειπόντες ἐπί πολλά τόν λόγον ὡρμημένον στήσομεν.

«Ἡ ἀπόδειξις», φησίν, «οὐκ ἀντιλέγεται, καί τό ἀντιλεγόμενον ἀπόδειξις οὐκ ἔστιν». Ἐπεί τοίνυν ἀντιλέγουσι τοῖς ἡμετέροις οἱ κακόδοξοι, τῶν ἀδυνάτων ἀπόδειξιν εἶναι τά ἡμέτερα. Τί οὖν; οὐ «λόγῳ παλαίει πᾶς λόγος», δηλαδή καί ἀντιπαλαίεται, λόγος δέ ἡ ἀπόδειξις; Σύ τοίνυν τήν σήν ἥν φῄς ἀπόδειξιν ἤ ἀλογίαν εἶναι δέξαι ἤ λόγον καί μή ἀπόδειξιν˙ καί γάρ πᾶς λόγος ἀντιλέγεται. Τό μή ὄν οὐκοῦν τοῖς οὖσι μή παράβαλλε, τῇ καθ᾿ ἡμᾶς ἐπί τῶν θείων ἐκ τῶν τῆς ἀληθείας λογίων ἀποδείξει τήν κατ᾿ Ἀριστοτέλην ἀπόδειξιν καί τό ὑπέρ αὐτήν.

 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα