Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Α’ Πρὸς Βαρλαάμ


n/a

ΠΕΡΙ ΔΥΟ ΑΡΧΩΝ Η ΚΑΘ᾿ ΕΛΛΗΝΙΚΗΣ ΕΠΟΨΙΑΣ

 Ὡς θρέμμα τῆς ἀνωτάτω περί λόγους παιδείας καί τῆς φύσει σοφίας δῶρον παρά Θεοῦ δι᾿ αὐτῆς κεχαρισμένον ἡμῖν, ἐπίχαρι καί θυμῆρες κρᾶμμα ἐπιστήμης καί νοῦ, διδακτοῦ καί ἀδιδάκτου φωτός˙ σέ τῶν ἑτεροδόξων ἡμεῖς οὐκ ἔφθημεν εἰπόντες, ὡς αὐτός ἰσχυρίζῃ, καί  μάρτυς ἡμῖν ὁ παρ᾿ ὑμῖν ἡμέτερος λόγος, δι᾿ ὅν εἰς ταύτην ἥκειν διατείνῃ τήν δόξαν˙ ἐν αὐτῷ γάρ φαμεν ἐπί λέξεως ὡς «ἀπεδεξάμεθά σου τάς πρός τούς κακοδόξους ἐκείνους ἀντιρρήσεις» καί ὡς διά τῆς εἰς ἄτοπον ἀπαγωγῆς «κακῷ τό κακόν ἰωμένους» τούς Λατίνους ἔδειξας. Τί δ᾿ ὅταν αὖθις ἐρωτῶντες προσεπάγωμεν ὅτι «τό ζητούμενον ἀκούσομεν καί μεθ᾿ ἡδονῆς δήπου, τί γάρ ποτ᾿ ἄν ἄλλο προσδόκιμον ἡμῖν εἴη παρ᾿ ἀνδρός ἀκριβοῦς εὐσεβείας πόθῳ τήν ἐνέγκουσαν ἀπολιπόντος», οὐ μετ᾿ ἐγκωμίων ἀναφερομένων εἰς τήν σήν εὐσέβειαν ἐδείξαμεν, μηδ᾿ ἐν ἐλπίσιν ἀποτρόπαιόν τι περί τῆς σῆς ἀνεχόμενοι σοφίας; Τό δέ πρός τόν παρά τοῦ πευσόμενον παρ᾿ ἡμῶν γραφόμενον ὡς «μετά τῆς γινομένης ἐπιεικείας τε καί παρρησίας, μᾶλλον δέ φιλομαθείας ἐρωτήσας, μάθε καί δίδαξον ἡμᾶς», μαθητιῶντος μᾶλλον ἐπιδείκνυται διάνοιαν ἤ μεμφομένου. Καίτοιγε ὡς ἐνῆν καταφορικῶς ἐθέλοντί μοι χρήσασθαι τῷ λόγῳ μή σμικρά τις ἀφορμή τήν σήν ἀγχίνοιαν ἥκιστα διαλέληθεν.

Ἐν δέ τοῖς περί ἀποδείξεως οὐ τό ἐμόν μόνον, ἀλλά καί τό σόν ὑγιῶς ἔχειν ἔδωκε νοεῖν τοῖς προσέχουσι τοῖς εἰρημένοις τόν νοῦν, εἰ καί αὐτός οὐκ οἶδ᾿ ὅπως, καθάπερ κηρῷ τά ὦτα φραττόμενος, ἀνήκοος ταῦτα παραλλάττεις. Ἐγώ μέν οὖν οὕτω τά πρός σέ˙ σύ δέ με τίσι τε καί ὅσοις ἐγκλήμασι περιβαλεῖν ἐσπούδακας οἶσθα, μηδέ δείξας ὄλως οἰόμενος μετρίως γοῦν ἡμᾶς πρός τάς καθ᾿ ἡμῶν ἐπαγωγάς, ἀπαγωγάς δ᾿ εἰπεῖν οἰκειότερον, ἀπολογήσασθαι δύνασθαι, καί πολεμουμένοις ἀνέβην ἤδη, καί σύν ἡμῖν ἑτέροις ἡμῶν γε ἕνεκα, μηδ᾿ ἡμῖν αὐτοῖς ἐπαμύνειν ἔχειν.

Ἐγώ δέ νικᾶν ἐν τοῖς τοιούτοις αἰσχύνομαι καί οὐκ ἄν ἀπελογησάμην, οὐδαμῶς γέ πως κατηγορούμενος, εἰ μή τήν ἐμφαινομένην ἐν τῷ πρός ἡμᾶς σοῦ γράμματι μεταποιῆσαι διενοούμην ἀπέχθειαν. Ἀλλά γάρ τί πάθω; Ἄλογον καταλλαγήν πρός οὕτως ἐλλογιμώτατον, οἷος εἶ σύ, πῶς ἀνέξομαι, καί συνεπηρεαζομένοις μοι τοῖς ὑπέρ Θεοῦ λογικοῖς τῶν πατέρων ἀγῶσι πῶς οὐχ ᾗ δυνάμεως ἔχω συλλήψομαι, καί σέ γε αὐτόν συγκινδυνεύοντά μοι, πρός ὅν ὁ λόγος, ὡς ὁ λόγος δείξει προϊών, πῶς σιωπῇ τόν φίλον καταπροήσομαι; Πεπαρρησιασμένος ἔλεγχος εἰρήνης βραβευτής. Θέλεις οὐκοῦν σέ τοῖς σοῖς ἐπιστήσω γράμμασι κριτήν; Καί τί ποτ᾿ ἆρ᾿ ἥδιον φαίης ἄν δήπου, τόν ἐξενηνοχότα καί τῆς ψήφου καθῆσθαι κύριον;

Δύο τοίνυν ἀπό τοῦ αὐτοῦ περί τοῦ αὐτοῦ κατά τό αὐτός δεικομίσθη μοι γράμματα, ἐναντίως ἔχοντα πρός ἄλληλα˙ τό μέν γάρ τοῖς μή καλῶς ἔχειν δόξασιν ἄριστά γέ φησιν ἀντιτετάχθαί με καί ὡς ἄν τις ἔχοι κρίνειν ἀνεπιφθόνως, τό δ᾿ ἕτερον τοῖς αὐτοῖς αὖθις κάκιστα˙ διαβάλλει γάρ ἅπαντας τούς πρός ἐκεῖνά μοι λόγους. Οὕτως οὖν τῶν πρός ἡμᾶς σου γραμμάτων ἀντικειμένων καί δι᾿ ἀλήλων ἀναιρουμένων, ὅ ταῦτα συγγεγραφώς τίνα δόξαν τοῖς ἐντυγχάνουσι τοῦ ἤθους ἑαυτοῦ παράσχοιτ᾿ ἄν χάριν; Ἀλλά τοῦτ᾿ ἐατέον μή καί βλασφημίας γραφήν αὖθις ἀποφερώμεθα.

Τά γοῦν ὑπ᾿ ἀλλήλων συντριβέντα τί φῄς, ὡς ἀχρεῖα σκεύη κεραμεοῦντα ρίψωμεν ἄμφω; Καί πῶς ἄν τοῦτο σύ γ᾿ ἀποφήναιο περί τῶν σῶν διαιτητής προκαθήμενος, ἀλλ᾿ οὐχί βιάσῃ τάς ψήφους θάτερον γοῦν περισώσασθαί σοι τοῖν γραμμάτοιν ποθῶν, μᾶλλον δ᾿ ἵνα μή τι πάλιν τῶν οὐ καλῶν σοῦ πέρι φωραθῶμεν εἰπόντες, οὐ τό δίκαιον ἐκκλίνων καί παραλογιζόμενος, ἀλλ᾿ οἷά τις λογικός ἀετός ὑψιπετής τήν διάνοιαν θάτερον περιποιήσῃ τῶν γεννημάτων; Τί γάρ, εἰ μή καί λογική σοι φήνη παρείη, τοῦ περιφρονηθέντος ἐπίκουρος ἕτοιμος, οὐδέ τοῖς ἀετοῖς τούτου μέλει; Ποῖον δ᾿ ἆρά σοι τῶν γραμμάτων οἰκειώσῃ σαυτῷ; Τό γενναῖον δήπουθεν καί μέγα καί μάλιστ᾿ ἔχον ἀντιβλέπειν ἡμῖν ᾧ τά κάκιστα σύνεστι. Τοῦτο δή σοι συνεπικρίνειν ἀναγκαιότατον, ὡς ἐπεί τῷ παρερριμένῳ τῶν ἐναντίων ἀνεπιφθόνως, ὡς ἔφης, κρίνοντι τά ἄριστα ἡμῖν μεμαρτύρηται, τό συνεστηκός ἔτι σοι τοῦτο πρός φθόνον ἅπαν συντεταγμένον ἐστίν.

Οὐ μήν ἀλλά καί τοῦ ἀντιταγμένου διεζευγμένον καθ᾿ ἑαυτό τοῦτ᾿ αὖθις τοῦ δικάζοντος δεῖται, μή συμβαῖνον ἑαυτῷ, μηδ᾿ ἀκολούθως ἑαυτῷ προσαγόμενον, ἀλλά πρός ἑαυτό παλλαχοῦ τε καί πολυτρόπως καί ὑπέρ τῶν μεγίστων μαχόμενον. Ὁ γάρ ἐν αὐτῷ λέγων «μηδέν ἄν ἑαυτῷ διαφέρειν εἴ τις ἀπεκάλει τούς ἐπί Λατίνους οἰκείους λόγους ἅπαντας λῆρον», πρός τόν μηδέν μέν ἕτερον τῶν λαβήν ἐχόντων προαγαγεῖν εἰς τοὐμφανές ἐθελήσαντα καί τ᾿ ἄλλ᾿ ἅπαντα προσεπῃνεκότα, πρός ἕν δέ καί τοῦτο μορίων σχεδόν τοὐλάχιστον οὐκ ἀντιτεταγμένον, ἀλλ᾿ ἠπορηκότα καί ἠρωτηκότα (τάς γάρ ἀντιθέσεις ἑτέροις ἀνεθέμεθα προσώποις) πρός τόν οὖν οὕτω μεθ᾿ ὅσης τῆς ἐπιεικείας αἰτοῦντα τήν λύσιν τῆς ἀπορίας, μακρούς καί πικρούς ἀντεπεξήγαγες λόγους, καί ταῦθ᾿ ὡς αὐτός ἀνωμολογηκώς τυγχάνεις, ἀποξέσας σοι τῶν λόγων τό παρ᾿ ἡμῖν ἐν ἐκείνοις ἀμφισβητήσιμον ὡς ἀναμφισβητήτως οὐκ ἀγαθόν.

Εἰ γάρ οὐδέν σοι διαφέρει, ὦ χρηστέ, εἴ τις λῆρον ἀποκαλεῖ σου τούς λόγους καί πρός τήν παρ᾿ ἀνθρώπων δόξαν δεινῶς οὕτως ἔχεις ἀνεπιστρόφως, τίνος ἕνεκεν, ὡς αὐτός φῄς, ἐκβέβληκάς σου τῶν λόγων ἐκεῖνο, εἰ μή τήν χείρω καί αὐτός περί αὐτοῦ δόξαν εἴληφας; Τί δ᾿ εἰ καί "σκανδάλου", καθάπερ αὐτός εἶναι φῄς, "αἴτιον"; Ἆρα τοῦτο μικρόν; Οὐκ ἄρ᾿ ἐκβεβλῆσθαι δίκαιον μόνον, ἀλλά καί «εἰς κῦμα ριφῆναι πολυφλοίσβοιο θαλάσσης», μᾶλλον δ᾿ ἵν᾿ ὡς «μόλυβδος καταδύση» μωσαϊκῶς εἰπεῖν «ἐν ὕδατι σφοδρῷ», εὐμεγέθει λίθῳ προσδεθέν πρότερον, ἔπειτα δοθῆναι τοῖς κύμασιν. Ἀλλ᾿ ὦ τήν σοφίαν εἶπερ τις περιττέ σύ, εἰ τοῦθ᾿  ὁπωσδηποτοῦν ἀφῄρηκάς σου τῶν λόγων ἐκείνων, τίς σοι χρεία τῆς ὑπέρ αὐτοῦ τοσαύτης ἔπειτα μακρηγορίας, ἀφ᾿ ἧς σοι συμβέβηκεν οὐκ ἔξω μόνον σκοποῦ κατά τήν παροιμίαν τοξεύειν, ἀλλ᾿ ἀσκόπως παντάπασιν; Ἤρθη γάρ, ὡς τούς πολυστίχους σοι λόγους τελευτῶν ἐξεκάλυψας μετά τά σκώμματα τῶν σκανδαλιζομένων καί τήν σήν διαπεπονημένην σκέψιν, πρός ὅ τείνουσιν ἐκ τοῦ μέσου παντάπασιν, ὡς ἀπερισκέπτως ἄρα πρότερον, οὕτως ὁ ἀσκόπως λογογραφῶν ματαιολογήσει.

Σύ δ᾿ οὐκ εἰς μάταια, μικρόν γάρ ἤδη σοι τοῦτο, ἀλλά καί πρός τἀναντία περιετράπης, οὐ μόνον ἐν τοῖς καθ᾿ ἡμῶν λόγοις, ἀλλά καί περί τῶν κρειττόνων διαλεγόμενος˙ τοῦτο δ᾿ ἔπαθες ἐκ τῆς ἀκαίρου πολυρρημοσύνης˙ οἱονεί γάρ τινι πολυταράχῳ πνεύματι ταύτῃ σεαυτόν παραδούς καί πολυκινήτως ὑπ᾿ αὐτῆς ἑκών ἄκων σαλευόμενος, πολλά φεῦ προσκόμματα καί συντρίμματα διακενῆς ἔπαθες. Ἀλλ᾿ ἵνα μή καί αὐτός τοῦτο πάθω (πρός γάρ ἕκαστα διαρκῶς ἀποκρινόμενος, οὐκ ἔσθ᾿ ὅπως τό πολύρρημον ἐκφύγοιμ᾿ ἄν «ἐκ δέ πολυλογίας» κατά τό γεγραμμένον «οὐκ ἐκφεύξεται ἁμαρτία) ἵν᾿ οὖν μή τοῦθ᾿ ὅπερ ἐγκαλῶ μᾶλλον αὐτός κινδυνεύσω παθεῖν, ταῦτα πάντα ἀφείς, τάς πεποιημένας σοι καθ᾿ ἡμῶν αἰτίας ἀπολύσομαι μόνον, καί τοῦθ᾿ ὡς ἄν οἷός τε ὦ διά βραχέων ποιήσομαι μηκύνειν ἥκιστα ἐθέλων. Ἄλλωστε, καί τοῦ ποιοῦντος τό σκάνδαλον ἐκ τοῦ μέσου γεγενημένου, περιττόν ἄν εἴη περί τούτου διαλέγεσθαι πάλιν˙ εἰ δ᾿ ἄρα τι συμπεσεῖται τοῖς καθ᾿ ἡμῶν εἰρημένοις τῶν μή καλῶς, ὥς γε ἡμεῖς ἄν νομίσαιμεν αὖθις, περί τῶν θείων ἐκπεφασμένων σοι, σύγγνωθι σημάναι καί περί τούτου δεῖν οἰηθεῖσιν˙ ἴσως κἀκεῖνα δι᾿ ἡμᾶς τούς περί τό ὕψος σοι τῆς θεηγορίας φθάνειν οὐχ ἱκανούς ἀπαλείψεις, ἐπισκευάσας αὖθις καί τόν πρός ἡμᾶς σου τουτονί λόγον. Εἰ δέ μετά τό ἀπαλεῖψαι καθ᾿ ἡμῶν μακρά γράφεις, χαριῇ τά μέγιστα˙ τοῦτο δ᾿ ἡμεῖς μέν ὅμως οὔτ᾿ ἐπιτρέπομεν οὔτε κωλύομεν˙ σύ δ᾿ ὡς προπαρασκευασθείης μή χολᾶν εἴ τί σοι περιτραπείη τῶν σῶν, καί γάρ σόν.

Ἀλλά τίς ἡ πρώτη καί μέση καί τελευταία καθ᾿ ἡμῶν σοι λαβή; «Σύ σαυτόν» φησιν «ἐξαίρεις, ὡς τοῖς ὑπέρ ἡμᾶς ἐντυχών». Πόθεν τοῦτ᾿ ἔχεις δεῖξαι; «Παρά τῶν σῶν» φησι «λόγων, ἐξ ὧν ὑπεσημηνάμην εἰλῆφθαί μοι τό προοίμιον ἅπαν». Ἀνάγνωθι τό σον ἐκ τῶν ἡμετέρων μετειλημμένον καί ἡμᾶς, ὡς αὐτός φῄς, ἐξελέγχον προοίμιον, ἵν᾿ εἰδῶμεν˙ κἄν ἐκ τῶν ἡμετέρων ὑπάρχῃ τις μεγαληγορία, δικαίαν εἶναι τήν καθ᾿ ἡμῶν σου ταύτην κατηγορίαν ὁμολογήσομεν, εἰ δέ μή, σύ σαὐτοῦ καταψηφιῇ, πολυπλασίω περιτρέψας σαυτῷ τήν νέμεσιν. «Σύ μέν τήν ἀνωτάτω ποθήσας φιλοσοφίαν, μᾶλλον δέ παρά τῆς ἀνωτάτω φιλανθρωπίας ἐφελκυσθείς καί λόγων εἴδους παντοίου καί τῆς κατ᾿ αὐτά μελέτης ἀφέμενος καί τοῖς παραδείγμασιν ἤδη ἐντυχών, ἐπίσχες». Τό γάρ τοῖς παραδείγμασιν ἤδη ἐντυχεῖν οὐχ ἐπιγινώσκω, βέλτιστε, τῶν ἡμετέρων ὑπάρχον˙ ἐν τούτῳ δέ ἐστι τά τῆς καυχήσεως, ἥν διά παντός ἡμῖν σύ τοῦ λόγου προφέρεις˙ οὐ μόνον δ᾿ ἁπλῶς ἕτερον τοῦτο τῶν λόγων τῶν ἐμῶν, ἀλλά καί τῶν ἐπιεικῶς ὑπερεναντιουμένων ἐκείνοις.

Εἰ γάρ τοῦτο παράδειγμα ἐνταῦθα λέγεις, ὅ μύρον ἡμεῖς ἐκεῖ τροπικώτερον εἴπομεν, ἄκουσον νῦν γοῦν συνετῶς. «Ἡμεῖς τῶν μέν περί λόγους ἐπιστημῶν ἐπιλελήσμεθα σχεδόν παντάπασιν, τῆς δέ ἀληθινῆς σοφίας οὐδέν ἤ μικρόν κατειλήφαμεν, ἀλλ᾿ οἷον εἰς ὀσμήν μύρου τρέχομεν, αὐτό τό μύρον οὐκ ἐν χερσῖν ἔχοντές πω». Ἆρ᾿ οὐ ταῦτ᾿ ἐπί λέξεως ἐκεῖ κεῖται; Σαφῶς οὖν ἡμῶν καταψεύδῃ τῶν μήπω λεγόντων ἐντυχεῖν ὡς ἐντυχεῖν εἰπόντων. Εἰ δ᾿ ὡς ‘ἐποθήσαμεν’ εἰποῦσι ταύτην ἐπιτρίβεις τήν μέμψιν, ὅμοιόν τι ποιεῖ, ὥσπερ ἄν εἴ τις μέγα φρονεῖν ἐπί σοφίᾳ λέγῃ τόν ἐς διδασκάλου φάμενον φοιτῆσαι καί συχνόν τούτῳ χρόνον παρακαθίσαι διδάσκοντι, τῇ δ᾿ οἰκείᾳ δυσμαθείᾳ μηδέν σχεῖν παρακατασχεῖν τῶν διδαγμάτων ἐκείνων. Ἅ τοίνυν καθ᾿ ἡμῶν ἐκ τῆς σαυτοῦ προσθήκης συνήγαγες, τοῦτ᾿ ἐφ᾿ ὅν ἀρτίως μεταχωρήσει σοί σκοπεῖν ἀφίημι.

Καί τῆς τελευταίας δέ ἡμῶν οὐκ ἐπαΐεις εὐχῆς ὁ πᾶν ὅ τι τῶν ἀπευκτῶν ἐθελήσας καθ᾿ ἡμῶν εἰπεῖν, «ὁ τόν πόθον τοῦτον ἡμῖν ὑπερβολῇ φαλανθρωπίας ἐνθείς καί τέλος διά τούς οἰκτιρμούς αὐτοῦ παράσχοι»; Τέλος τοίνυν αἰτοῦντες πῶς οὐκ ἀτελεῖς ἑαυτούς ὄντας ἴσμεν κατ᾿ ἐκεῖνο οὗ τό τέλος αἰτοῦμεν; Τούς δ᾿ ἀτελεῖς ἡμᾶς αὐτούς εἶναι λέγοντας πῶς αὐτός ὡς ὑπερτελεῖς εἶναι λέγοντας ὀνειδίζεις; Ἡμεῖς δ᾿ , ὦγαθέ, τοσοῦτον ἀπέσχομεν τελείους ἑαυτούς ἤ νομίσαι ἤ  προσειπεῖν, ὡς καί τό τήν ἀρχήν ὅλως προθυμηθῆναι τῆς πρός τό μυστικόν διδασκαλεῖον ἅψεσθαι φερούσης οὐχ ἠμῶν αὐτῶν φάναι, πρός δέ τήν ἄνω φιλανθρωπίαν ἅπαν ἀνενεγκεῖν˙ εἰ δ᾿ ἐκ τῆς ἄνω φιλανθρωπίας, οὐκ ἔτ᾿ ἔργον ἡμέτερον οὐδέ τοῦτο.

Τῶν οὖν προθυμηθέντων ἄρξασθαι μόνον καί μηδέ τήν ἀρχήν ταύτην οἴκοθεν οἰομένων, ὡς τό τέλειον ἑαυτοῖς προσμαρτυρούντων ἐσπουδασμένως οὕτω καταλογογραφεῖν, ἆρ᾿ οὐ συκοφαντίας περιφανοῦς; Τίς δέ σοι πιστεύσειεν ἔτι τῆς ἀληθείας φροντίζειν, περί τῶν κρειττόνων καί δυσθεωρήτων διεξιόντι, καταψευδομένῳ σαφῶς τῶν οὕτω σαφῶς ἀναγεγραμμένων; Πῶς δ᾿ ἄν καί τῆς ἀληθείας ἐφίκοιτο περί τῆς ὄντως ἀληθείας διαλεγόμενος ὁ μή τῆς ἀληθείας πολύν ποιούμενος λόγον; Ἀλλά γάρ δεκάκις τοῦτ᾿ ἐν ἑνί λόγῳ καθ᾿ ἡμῶν ψευδῶς προβαλόμενος, τοσαυτάκις δῆλος ἐγένου τοῖς πᾶσιν ὅθεν λαλεῖς, πρός δέ τό ἄληπτον τοῖς ἡμετέροις λόγοις καινῷ τρόπῳ προσεμαρτύρησας˙ εἰ γάρ εἶχες ἀληθῆ μέμψιν, ἅπαξ εἰς τούς κατηγόρους καταστήσας σαυτόν, τίς ἆρά σοι χρεία τῆς ψευδοῦς ταύτης ἦν καί τῆς ἀπό ταύτης ἐπιθέσεως πρώτης;

Ὅ δ᾿ μ᾿ ἔπειτα κακίζεις ὡς τῷ τέλει τοῦ παντός σοι λόγου φανερῷ τυγχάνοντι τήν ἐναντίαν αὐτός δόξαν περί σοῦ προσηκάμην, τοῦτο φανερῶς ἀδιεκεῖς˙ εἰ γάρ τοῦτ᾿ ἦν, οὐκ ἄν ἠρώτων, οὐκ ἄν ἠπόρουν, ἀλλά κατεψηφιζόμην ὡς ἑτερόφρονος. Ἀπορεῖν δέ τότ᾿ ἔπεισι πᾶσιν, ὅταν τοῖς φανεροῖς καί ἀνωμολογημένοις ᾖ τι τό μή συνᾷδον˙ τό τοίνυν ἀπορεῖν δεῖγμα τοῦ μηδέν σοῦ πέρι φρονεῖν ἐθέλειν ἀπώμοτον. Τό δέ «τήν ἑτέραν ὑπό τήν ἑτέραν» σε σαφῶς εἰπεῖν καί «ἡ διπλόη τῆς ἀρχῆς», τοῦθ᾿ ἡμᾶς πρός τοῖς ἄλλοις ἠνάγκασε πυνθάνεσθαι καί διαπορεῖν, τί ποτέ σοι βούλεται «ἡ ἐξ ἀρχῆς ἀρχή», ἥν δή καί νῦν αὖθις θατέρω θεραπείαν ἐπινοεῖς˙ τά γάρ ἄλλα παρατρέχειν ὑπέστην τήν ἀρχήν.

Ὅ τοίνυν ἐφεξῆς ἄρτι τῷ προτεθειμένῳ γέγραφας, ὅτι «κἄν τήν ἑτέραν καί ἐκ τῆς ἑτέρας καί ὑπό τήν ἑτέραν λέγω, ἀλλ᾿ ὡς ἡγούμενος ἕκαστον ἐξ ἧς ἐστιν ὅπως ποτέ ἀρχῆς, ὑπό ταύτην καί ἀναφέρεσθαι», εἰ μέν ἕκαστον ἁπάντων λέγεις τῶν ἀφ᾿ ἡστινοσοῦν ἀρχῆς, τοῖς πᾶσι συντάττεις τά ὑπέρ ἅπαντα καί ἀπό τῶν κτιστῶν περί τῶν ἀκτίστων ἀξιοῖς ἡμᾶς πείθειν, ὅ πολύς ρέων καθ᾿ ἡμῶν ἔμπροσθεν ἀπαγορεύεις παντάπασιν˙ εἰ δέ τό ἕκαστον τοῦτο πρός τήν ἐξ ἑτέρας ἑτέραν δημιουργικήν ἀρχήν ἐπιφέρει, πλεῖν ἤ δύο τά ἐξ ἐκείνης ἡμῖν σημαίνεις˙ τό γάρ "ἑκάτερον" ἐπί τῶν μή ὑπερβαινόντων τήν δυάδα λεγόμενον ἴσμεν, τριῶν δ᾿ "ἕκαστον" τοὐλάχιστον λέγομεν. Ἐπάφες δή σοι καί τούτῳ τήν πολυχεύμονα γλῶτταν, ἀλλά καί τό "ὑπό" τήν ἀρχήν ἀναφέρεσθαί τι˙ τό γάρ "εἰς" αὐτήν καί "πρός" αὐτήν τήν ἀρχήν ἑκατέραν τῶν θεαρχικῶν ὑποστάσεων ἀναφέρεσθαι καί παρελάβομεν καί κατέχομεν, τό δέ "ὑπό" τοῦτο τήν ἀναφοράν, ἵν᾿ οὕτως, εἴπω, καταφοράν ἀπεργάζεται καί τοὐναντίον παρίστησι τοῦ βουλήματος˙ οὐδέ γάρ τάς ἐν φιλοσόφοις μοι πάλιν διαιρέσεις προάξεις καί τά κατ᾿ ἐκείνας λεγόμενα, καίτοι κἀν ταύταις ἔχει τινά τοῦτο σημασίαν ὑφέσεως. Ἀλλ᾿ οὐ τοῦτο λέγω μόνον, ἀλλ᾿ ὅτι μάλισθ᾿ ὅτι πόρρω ταῦτα τῆς θεοπρεποῦς ἐκείνης ἀναφορᾶς τε καί προελεύσεως.

Ἐρεῖς κἀπί τούτων ἴσως «εἰς μόνην σοι τήν λέξειν τό ἁμαρτημα παρίστασθαι» καί παραιτήσεως ἥκιστα δεῖν. Ἀλλά τό τῆς λέξεως ἡμαρτημένον ἐν τοῖς τοιούτοις, ὦ σοφώτατ᾿ ἀνδρῶν, εἰς ἡμαρτημένην ἀπάγει τούς ἀκροωμένους διάνοιαν˙ ὡς οὖν ὁ γνούς καί μή σαφῶς διδάξας ἐν ἴσῳ καί  εἰ μή ἐνεθυμήθη τοῖς ἀκούουσιν, οὕτως ὁ γνοῦς ὀρθῶς καί διημαρτημένως διδάξας ἐν ἴσῳ καί εἰ διημαρτημένως ἔγνωκεν. Εἰ δέ κἀνταῦθά σοι τό ἁμάρτημα περί τήν λέξιν ἐστίν, ἀλλ᾿ οὐ κἀκεῖ περί λέξιν, περί δέ λόγους καί λόγους πολλούς, οὕς σύ καλῶς ποιήσας ἐξελών κατέλεξον τούς ἀπαληλειμμένους, καί συνήσεις ὁπόσους. Οὐ μήν ἀλλ᾿ εἴπερ ἄρα καί εἰς λέξιν σοι περιίστατο, καθάπερ αὐτός φής, τό ἁμάρτημα, πόσην εἰδέναι σε χάριν ἡμῖν ἐχρῆν, οἵ διά τό πρός σέ σέβας καί τήν γιγνομένην ἡμῖν εὐλάβειαν οὐχί σέ ἁμαρτάνειν ἀπεφηνάμεθα, προβαλλόμενοι δέ ἀπορίαν σέ διδάσκαλον ἡμῖν αὐτοῖς ἐπεστήσαμεν, τό γε εἰς ἡμᾶς ἧκον; Σύ δ᾿ ἀντί τοῦ διδάσκειν ἐπεξέρχῃ καί χάριν ὀφείλων τῆς πρός σέ εὐλαβείας, ἀναίδειαν καί διαβολήν καί λοιδορίαν ἡμῖν ἀνταπέδωκας.

Ἥν δ᾿ ἀπολογίαν προτείνῃ, καίτοι ψυχράν οὖσαν καί τά πολλαχοῦ καί παρ᾿ ἡμῶν αὐτῶν ἐξεληλεγμένα τῶν Λατίνων ὡς ἐξεληλέγχθαι ἀδυνάτως ἔχοντα προβαλλομένην, ὅμως δεχόμεθα˙ τήν γάρ ἔλλειψιν αὐτῆς τό δι᾿  ὅ γέγονεν ἐκβεβλημένον ἀναπληροῦν διαγέγονεν. Ἅ δέ κατηγορεῖς ἡμῶν ὡς τούς ὁμογενεῖς σοι διαβαλλόντων ἐπί τῶν δύο ἀρχῶν, σήν χάριν καί τοῦθ᾿ ἡμῖν γέγονε τόν ἀγνωμόνως διατεθέντα˙ τό γάρ ἡμαρτημένον, ἔστω δέ περί τήν λέξιν ὡς αὐτός φῄς, θέλων ἐξελέγξαι σαφῶς (σιωπᾶν γάρ οὐκ ἦν, περί Θεοῦ γάρ ἦν) ἵνα μή σοι προσάπτηται μέμψις, εἰς ἐκείνους δεῖν ἔγνων περιτρέψαι τούς λόγους. Ὅτι γάρ ἐκεῖνοι μή δύο ἀρχάς αὐτόθεν λέγουσιν εἰδέναι με, μαρτυρήσει παρ᾿ ὑμῖν ὤν ὁ πρῶτος πρός αὐτούς ἡμέτερος λόγος ἀπαντῶν πρός ἐκείνους οὕτως˙ «Ὑμεῖς δέ τί φατε οἱ τάς δύο λέγοντες ἐπί τῆς θεότητος ἀρχάς; Τί γάρ, εἰ μή φανερῶς τοῦτο λέγετε, ἀλλ᾿ ἐξ ὧν λέγετε τοῦτο συνάγεται»; Λέγων οὖν ἐκεῖ μή φανερῶς τοῦτο λέγειν αὐτούς, πῶς ἄν νῦν ὑπέρ τούτου πρός αὐτούς ἐποιούμην τόν λόγον, εἰ μή τό σόν βλάβος ὑπολογιζόμενος ὡς ἐνόν συσκιάσαι διενοούμην;

Ἀλλά μέν οὖν οὐδ᾿ ἔξω μοι λόγου παντελῶς οὗτος ὁ λόγος, οὐδέ διαβολή τελεία, ὥς γε ᾠήθης, εἰ καί αὐτόθεν πρός ἐκείνους ἐλέγετο˙ μή γάρ, ὡς ἀπό Λατίνων ὤν, ἀνεπιγνώμονας ἡμᾶς οἴου τῶν ἐκείνοις ἐσφαλμένων ρημάτων τε καί δογμάτων˙ ἀλλ᾿ εἰσί μέν οἵ καί νῦν τοῦτο λέγουσι σαφῶς αἱ δύο μία, ὅσοι τῶν πρός αὐτούς ἀπό τῶν ἡμετέρων ἀμελέτητοι συγγραμμάτων˙ πρός δέ χρόνον ἱκανῶν καί τοῖς ἐλλογιμωτάτοις αὐτῶν ἐπεχωρίαζε τοῦτο, καί μαρτυροῦσι τοῦτο τά παρ᾿ ἡμῖν ἐκείνων συγγράμματα δευτέραν λεγόντων ἀρχήν τόν Υἱόν τοῦ ἁγίου Πνεύματος˙ ὁ τοίνυν λέγων τόν Υἱόν οὐκ ἀρχήν μόνον, ἀλλά καί δευτέραν, ἆρ᾿ οὐ δύο λέγει φανερῶς ἀρχάς; Εἰ δέ νῦν τοῦτ᾿ ἀφῆκαν, χάρις τοῖς κατασιγάσασιν αὐτούς ἀντιρρητικοῖς τῶν ἡμετέρων λόγοις, ὥσπερ καί τῷ κατ᾿ ἐπωνυμίαν Νικηφόρῳ πρός αὐτούς πεφηνότι˙ μετά γάρ τούς ἐκείνου πρός αὐτούς λόγους, οὐκέτι τολμῶσιν οἷς αὐτῶν μέτεστί πως συνέσεως τῆς ἀπωλείας λέγειν ἡμᾶς, ὥσπερ ἡμεῖς ἐκείνους.

Τό δέ ἀπό τῶν ἐκείνοις συγχωρουμένων δεῖν ἡμᾶς πρός αὐτούς διαλέγεσθαι, σύμφημι καί αὐτός˙ μέχρι δ᾿ ἄν μίαν πηγήν ἀκούω, μίαν ἀρχήν, μίαν θεογόνον θεότητα, καί τούς λέγοντας ταῦτα καί παρά Λατίνοις σεπτούς, ἀπό τῶν συγκεχωρημένων Λατίνοις πρός αὐτούς διαλέγομαι˙ παρ᾿ ἑαυτοῖς γάρ ἔχουσι καί τιμῶσι ὡς θεηγόρους τούς ταῦτα λέγοντας περί τοῦ τῶν φώτων Πατρός. Εἰ δέ καί τόν Υἱόν θεογόνον ἐφ᾿ ἡμῶν ἐροῦσιν, ἡμεῖς ἐροῦμεν ἐκείνοις μή κατά τά συγκεχωρημένα σφίσι προάγειν τόν λόγον˙ ἡμῖν δ᾿ ἀπό τούτου κατασκευάζουσιν οὐκ ἔξω τῶν κἀκείνοις συγκεχωρημένων ὁ λόγος ἔσται. Ἅ δέ σύ φῄς, ἐκείνους ὑποκρινόμενος κἀκείνους ὑπέρ ἡμᾶς δικαιῶσαι φιλονικῶν, ὡς ὁ Υἱός, εἰ καί πηγή, ἀλλ᾿ ἐκ πηγῆς, καί ὡς ἧττον πηγή καί ὡς πρός θάτερον μόνον πηγή, ταῦθ᾿ ἡμεῖς οὔτε σοί οὔτ᾿ ἐκείνοις συγχωρήσομεν ἀκολούθως ἑαυτόῖς οἰομένοις λέγειν, μέχρις ἄν διδασκάλῳ χρῶνται τῷ εἰπόντι «μόνη πηγή τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ»˙ οὐδέ γάρ εἶπε «μόνη πηγή οὐκ "ἐκ πηγῆς", οὐδέ "μία μᾶλλον πηγή", οὐδέ "μόνη ἁπλῶς πάσης θεότητος πηγή". Ὥστε ἐκεῖνοι μέν τοῖς παρ᾿ ἑαυτῶν συγκεχωρημένοις οὐχ ἕπονται, ἡμεῖς δ᾿ ἀπό τῶν αὐτοῖς συγκεχωρημένων πρός αὐτούς τούς λόγους ποιούμεθα,  μή συκοφαντικῶς, ὥς γε αὐτός οἴει, μηδέ παρά θύρας ἀπαντῶντες αὐτοῖς.

Τῷ δ᾿ ἡμῶν παραδείγματι συνεπιλαμβάνῃ πάντα τά τῶν πατέρων παραδειγματικῶς εἰρημένα περί Θεοῦ˙ τί γάρ πρός τήν ἀνείκαστον φύσιν ἐκείνην ἀφωμοιωμένον ἐξευρεθήσεται; Εἰ δ᾿ ἦν καί τυχεῖν, οὐδ᾿ οὕτως ἄν ἦν ἐκεῖνο παράδειγμα πάντα ἐξισάζον τῷ προκειμένῳ˙ ἄλλο  μέν οὖν ἐστι τό παράδειγμα καί τό δι᾿ ὅ παράδειγμα γέγονεν, ἀλλ᾿ οὐχ ὅτι ἄλλο, οὐδέ παράδειγμα, ἀλλ᾿ εἰ μή ἄλλο οὐδέ παράδειγμα. Σύ δ᾿ ἀπό τῶν ἑτεροτήτων κρίνεις ἡμῖν τό παράδειγμα καί τούς Λατίνους αὖθις ὑποκρίνῃ πρός ἀπορίαν, ὥς γε αὐτός δοκεῖς, τήν μεγίστην καθιστῶντας ἡμᾶς, ὡς ἄν εἰ παρά τήν στροφήν σοι τῆς γλώττης ἦν, κακῶς ἤ μή κακῶς ἐκείνους θεολογεῖν˙ ἀλλά μή οὕτω νόμιζε˙ πολλοί γάρ καί πρό σοῦ καί ἐπί σοῦ καί σοῦ οἱαδήποτε λέγοντος κακοδόξους αὐτούς ἀπελέγξουσι.

Τί δ᾿ ὅταν ἡμεῖς μέν λέγωμεν ὡς, εἰ καί χωρίς ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων αἰτία καί ἀρχή λέγεται τῶν ὄντων, ἀλλ᾿ οὐδέν ἧττον μία ἐστίν ἡ αἰτία καί ἀρχή τῶν ὄντων, σύ δέ φῄς ἀληθές μέν εἶναι τοῦτο, τοῖς δέ Λατίνοις βοηθεῖν˙ ἆρ᾿ οὐχί τό ἀπερίτρεπτον τοῖς ἐκείνων δόγμασι λαθών ἐμαρτύρησας; Εἰ γάρ τό ἀληθές ἐκείνοις βοηθεῖ, τίς ὁ περιτρέψων τούς ὑπό τοῦ ἀληθοῦς βοηθουμένους; Εἰ μέν γάρ, δοκεῖ βοηθεῖν, ἔλεγες, εἶχεν ἄν τινα θεραπείαν ὁ λόγος˙ νῦν δέ σαφῶς οὑτωσί γράφεις, ὅτι καί ἀληθές ἐστι καί τῷ ἐκείνῳ δόγματι βοηθεῖ. Τί δ᾿ ὅτε πάλιν ἡμῶν λεγόντων ὡς «τοῦ Πατρός διά τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι  προάγοντος τά πάντα μία πάντων ἡ ἀρχή ἐστιν», αὐτός αὖθις ἐπιφέρεις ὡς καί Λατῖνοι γ᾿ ἄν οὕτω φαῖεν, ὡς τοῦ Πατρός διά τοῦ Υἱοῦ ἐκπορεύοντος τό Πνεῦμα, μία λοιπόν ἐστιν ἡ ἀρχή τῆς θεότητος; Ἆρα τό σαθρόν τῶν κατ᾿ἐκείνους δογμάτων ὅσον κατείληφας; Ἀλλά κατάθου τό φρόνημα καί μεταδιδαχθήσῃ τό ἀσφαλές, μᾶλλον δέ καί σύ παρά σαυτοῦ τοῦτ᾿εἴσῃ καλῶς˙ ἐπαινῶ γάρ τόν εἰπόντα τήν ταπείνωσιν ἀληθείας εἶναι ἐπίγνωσιν.

Ἀλλά πῶς οἱ μέν ἐκ Πατρός δι᾿ Υἱοῦ τά πάντα λέγοντες γενέσθαι, μίαν διά τοῦτο καλῶς δοξάζουσιν ἀρχήν τῶν πάντων, τοῖς δ᾿ ἐκ τοῦ Πατρός διά τοῦ Υἱοῦ λέγουσι τό Πνεῦμα, μίαν ἀρχήν ἥκιστα συγχωροῦμεν διά τοῦτο λέγειν; Ὅτι ἐκεῖ μέν ἡ δημιουργική δύναμις κοινή, ἐνταῦθα δέ οὐ κοινόν τό θεογόνον. Εἰ δ᾿ οἱ Λατῖνοι καί τοῦτ᾿ ἐροῦσι τῶν κοινῶς ἐπί τῆς ἀνωτάτω Τριάδος λεγομένων, ἀλλ᾿ ἡμεῖς ἀπελέγξομεν αὐτούς, τάς τε θεοπνεύστους προβαλλόμενοι Γραφάς καί προσέτι δύο Πνεύματα δεικνύντες ἐντεῦθεν δοξάζοντας αὐτούς, ἐν ᾧ τε καί ὅ, καί τετράδα ποιοῦντας τήν ἄκτιστον Τριάδα˙ αἱ μέν γάρ προηγμέναι τῶν ὑποστάσεων ἐκεῖ κτισταί, ἐνταῦθα δ᾿ ἐξ ἀνάγκης ἔσται καί τετάρτη ἄκτιστος ὑπόστασις˙ εἰ δέ μή, κτιστή πάλιν ἔσται ἡ τοῦ Πνεύματος, ὅ καί συγγενέστερον τοῖς τούτων λόγοις˙ ἐπί γάρ τήν κτίσιν ἦλθε διά μέσης ὁ Θεός θεότητος, ἀλλ᾿ οὐκ ἐπί τήν θεότητα τοῦ Πνεύματος. Ὅ δέ φῄς πάντων ἀτοπώτατον, λίαν  ἐκτόπως ἐνόησας˙ παρηνέχθη δέ σου ἡ στερρότης τῷ τῆς μοναρχίας ὁμωνύμῳ˙ τρόπῳ γάρ ἕτερος δημιουργικῆς ἐστιν ἀρχῆς καί τῆς κατ᾿ αὐτήν μοναρχίας καί τῆς ἀρχῆς καί μοναρχίας ἐκείνης ἕτερος, ἥ τῆς θεογονίας ἐστίν ἐπώνυμον, ὅς καί σώζεται τῷ τόν Υἱόν καί τό Πνεῦμα τήν ὕπαρξιν ἔχειν ἐκ Πατρός, ὥσπερ ἐκεῖνος τῷ δι᾿ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δημιουργόν εἶναι τόν Πατέρα, ὡς καί τῷ θεοσόφῳ Μαξίμῳ καί τοῖς ἄλλοις πατράσι συνδοκεῖ, οἷς αὐτός σύν ἡμῖν ἀπηρυθριασμένως ἀντιλέγων ἐγκαλύφθητι˙ καί γοῦν κατ᾿ οὐδέν ἄτερος θατέρῳ τρόπῳ λυμαίνεσθαι πέφυκεν.

Ὅτι δ᾿ οὐ σόν ἐστι περί Θεοῦ λέγειν ὡς «οἷον φῶς ἐστι, μᾶλλον δέ πηγή φωτός νοεροῦ τε καί ἀΰλου», τοῦτο ἀληθές εἴρηκας˙ ἀκούσεις δέ  πῶς, συνήσεις δέ πῶς, πιστεύσεις δέ πῶς, ὅς γε τούς μέν ἔξω σοφούς θαυμασίους καί θεόπτας καί πεφωτισμένους ὀνομάζεις ἐν τῷ πρός ἡμᾶς σου λόγῳ καί τούς αὐτοῖς  πιστεύοντας θαυμαστούς καί ζηλωτούς καί αἰδήμονας, διό οὐδ᾿ ἔξω, ἀλλά παλαιούς σοφούς ἀποκαλεῖς σεμνύνων, τούς δ᾿ ἐν ἡμῖν διά τῆς φυλακῆς τῶν θείων ἐντολῶν καί τῆς καθ᾿ ἡσυχίαν ἀκριβοῦς σχολῆς μακαριστῶς κεκαθαρμένους τήν καρδίαν διασύρεις, ἐμοί κατ᾿ ἐξουσίαν οἴκοθεν αὐτούς συντάττων, οὗπερ ἀκρατῶς κατηγορεῖς; Καί οὐ τούς περιόντας μόνον, ἀλλά καί τούς πρός οὐρανόν ἐκ παλαιοῦ μεταχωρήσαντας καί ζῶντας τῷ Θεῷ, οὕς ὁ μέγας ἀγάλλει Διονύσιος, ὡς καί τάς νοεράς ἐπί γῆς ἔτ᾿ ὄντας ὑπεραναβεβηκότας ἐνεργείας, μετ᾿ ἐμοῦ σύ καί τάττεις καί σκώπτεις, τοῦ κατά σέ πλημμελοῦς καί ἄφρονος καί τόν ἀληθῆ λόγον οὐκ ὀρθοτομοῦντος.

«Διδάσκει γάρ με» φῄς, «ὁ μέγας Διονύσιος περί ὑμῶν τῶν θεωρητικῶν τά καί τά». Τίνος κατειρωνεύῃ, ὦ ἄνθρωπε; Φαίης ἄν ἐμοῦ; Ἀλλ᾿ οὐ περί ἐμοῦ Διονυσίῳ τῷ μεγάλῳ λόγος, ἀλλά περί τῶν καθ᾿ ἑαυτῶν ἀρίστων. Ἄλλως τε, εἰ μέν αὐτός ἐμαυτόν ἐκείνοις συνέταττον, ἦν ἄν ἴσως εὐπρόσωπος ἡ σκῆψις˙ νῦν δ᾿ οὐκ ἄν εὕροις, οὐδ᾿ ἄν  τοῦτο πώποτ᾿ ἀληθῶς δείξαις, οὐδ᾿ ἄν ἰσαρίθμους τοῖς στίχοις τοῦ πολυστίχου σοι τοῦδε λόγους συγγράψῃς καθ᾿ ἡμῶν βίβλους. Τίς οὖν γένοιτ᾿ ἄν εὐπρεπής ἀπολογίᾳ τῷ τοῖς διαβαλλομένοις ἡμῖν τούς ἀξιεπαινενωτάτους συνδιαβάλλοντι; Τί τοῦτο πέπονθας, ἀδελφέ; Ποῦ κρημνῶν ἑκών ἀφῆκας σαυτόν; Πῶς δ᾿ ἐκτραχηλισθείς καί τῶν θείων οὕτω κεφαλῶν ἀποσεσαλευμένος ὅσον ἥκει πρός τούς σούς λόγους, οὐκ αἰσθάνῃ τῆς  περιωδυνίας, οὐδέ μέγα θρηνεῖς; Πῶς δ᾿ ἄν ἄλλως μετεχειρίσω τόν λόγον, εἰ Διονύσιος ὁ μέγας οὐκ ἐξαίρειν, ἀλλά καθαιρεῖν αὐτούς ἐνόμιζεν;

«Ἐν δέ τοῖς περί ἀποδείξεως κινδυνεύομεν, ὦ φιλότης, καί ἀμφότεροι ὀρθῶς λέγειν»˙ οὗτος σός ἐστιν ὁ λόγος. Ἀμφοτέρων οὖν ἡμῶν ὀρθῶς λεγόντων κατά σέ, κινδυνεύεις σύ σαυτόν αὖθις ἀποφαίνεσθαι λέγειν οὐκ ὀρθῶς˙ ἡνίκ᾿ ἄν ἔπειτα τόν ὀρθόν τοῦτον λόγον διαβάλλῃς ἡμῶν, καί ἁπλῶς ὁ τοῖς τυφωνικοῖς ἐκείνοις πνεύμασι ἀναμίξ ραγδαῖος καί λαῦρος ὑετός ἅπας, ὅν ἔφθης καθ᾿ ἡμῶν ἀπό τῆς γλώττης ἀφείς, οὐδέν ἧττον ὅτι μή καί μᾶλλον σέ, τήν πηγήν τῆς καταιγίδος, κατέκλυσεν. Ἐμοί δέ (καί γάρ ἥκιστ᾿ ἐπί νοῦν ἔδοξε θέσθαι τίσιν ἑπόμενον ταῦτα λέγεις, οὕς νῦν αὐτός ἐξέφηνας ὕστερον), ἐμοί τοίνυν τοῦ μή τά σά διαλέξεώς τε πέρι καί ἀποδείξεως εἰρημένα πρός Λατίνους κακίζειν, πολλά τά μαρτύρια κἀν πολλοῖς ἐστιν ἑτέροις ἡμετέροις συγγράμμασι, καί μάλιστα πρός τούς ἀπό Θεσσαλονίκης πέρυσι τοῦτ᾿ ἠρωτηκότας αὐτό, πρός οὕς ἀντιγράφοντες ὁμολογεῖν ἀμφοτέροις ἀπεφηνάμεθα, καί δεῖγμα τοῦτ᾿ ἔφημεν εἶναι τῆς ὁμολογίας, τό προσεῖναι τοῖς παρ᾿ ἀμφοτέρων λόγοις τό εὐσεβές, τό κυρίως δ᾿ ἤ μή κυρίως, εἴπερ ἄρ᾿ ἀμφισβητήσιμον, ἔχειν˙ ἀλλά σύν νῦν ἀγωνίαν οὔ τοι σμικράν ἠγωνισμένος διετέλεσας δεῖξαι κατά τοῦτο ψευδομένους ἡμᾶς.

Τί τοίνυν, ἄν καί ἡμεῖς ἕκαστον τῶν διαλεκτικῶν σοι τουτωνί συλλογισμῶν, οὕς εὔχῃ κάλλιστά τε καί ὀρθότατα πεποιηκέναι, διακωδωνίσαντες, ἀπηχῆ τινα ἠχήν ἀναδιδόντας δείξωμεν, κακοτεχνίας ἔμπλεως, μᾶλλον δ᾿ ἀντί τέχνης ἥν αὐχεῖς, ἀτεχνίας ἀναπεφηνότας πλήρεις, καί τοσοῦτο δέοντας εἶναι διαλεκτικούς, ὡς μηδέ συλλογισμούς εἶναι, μηδέ γοῦν σοφιστικούς, μηδέ σχῆμα ὅλως σώζοντας συλλογισμοῦ; Ἀλλά γάρ, ἐπεί περί τῶν θείων σοι πεποίηνται, τῆς πρός ταῦτ᾿ ὀφειλομένης εὐλαβείας ἕνεκεν, οὐκ ἀναιδῶς καί ἀκρατῶς, ὡς αὐτός καθ᾿ ἡμῶν πεποίηκας, καίτοι πρότερον ἡμῖν τό ὀρθόν προσμαρτυρήσας, ἀλλά μετριώτερον καί κοινότερον καί ἐπιτομώτερον συνελών καί ὑποτεμών, ὥς οἷόν τε, τῷ περί τούτων χρήσομαι λόγῳ καί κατά τάς ὑπό σοῦ σχεδόν δεδομένας ἀφορμάς, ὅπως σοι λογίζηται καί τουτωνί τῶν λόγων τό αἴτιον.

Ὥς ἄν δέ καί πρό τῶν λόγων τούτων ταῦτα δοξάζοντας ἡμᾶς εἰδείης, ἐκεῖνο προθήσω τῶν ἐμῶν, ὅ καί αὐτός οὐκ οἶδ᾿ ὅτι παθών ἐπήνεσας, ὥστ᾿ οὐδέ τοῦτο ἁπλῶς ἐμόν˙ «Οὐδείς ἀγαθός, εἰ μή εἷς ὁ Θεός, ὁ μόνος δίκαιος, ὁ μόνος σοφός, ὁ μακάριος καί  μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον˙ οὐδέν οὖν τῶν ἑπομένων τῷ Θεῷ ἐπί πλέον εἴη ἄν αὐτοῦ, καί αὐτῶν δ᾿ ἕκαστον μοναδικόν, καί ὅ,τι ἄν κατηγοροῖτο τούτων, οὐ καθόλου». Τό γάρ ὑπερούσιον καί ὑπεράγαθον καί ὑπέρσοφον καί ὑπέρφωτον τίνος γε ἄλλου ἤ τῆς ὑπερθέου οὐσίας καί σοφίας καί ἀγαθότητος καί τοῦ φωτός ἐκείνου; Πῶς οὖν ἐκ μοναδικῶν γένοιτ᾿ ἄν συλλογισμός, ἄνευ τοῦ καθόλου; Εἰ δέ συλλογισμός οὐκ ἄν γένοιτ᾿ διαλεκτικός, ὦ βέλτιστε, πῶς ἄν γένοιτο; Σοφιστικός δ᾿ ὅμως ἔσται, σχῆμα μόνον ἔχων καί φαινόμενος, ἀλλ᾿ οὐκ ὤν. Καί ἡ διαλεκτική σοι τοίνυν, ὡς χνοώδης διεκπεφύσηται, καί οἱ σοί ἅπαντες συλλογισμοί, εἰ ἄρα καί μή ἀφίενται τοῦ τῶν συλλογισμῶν ὀνόματος, σοφιστικοί εἰσιν, οὐκ ὄντες, ἀλλά φαινόμενοι, μᾶλλον δέ οὐδέ τοῦτο, δεδόσθω δ᾿ ὅμως˙ αἱ δ᾿ ἐκ τῶν ἡμῖν ἐνυπαρχόντων λόγων προστιθέμεναι προτάσεις, μή οὖσαι αἴτιοι τοῦ συμπεράσματος, πῶς ἄν εἶεν αἴτιοι τῆς πίστεως αὐτοῦ; Εἰ δέ συγχωρεῖ, τίς ὁ λόγος καθ᾿ ὅν διαλεκτικόν μέν θέλων ὀνομάζειν τόν αὐτοῦ συλλογισμόν, τά τε μή καθόλου λαμβάνει ὡς καθόλου καί τάς ἐν ἡμῖν ἐννοίας  πίστιν παρέχειν τοῖς λογίοις τίθεται καί τόν συλλογισμόν πίστεως, ἀλλ᾿ οὐχί γνώσεως, αἴτιον ἡγεῖται καί ἁπλῶς πάντα συγχωρεῖ τά καί τῷ λόγῳ τῆς τέχνης μή συμβαίνοντα, τοῖς δέ ἀποδεικτικόν καλοῦσιν, οὐδέν οἴεται συγχωρητέον;

Ἔτι, ἐπείπερ ἐν οἷς δοκεῖς ἡμᾶς ἐλέγχειν, τό μοναδικόν φῄς διττόν καί ὁμώνυμον παρ᾿ οὐδέν ἄλλο ἤ ὅτι ἄλλως ἐφ᾿ ἑκάστου τῶν παρ᾿ ἡμῖν αἰσθητῶν ἔχει καί ἄλλως ἐπί τοῦ Θεοῦ, μάθε ὡς πάντα τά ἐπί Θεοῦ λεγόμενα τοῦτον τόν τρόπον διττά καί ὁμώνυμα˙ οὐδέν γάρ τῶν ἐπ᾿ αὐτοῦ λεγομένων οὕτως ἔχει ὥσπερ ἐφ᾿ ἑκάστου τῶν παρ᾿ ἡμῖν, οὐχ ὅπως τῶν αἰσθητῶν ἀλλ᾿ οὐδέ τῶν  νοητῶν, ὥστ᾿ ἐν ἅπασί σου τοῖς συλλογισμοῖς παρά τό διττόν τοῦτο τούς ἀκροωμένους ἐπιχειρεῖς παρακρούεσθαι˙ σοφιστικοί σοι ἄρ᾿ εἰσίν ἅπαντες, ἀλλ᾿ οὐ διαλεκτικοί. Ἔτι, εἰ μοναδικόν ἐστιν ὁ Θεός, καί τοιοῦτο μοναδικόν ὡς μή ἐκ πολλῶν ἕν, ἐπί δέ τούτου τοῦ ἑνός οὐκ ἔστι τόδε τι εἶναι καί ὑποκείμενον, τούτων δ᾿ ἄνευ πρότασις οὐκ ἔστι˙ προτάσεως μή οὔσης, οὐδέ συλλογισμός ἔσται, μή ὅτι διαλεκτικός, ἀλλ᾿ οὐδέ σοφιστικός. Τούς σούς τοίνυν διαλεκτικούς, οὕς αὐτός φῄς, συλλογισμούς, μήτε διαλεκτικούς, μήτε σοφιστικούς ἀναφανέντας, τί γε ὀνομάσωμεν; Ἀρρήτους, ἤ καί ἀδιανοήτους.

Αὐτίκα ὅν φῄς ἀκριβῆ σοι ἐς τά μάλιστα συλλογισμόν, «Πατρός καί Υἱοῦ μία ἐνέργεια, ὧν μία ἐνέργεια, μία δύναμις, ὧν μία δύναμις, οὐσία καί φύσης ἡ αὐτή, Πατρός ἄρα καί Υἱοῦ, οὐσία καί φύσις ἡ αὐτή»˙ τοῦτον δή προβαλλομένοις ἀπόκρισις πυνθανομένοις˙ ἄλλος μέν γάρ τις τοῦτον οὕτως ἐκτιθέμενος, οὐκ ἄν εὐθύνοιτο παρ᾿ ἡμῶν˙ ὡς δέ σόν, ἀπό τῶν σῶν ἐτάσομεν. Ὧν γάρ, τίνων λέγεις; Εἰ μέν γάρ ἁπάντων, μή καί λίαν πλημμελές; Τά γάρ ὑπεξῃρημένα πάσης πληθύος ταύτῃ δι᾿ αὐτοῦ συντάττεις καί ἀπό τῶν κτιστῶν περί τῆς ἀκτίστου φύσεως διδάσκειν ἀξιοῖς. Ἔτι δέ καί διά τοῦ διττοῦ τῆς ἐνεργείας τρόπου σοφιστικῶς ἡμᾶς ἐπιχειρεῖς παρακρούεσθαι˙ καί γάρ οὐδ᾿ αὐτός ἄν φαίης οὕτως εἶναι μίαν δύναμίν τε καί ἐνέργειαν Υἱοῦ τε καί Πατρός, ὡς ἐμοῦ τε καί σοῦ μία ἐστίν ἐνέργειά τε καί δύναμις. Εἰ δ᾿ οὐ πάντων, πῶς οὐκ ἀσυλλόγστος ὁ ἀκριβέστατος αὐτός σου συλλογισμός, ἐστερημένος τοῦ καθόλου; Πρός δέ τούτῳ καί τό ἐν ἀρχῇ αἰτεῖται διά ταὐτολογίας δυνάμει προαγόμενος.

Θέλεις ἔτι διαβασανίσωμεν τόν διαφερόντως τοῦτον ἠκριβωμένον σοι συλλογισμόν; Ἀλλ᾿ ὀκνῶ εὖ ἴσθι μακρηγορεῖν πρός οὐδέν κέρδος ἥκιστα ἐθέλων˙ ἀλλ᾿ εἴπερ ὁ πρός ἀκρίβειαν οὗτος λίαν ἐκπεπονημένος σοι συλλογισμός, καίτοι πρός ὀλίγον βεβασανισμένος ἐριστικός ἀναπέφηνε καί ἀσυλλόγιστος, τί γ᾿ ἄν ὑποσταῖεν οἱ μή πρός τοῦτο σοι ἀκριβείας ἥκοντες, ἀκριβεῖ βασάνῳ παραδεδομένοι; Σήν δ᾿ ὅπως χάριν τό νῦν ἔχον ἀνεξέταστοι κείσθωσαν. Ὅρᾷς ὅσα σοι πάλιν ἐγώ τῷ ἀχαρίστῳ χαρίζομαι; Τό δέ συμπέρασμά σοι τοῦ παντός μᾶλλον ἠκριβωμένου τουτουί μικρόν ἔτι προσθεωρήσωμεν, ἵν᾿ ἐξελέγξω σε κατά σέ καί εἰς ἔργον ἐκβῇ τό σολομώντειον ἔπος˙ «ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν». Τί δή τό ἐκ τοῦ ἀκριβεστάτου τῶν συλλογισμῶν ἀκριβέστατον συμπέρασμα; «Πατρός καί Υἱοῦ μία φύσις καί οὐσία ἐστί»˙ τούτῳ δέ ταὐτόν εἰπεῖν˙ «εἷς Θεός ὁ Πατήρ καί ὁ Υἱός». Τοῦτο δέ τίς οὐκ οἶδεν, ὡς ἀπόφανσίς ἐστιν ὑπό τῶν ἁγίων Πατέρων ἡμῖν ἀποφανθεῖσα; Καί τοίνυν ἄκουσον τῶν σαυτοῦ κατά σαυτοῦ λόγων˙ «ὅπερ ἐστί τοῖς γεωμέτραις ἀρχή καί κοινή ἔννοια καί ἀξίωμα, τοῦθ᾿ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων, ὅσαι ἡμῖν τῶν θείων ὑπό τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν˙ οὐδεμίαν ἄρα χρή ἐκ συλλογσιμοῦ λαβεῖν». Ἴού, ἰού, καί ὁ μαθηματικώτατος ὡς ἀμαθής˙ ὁ γάρ ταῦτα λέγων σύ καί ἡμᾶς ὀνομάζων ἀφ᾿ ὧν ἀρτίως ἐκούεις τόν Πατέρα μόνον προβολέα Πνεύματος διά συλλογισμοῦ δεικνύντας, ὅτι ὁ Πατήρ καί ὁ Υἱός εἷς ἐστι Θεός, ὅ παντός μᾶλλον αὐτόθεν ἐστί πιστόν καί οἱ πατέρες ἀπεφήναντο, διά συλλογισμοῦ δεῖξαι ἐπειράθης καί τόν ἀκριβέστατον ἁπάντων τοῦτον σοι φῄς συλλογισμόν, καίτοι οὐδ᾿ ὑπό τῶν πατέρων πρώτων ἀπεφάνθη τοῦτο, ἀλλ᾿ ὑπ᾿ αὐτοῦ τοῦ ἑνός τῆς θεαρχικῆς Τριάδος καί Θεοῦ τῶν πατέρων Ἰησοῦ, ὅς φησιν, «ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν» καί «ὁ ἑωρακώς ἐμέ ἑώρακε τόν Πατέρα»˙ καί «εἰ ἐμέ ἐγνώκειτε, καί τόν Πατέρα μου ἐγνώκειτε ἄν» καί «ἐγώ ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί». Εἰ δ᾿ αἱ τῶν πατέρων ἀποφάνσεις αὐτόπιστοι, πόσῳ μᾶλλον αἱ τοῦ Κυρίου τῶν πατέρων˙ κατά τοσοῦτο τοίνυν, μᾶλλον διά συλλογισμοῦ πειρώμενος δεικνύειν ἀπαίδευτος, εἰ μή τι καί τῶν ἀπαιδεύτων πλέον.

Ἀλλά μή χαλέπαινε τάς σαυτοῦ γνωρίζων φωνάς οὐ παρ᾿ ἡμῶν ἀντιπροσαγομένας ἀνταποδιδόντων, ἀλλ᾿ ἐκ τῶν σῶν λόγων ἐκβαινούσας˙ ὅ γάρ τήν ἀρχήν εἶπον, κατ᾿ αὐτός σαυτοῦ γέγραφας, διά τοιούτων  πειραθείς ἀνατρέπειν τά ἐμά, δι᾿ ὧν οὐδέν ἄν ἧττον καί τά σά τις ἀνατρέψειε πάντα, καί οὐ τά σά μόνον, ἵνα σοι καί τινα ψυχαγωγίαν ἐπινοήσωμεν, ἀλλά καί πάνθ᾿ ἁπλῶς ἅ ἄν δόξαι τά περί Θεοῦ καί τῶν θείων λογικῶς δεικνύμενα, καί πάντας τούς εἰπόντας καί τούς μέλλοντας ἐρεῖν. Ἀπό τῆς αὐτῆς σχεδόν παρασκευῆς καί οἱ ἔξω κατά τῶν ἡμετέρων ἐχώρησαν, οὐδαμῇ δ᾿ ὅμως ἴσχυσαν, ἀλλ᾿ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν», θνητούς, ἵν᾿ οὕτως εἴπω, κανόνας τοῖς περί τοῦ ἀθανάτου λόγοις προσάγοντες, ὧν σύ τούς προστάτας τῶν κατ᾿ ἐκείνους δογμάτων ὡς «τήν θείαν «ὑπεροχήν κατανενοηκότας» ἄγασαι, τήν καί αὐτοῖς τοῖς διά τό περιόν τῆς νοήσεως πολυομμάτοις χερουβίμ ἀκατανόητον οὖσαν. Διά τοῦτο μοι καί νῦν ἀντιγράψαι τῶν ἀπαραιτήτων ἐφάνη καί λυσιτελεστάτων, ὡς ἄν καί σύ σεαυτοῦ γένοιο σοφώτερος ἐξ ἡμῶν τῶν ἀσόφων ἀφορμήν λαβών, καί τά σά συγκινδυνεύοντα τοῖς ἐμοῖς, εἴπερ ἄρα δυναίμην, ἐξέλωμαι τοῦ κινδύνου καί σέ πείσω τῇ τῶν πατέρων ἰδιωτείᾳ μᾶλλον ἤ Πλάτωνι καί τῷ Νικομάχου τόν νοῦν προσέχειν.

Ἐκεῖνοι μετά τῆς μωρίας τοῦ εὐαγγελίου τοῦ διδασκαλείου τῆς θεολογίας ἀσφαλεῖς προστάται, τοῦ τῆς ἀληθοῦς σοφίας Πνεύματος τοῖς πνεύμασι τούτων ἐφιζάνοντος καί «διδακτικούς Θεοῦ» ποιοῦντος τούς αὐτοῖς φοιτῶντας, οἵ κἄν τῶν θύραθεν οὐκ ἀπηχές ᾖ καί τοῦτ᾿ εἰσποιοῦνται καί ἐναρμόζονται τῇ ἐμμελείᾳ τοῦ Πνεύματος. Ὧν εἰ θέλεις ἀκοῦσαι τίνα λέγουσιν ἀπόδειξιν θείαν, καί οὐχ ἁπλῶς ἀπόδειξιν ἀλλά συλλογιστικήν ἀπόδειξιν, ἀνά χεῖρας λάβε τήν Δογματικήν πανοπλίαν˙ ἐκεῖ γάρ ὄψει ταύτην ἐπιγεγραμμένην πολλαχοῦ καί τόν λόγον ὑπαναγνούς ὅς ἐνέχει τουτί τοὐπίγραμμα συλλογισμόν εὑρήσεις ἁπανταχοῦ ἐκεῖ καί συλλογιστικήν ἀποδειξιν ὅτι εἷς ἐστι Θεός ἀκούσῃ καί παύσῃ καταιτιώμενος ἡμᾶς εἰπόντας, εἰ μή ἄρα σύν αὐτοῖς, καίτοι τό «εἷς ἐστι Θεός» παντός μᾶλλον θεοπαράδοτός ἐστιν ἀπόφανσις, «Κύριος γάρ», ὁ Θεός σου, Κύριος εἷς ἐστιν»˙ εἰ γοῦν βουλομένοις ἦν αὐτοῖς τάς ἀποφάνσεις ἁπλῶς λέγειν ἀποδείξεις, τούτῳ ἄν τήν ἀπόδειξιν ἐπέγραφον, οὐ τοῖς ἐξ ὧν αὐτό συλλογιστικῶς συνήγαγον.

Ἐκεῖ τοίνυν μηδέ γάρ ἐπιτίθεσθαί σοι προθυμούμενος, καίτοι πολλαῖς ἀνάγκαις ἐκκαλεσαμένῳ νῦν εἰς τοῦτο πρός τό παιδαγωγεῖον τῶν πατέρων ἀναβιβάσαι σε διενοήθην˙ ἐκεῖ τοιγαροῦν εἴσῃ καί πῶς καί τίνα τά περί Θεόν καί τίνι τρόπῳ μή πάντα λέγειν θείας οὐσίας βιασθήσῃ, ὅ νῦν ἔπαθες, συβεβηκός ἐπί Θεοῦ ἐκφεύγειν λέγειν προαιρούμενος καί τήν τῆς ἀποφυγῆς ὁδόν μή ἐπιστάμενος˙ ἐκεῖ καί πίστιν εὑρήσεις διαφέρουσαν ἐπιστήμης καί γνῶσιν πίστεως ἕτερον τρόπον˙ ἐκεῖ καί γνωστόν γνώσῃ Θεοῦ ἥκιστ᾿ ἐπί πίστεως ἐκλαμβανόμενον, ὡς καί Παῦλος ὁ μέγας καί τοῖς ἐκτός πίστεως πεφανερῶσθαι λέγει «τό γνωστόν τοῦ Θεοῦ», ὅ λεγόντων ἡμῶν, σύ τό πιστεύειν λέγειν ᾠήθης ἐπίστασθαι. Ταῖς οὖν ἐκεῖ συνειλεγμέναις τῶν προτέρων φωναῖς οὐκ ἀνήσω καί φρονῶν καί λέγων συνῳδά˙ λέγουσι δ᾿ αὗται λίαν ἐνεργῶς ἐν τοῖς ἐπιγράμμασιν, ὡς ἔφημεν, εἰ μή ἄρα μετά προσδιορισμοῦ τινος οὐ τήν ἀπόφανσιν ὡς αὐτόπιστον ἀπόδειξιν, ἀλλά τόν συλλελογισμένως προαγόμενον λόγον, ὡς ἔχοντός τι τοῦ συλλογισμοῦ καί πρός τήν ἀπόδειξιν οἰκειότερον˙ εἰ γάρ μή τοῦτ᾿ ἦν, καί πᾶσαν ἀπόφανσιν ἀπόδειξιν ἄν ἐπέγραφον˙ ἀμεταπείστως γάρ καί πρός αὐτάς ἔχομεν οἱ τοῖς πατράσιν ἑπόμενοι.

Τό γοῦν θεῖον,  ὦ θαυμάσιε, κρεῖττον παντός ὑπάρχον νοῦ καί λόγου, καί ὑπέρ τήν διαλεκτικήν ἐστιν, ὑπεροχικῶς γάρ ἐξῄρηται φαντασίας τε καί δόξης, κάι ὑπέρ τήν ἀποδεικτικήν˙ ἐπαφή γάρ αὐτοῦ οὐκ ἔστιν οὔτε ἐπιστήμη, καί ὅλως ὑπέρ τήν συλλογιστικήν πᾶσαν ἔφοδόν ἐστιν˙ ἀλλά συλλογίζεσθαι περί τῶν θείων ἔργῳ ὑπό τῶν πατέρων ἐδιδάχθημεν. Πῶς οὖν τούτους τούς συλλογισμούς προσαγορεύσωμεν; Ὡς οἱ διδάξαντες πάντως, εἰ μή ἐν  πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις˙ ἀλλά θειωδῶς τά θεῖα μέτιμεν ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως˙ ἀποδεικτικούς δ᾿ ὠνόμασαν ἐκεῖνοι, καθάπερ ἀνωτέρω δέδεικται. Τί τοιγαροῦν ἔκτοπον ἐργάζομαι, φίλος, εἰ τά φίλα τοῖς πατράσι προαιρούμενος πράττειν τόν βοηθοῦντα πανταχόθεν ὡς ἐνόν ἐρανίζομαι λόγον, οὐκ ἀγνοῶν ὡς Ἀριστοτέλει καί τῷ τοῦ Ἀρίστωνος οὐ συνδοκεῖ, ἀλλά προτιθείς τά τοῖς πατράσι δόξαντα τῆς ἐκείνων λογολεσχίας καί εἰδώς ὡς ἡ ἐν ἐκείνοις γνῶσις περί τῶν θείων οὐκ ἀσφαλής, εἰ καί σοί κακῶς εὖ ἴσθι μή τοῦτο συνδοκεῖ, καίτοι μεθ᾿ ἡμῶν τεταγμένῳ καί τῆς αὐτῆς ἀντεχομένῳ πίστεως;

Ἐν γάρ τοῖς πρός ἡμᾶς σου τουτοισί λόγοις ταῦτά σοι περί αὐτῶν διεξελθεῖν ἐπῆλθε˙ θαυμάσας γάρ αὐτούς ὡς «ἀπαγορεύσαντας τήν ἀπόδειξιν ἐπί τῶν θείων» καί ὡς «τήν θείαν ὑπεροχήν κατανενοηκότας» καί ὑπεραναβιβάσας αὐτγούς «τῆς μεριστῆς καί μεταβατικῆς πάσης ἐπιστήμης καί παντός τοῦ λογιζομένου τῆς ψυχῆς» καί τῶν κατ᾿ ἐκεῖνο συνεστώτων, ταὐτόν δ᾿ εἰπεῖν  παντοίου λόγων εἴδους καί φιλοσοφίας  πάσης, καί ὑψοῦ που θέμενος αὐτούς ἐν τοῖς ὑπέρ πᾶσαν αἴσθησιν καί νοῦν καί λόγον, ἐφεξῆς συνείρεις τούς ἐκείνων λόγους ἔχοντας οὕτως˙ «ἐπί δέ τῶν ὑπέρ ἡμᾶς θέαν δεῖν ἄνωθεν παραγενέσθαι καί φῶς ἀναλάμψαι νοερόν, δι᾿ οὗ ἔστι τοῖς θείοις συζυγεῖν, καί κρεῖττον ἤ κατά ἀπόδειξιν τάς συνεπτυγμένας καί ἁπλᾶς κάι ἀμερεῖς ἐκείνας ἔχειν θεωρίας»˙ τούς δέ παρά τοιούτων ἀκηκοότας καί πιστεύσαντας, ἐπιστήμονας μέν οὐκ εἶναι, θαυμαστούς δέ καί ζηλωτούς ὑπάρχειν τῆς τε  προαιρέσεως καί εὐπειθείας καί αἰδοῦς τῆς πρός τά θεῖα καί τούς θείους ἄνδρας τούτους˙ κἀπί τούτοις τήνσήν περί αὐτῶν ἔχεις γνώμην ἐκδιδάσκεις λέγων˙ «ὅταν τοῦτα ἀκούσω αὐτῶν λεγόντων, οὐ δύναμαι ὑπολαβεῖν μή καί αὐτούς ὑπό Θεοῦ πεφωτίσθαι καί ὑπέρ τούς πολλούς γεγονέναι».

Τί τοῦθ᾿ ὅ λέγεις, ὦ ἄνθρωπε; Νοεροῦ καί θείου φωτός ἐν μετουσίᾳ γεγόνασιν ἐκεῖνοι; Λαμπρότητα Θεοῦ κεί εἶδον καί ἔπαθον; Ὑπερ σοφίαν, ὑπέρ λόγον, ὑπέρ νοῦν ὡμίλησαν Θεῷ; Μᾶλλον δ᾿ ἵνα ἀπό τῶν αὐτῶν σοι τήν ἀρχήν ποιήσωμαι τῶν λόγων, καθαιρῶν οὕς αὐτός μάτην ἐξαίρειν ἐπεχείρησας ἤ, τό γε ἀληθέστερον εἰπεῖν, ἐκ παλαιοῦ καθῃρημένους ὄντας ἐμφανίζων, οὕς ὡς ὑπεξῃρημένους ἐξυμνεῖς οὐκ εἰς καιρόν αὐτός, οἱ λέγοντες «Θεόν εἰδέναι μέν χαλεπόν, φράσαι δέ ἀδύνατον», ἆρα κατενόησαν τήν τοῦ Θεοῦ ὑπεροχήν, οἵ μηδ᾿ ὅτι τήν ἀνθρωπίνην ὑπεροχήν  νόησιν λέγουσιν, ὥστε καί ὅ φασιν ὑπέρ ἀπόδειξιν, διά τό τῆς φράσεως οὐχ ἱκανόν φασι, κατά δέ τήν ἐν ἑαυτοῖς θέαν ἐπιστήμονας τῶν θείων ἑαυτούς, ὡς καί αὐτός ἔφης, λέγουσιν; Ὥσθ᾿ ἡ λεγομένη παρ᾿ ἡμῶν ἀπόδειξις ἐπί τῶν θείων ἀσυγκρίτως ὑπερέχει τοῦ ὑπέρ ἀπόδειξιν  ἐκείνων.

Εἰ δ᾿ ἦγον σχολήν, ἔδειξα ἄν σοι καί θέας αὐτῶν ἐκείνας, δι᾿ ὧν φασι «τοῖς θείοις συζυγεῖν», τῶν ὄντως θείων ἀποβουκολούσας καί τάς ἀνατατικάς αὐτῶν ἐκείνας ἐποψίας, ἐκβαινούσας μέν τῶν μέσων τῆς ψυχῆς λόγων καί παςῶν τῶν φυσικῶν ἀκροτήτων, ἐμπιπτούσας δ᾿ οὗ «βυθός αἰέν ἄπιστος ὑπεστόρεσται, ἀμφικνεφής ρυπόων ἀνόητος» καί τό ἀναλάμψαν νοερόν ἐκείνοις φῶς οὐκ εἰς ἀμφιφαῆ χῶρον ἀνασπῶν αὐτούς, ἀλλ᾿ ὑπό ζόφον αἰώνιον καταδικάζον καί δέλεαρ καί λόχον δεινόν ἐξευρημένον τῷ τοῦ σκότους ἄρχοντι, τοσοῦτο παριέργως κατ᾿ ἐπίκρυψιν ἐσκευασμένον ὡς καί δι᾿ ἀκοῆς παράγειν ἔχειν τούς μή πάνυ πρός διάκρισιν καλοῦ τε καί κακοῦ γεγυμνασμένους ὄντας˙ διά γάρ μιᾶς ταύτης ἀμηχάνως κακομηχάνου μηχανῆς τούς τε θεωρούς ἐκείνους πάσῃ περιέπειρεν ἀπάτῃ καί τούς ἀκροωμένους ἐκείνων ὡς  πεφωτισμένων τῶν οἰκείων πολυπλόκων ἀρκύων ἐντός πεποίηται καί πρός τούς ἔπειτ᾿ ἐσομένους φθάνει τῷ τῆς κακουργίας περιόντι διά τῶν ἐκείνων συγγραμμάτων.

Εἰ γάρ αὐτός, αὐτόχρημα σκότος ὤν, ἄγγελον φωτός ὑποκρίνεται κατά τόν ἀπόστολον, τί θαυμαστόν εἰ καί τούς ἐκείνου κατασεσοφισμένουςτῷ ἐνυποκρίτῳ φωτί καί σφάσιν αὐτοῖς ὅλον εἰσοικίσαντας αὐτόν καί δι᾿ αὐτοῦ λαλοῦντας τάς φωνάς ὑποκρίνεσθαι τῶν διακόνων τοῦ ἀληθινοῦ φωτός, δηλονότι τῶν ἐν τῷ Θεῷ πεφωτισμένων, ὥς ἄν «τά ἔργα τοῦ Πατρός αὐτῶν» ἐκτελῶσι καί αὐτοί, τῷ τῶν λόγων εὐπρεπεῖ τούς πολλούς παράγοντες; «Καί οἱ διάκονοι γάρ αὐτοῦ», φησίν, ὑποκρίνονται «ὡς διάκονοι δικαιοσύνης». 

Πῶς δέ καί «ὁ κόσμος οὐκ ἔγνω διά τῆς σοφίας τόν Θεόν», εἰ θεογνωσίας τό ἀκρότατον θεοπτία, ταύτῃ δέ προσέβησαν Σωκράτεις καί Πλάτωνες καί οἱ κατ᾿ ἐκείνους σοφοί καί οἱ παρά τούτων ἀκηκοότες καί πιστεύσαντες, ἀξιάγαστοι τῆς προαιρέσεως καί αἰδοῦς ἕνεκα τῆς πρός τά θεῖα; Πῶς δέ καί σοφοί ὄντες ἐμωράνθησαν, εἴπερ ἐφωτίσθησαν, καί οὐκ αὐτοί μέν ἐμωράνθησαν, τῇ δέ σοφίᾳ τούτων μέτεστι συνέσεως; Ἀλλ᾿ «ἐμώρανεν ὁ Θεός τήν σοφίαν τοῦ κόσμου τούτου», διό καί νῦν εἴ τις οὕτω ταύτῃ προσέχει τόν νοῦν ὡς δι᾿ αὐτῆς πρός θεογνωσίαν ὁδηγεῖσθαι μέλλων, τοῦτ᾿ αὐτό πάσχει καί μωραίνεται, σοφός ὤν.

Τί δέ ἡ κενή δόξα καί ὁ ταύτης οἷαπερ ὑπεζευγμένος ἔφιππος τῦφος ὅν ἐγκαλοῦσιν οἱ πατέρες ἡμῶν αὐτοῖς; Ἔνι τούς τετυφωμένους εἶναι πεφωτισμένους; Οὐχ ὁ ἀπόστολος ἰδιαίτατόν τι κρίμα  τοῦτον τοῦ διαβόλου φησίν;  Οὐχ «ὁ Κύριος ὑπερηφάνοις ἀντιτάσσεται»; Πῶς οὖν οἷς ἀντιτάσσεται διά φωτός ἐπιφαίνεται; Πῶς ἡ διδομένη χάρις τοῖς ταπεινοῖς εἰς τούς ὑπεναντίους τούτοις εἰσοικισθήυσεται; Καί οὐχ οἱ πατέρες μέν ἡμῶν ἐκείνων τόν τῦφον καί τό κενόδοξον ἴσασιν, ἀλλήλοις δ᾿ οὐ συμμαρτυροῦσιν ἐκεῖνοι τοῦτο; «Τί τοῦτο Διόγενες; Καταπατῶ, φησίν ὁ Διογένης, τόν τῦφον τοῦ Πλάτωνος. Ἑτέρῳ τύφῳ, Διόγενες», ὁ Πλάτων ἀντεγκαλῶν ἀπεφήνατο. Εἶδες πῶς τόν τῦφον ἀλλήλοις προσεμαρτύρησαν; Πλάτωνι δέ ἄρα καί τοσοῦτο καλόν ἡ κενοδοξία δοκεῖ, ὥστε καί ταύτην αἰτίαν φάναι τῶν ἀρίστων ἔργων ἡμῖν καί συνεπιλαμβάνειν ἡμᾶς ταύτῃ τ᾿ ἄριστον.

Εἶδες μεμωραμένην σοφίαν καί οἷρα σκότος ἤ ψευδές φῶς, ἀκτινομοθετοῦσαν τῷ ἀληθινῷ φωτί λέγοντι, «μή ποιεῖτε πρός τό θεαθεῖναι τοῖς ἀνθρώποις»; Ἆρ᾿ ἔσχον διά φωτός ἐκεῖνοι «τόν βλέποντα ἐν τῷ κρυπτῷ» καί πρός τήν δόξαν τῶν ἀνθρώπων ἐπί τοσοῦτον ἐπτόηνται καί πρός αὐτήν αὐτοί τε πάντα καί λέγειν καί πράττειν ἀνέχονται καί τούς ἄλλους πείθουσιν; Ἄκουσον Παύλου, τοῦ ἀληθινοῦ θεόπτου καί θεορρήμονος, ἐφ᾿ ὅν ὡς ἀληθῶς θεία «θέα παραγέγονεν ἄνωθεν», ᾧ καί «φῶς» ἀληθινόν «ἐπέλαμψε νοερόν», ὑπερφυές οἷον, ἐν ᾧ καί καθάπερ ἐν ἑστίᾳ λίαν ἐπαναπέπαυται, διό καί «σκεῦος ἐκλογῆς» ἀκούει, δι᾿ οὗ καί τά θεῖα μεμύηται. Τί φησιν ἐκεῖνος; «Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε». Περί δέ ἑαυτοῦ τί; «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἄν ἤμην». Ἐπιγινώσκεις τῷ καρπῷ τό δένδρον; Τό τοίνυν τἀναντία καρποφοροῦν ἆρ᾿ οὐχί καί τῆς ἐναντίας ρίζης ἐναργῶς ἀναπέφηνε; Τῷ δέ φωτί τί γε ἄλλο τοὐναντίον ἤ τό σκότος ἐστί, κἄν τό φῶς ὑποκρίνηται καί τούς τῷ ἀληθινῷ φωτί μήποτε πελάσαντας διαλέληθεν;

Οὐκοῦν ἀσφαλές ὁμιλεῖν περί Θεοῦ τούς μή ὁμιλεῖν εἰδότας Θεῷ, καί περί φωτός μή προσύλου κρίνειν τούς οὐχ ὑπέρ τό φῶς εἰδότας τουτί τό τυγχάνον ὑπ᾿ αἴσθησιν, μηδέ τό νοερόν τῆς ψυχῆς νοερῷ καί ἀληθεῖ τετελεσμένους φωτί καί «τήν ἐν Χριστῷ κεκρυμμένην ζωήν» ὡς ἀληθῶς εὑρομένους καί ἀναστάντας τήν πρώτην ἀνάστασιν. Οἱ δέ ταύτης εὐμοιρηκότες καί τήν καρδίαν οἷα λυδίαν ἔχουσιν, ἀπειλικρινημένην καί κριτικωτάτην οὖσαν, αἱς οὐκ ἄν λήσαις χαλκόν διηνθισμένον ἄνθει περιτακέντι χρυσοῦ προσάγων˙ ὧν καί τά αἰσθητήρια γεγυμνασμένα πρός διάκρισιν καλοῦ τε καί κακοῦ, καί τήν ἀκοήν οὐκ ἄν θέλξαις οὐδ᾿ ἄν κλέψαις οὐ᾿ ἄν πείσαις, κἄν πρός τό λίαν ἐπαγωγόν εὐπρεπῶς καί πιθανῶς εὖ μάλα συμφορήσῃς καί διαθῇς τά ὀνόματα˙ καί γάρ δεινοί καί διά τούτων φωράσαι τό ἀηδές καί ἀπρεπές καί φευκτόν τῆς ἐνδομυχούσης ἀπάτης, οἵ καί καλῶς ἄν φαῖεν τό συζυγεῖν ἐνηρμόσθαι τοῖς ἐν ἀβλεψίᾳ τούς ὁρῶντας ὑποκρινομένοις ἐκεῖ˙ καί γάρ ἔλαθον ἑαυτούς τήν σφετέραν ἀπάτην παραγυμνώσαντες.

Συνδεῖται γάρ, οὐχ ἑνοῦται τό πονηρόν πενῦμα ταῖς κακοδαίμοσιν ἐκείναις ψυχαῖς˙ διόπερ, ὥσπερ ἔξωθεν διά τέλους τό τῆς πλάνης παρυφιστάμενον ὁρᾶται φῶς,  οὐ κατά τήν εἰς ἑαυτόν συνέλιξίν τε καί ἐπιστροφήν τοῦ νοῦ˙ (χειραγωγεῖ γάρ αὕτη πρός τό θεῖον ἀπλανῶς ἀεί), οὔκουν κατ᾿ αὐτήν, ἀλλά κατά τήν διά τῶν λογισμῶν ἤτοι νοημάτων διεξοδικήν ἐνέργειαν τά τῆς πλάνης ἐπιγίνεται, ὅταν τις ἄνευ νοητῆς σιγῆς ἐφίηται τοῦ τῆς ἐποψίας μυστηρίου. Συμμίκτους γάρ τάς ἐνεργείας ἐχούσης τότε τῆς ψυχῆς, καιρόν ἐν τοῖς μή προσεκτικωτάτοις καί τῇ ταπεινοφροσύνῃ μή κατησφαλισμένοις ἔχει παρεισδύεσθαι καί συναναμίγνυσθαι ταύταις τό τῆς πλάνης πνεῦμα, καί τήν εἴσοδον οὕτω κλέψαν, ἤν καί μετά ταύτην λάθῃ, παραμένει τῇ ψυχῇ, τἀγαθόν ἔστιν, ἐφ᾿ ὧν ὑποκρινόμενον καί δι᾿ αὐτῶν αὐτῇ συνδούμενον, ἀλλ᾿ οὐχ ἑνούμενον. Τοῦ γάρ ἀγαθοῦ Πνεύματος μόνου δι᾿ ὅλων τε καί πάντων χωρεῖν «πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων», ὡς Σολομῶντι καί τῇ ἀληθείᾳ δοκεῖ.

Καί ἴσασιν οἱ μεμυημένοι καί λέγουσιν οὐ συζυγίαν ὀλίγοις μέρεσί τισιν ἤ δυνάμεσι τήν ἀλληλουχίαν παρεχομένην, ἀλλ᾿ οἷον ἀνάκρασιν εἶναι πρός ψυχήν τοῦ φωτός τῆς χάριτος τήν ἐνοίκησιν, θαυμαστήν οἵαν, ἄρρητον σχεδόν καί ἀνήκουστον. Τίς γάρ ἄν παραστήσαι λόγος πῶς καί διαφοιτᾷ πρός πᾶσαν καί καθ᾿ ἑαυτό ἀνεκφοιτήτως μένει καί τό πᾶν περιέχει κἀν τῷ μέρει ἀμερῶς χωρεῖται καί μεθεκτόν γίνεται καί οὐδεμίαν ἔχει πρός τό μετέχον συμμιγῆ κοινωνίαν καί ἄκρατόν ἐστι καί ἀναφές καί ἕν ἐν θεωρίᾳ Πνεῦμα μετά τῶν διά καθαρᾶς προσευχῆς ἐντυγχανόντων γίνεται κατά τήν πρός τόν ἴδιον πατέρα τοῦ κοινοῦ Πατρός ὑπέρ ἡμῶν εὐχήν˙ «δός γάρ αὐτοῖς» φησιν «ἵνα καθάπερ ἐγώ, Πάτερ, ἐν σοί καί σύ ἐν ἐμοί, καί αὐτοί ἐν ἡμῖν ἕν ὦσιν ἐν ἀληθείᾳ».

Καί τό ὑπερβάλλον δέ μέγεθος τῆς πρός ἡμᾶς ἀγάπης τοῦ Θεοῦ διά τῆς ἀνακράσεως ταύτης ἐναργές ὅτι μάλιστα παρίσταται. Τό γάρ ἕν ποιεῖν τά πλείω τῆς ἀγάπης τό ἰδιαίτατον˙ διαφόροις δέ τοῖς τρόποις συναγωγός γίνεται τῶν διεστώτων, ὧν οἱ πλείους δι᾿ ὁμοιότητος δοκοῦσι τήν ἕνωσιν ποιεῖσθαι, διό καί λόγος παλαιός ἐστιν ὁ καθωμιλημένος καί διατεθρυλλημένος οὗτος˙ «ὁμοιότης φιλότης». Ἡ δέ τοῦ γαμηλίου συναλλάγματος ἔχειν τι δοκεῖ τῶν ἄλλων πλέον, ἀλλ᾿ οὐδ᾿ ἐκεῖνο σύμφυσις οὐδ᾿ ἀνάκρασίς ἐστιν, ἀλλ᾿ ὁμιλίᾳ τινί καί προσκολλήσει κατά τήν γραφήν ἕν τά πλείω γίνεται˙ «καταλείψει» γάρ φησιν «ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί προσκολληθήσεται τῇ γυναικί αὐτοῦ καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν»˙ καί σάρκα μόνην, ἀλλ᾿ οὐχί καί πνεῦμα ἕν. Ἡ δέ τοῦ Θεοῦ πρός τούς ἠξιωμένους ἕνωσις, ἑνώσεως πάντα τρόπον ὑπερβάλλουσα τῷ παντελής εἶναι, καί τοῦ χωροῦντος κρεῖττον ἤ λόγος δι᾿ ὅλων τῶν καθαρῶν πνευμάτων Πνεύματος, καί τήν τοῦ Θεοῦ ἀγάπην ὑπερβάλλουσαν καί μόνην ὄντως ταύτην ἀγάπην εἶναι παρίστησι˙ μόνη γάρ ὑπερκοσμίως συμπτύσσει καί εἰς ἕν ἀραρότως συνάγει τούς ἐραστάς. Τίνι δέ τρόπῳ καί πρός τό συνημμένον σῶμα τῇ καθαρᾷ ταύτῃ καί κεχαριτωμένη ψυχῇ ταύτην δι᾿ αὐτῆς διαπορθμεύει τήν χάριν, νῦν λέγειν οὐ καιρός. Ἀλλ᾿ οὐχί καί τό δαιμόνιον πνεῦμα δύναιτ᾿ ἄν ποτε δι᾿ ὅλης χωρῆσαι τῆς ψυχῆς οὕτως, ἀλλ᾿ ἐκπεσόν τῆς ἄνω συνοδίας ἀνακτᾶσθαι ταύτην, κακῶς  μέν ἀλλ᾿ ὅμως δι᾿ ἐφέσεως καταλλήλου τῆς ἐκπτώσεως, ὡς ἐνόν αὐτῷ, πειρᾶται τῇ τῶν ὑπ᾿ αὐτοῦ φενακιζομένων πρός αὐτό ἀφομοιώσει˙ τό δέ ποθοῦν ἐκτρέψαν τῆς ψυχῆς, ἑτέρας μέν πρός ἕτερον, πρός ἕν δ᾿ ὅμως, εἰς ἅ πάντ᾿ ἐκεῖνο παρετράπη, διά τούτου πρός αὐτούς εἴσοδόν τε καί ἀνάπαυσιν εὑρόμενον τοῖς ὑπ᾿ αὐτοῦ παρατετραμμένοις συζυγεῖ, οἱονεί ζυγόν ἕνα τόν πρός τό αὐτό φέροντα τέλος πόθον ὑπερχόμενον καί ὡς κράτος ἔχον αὐ τό τῆς ἀπωλείας καί οὐχ ἑκόντας εἶναι τούς ἀθλίους ἔστιν ὅτε διά τῆς συζυγίας ἐπισπώμενον πρός ταύτην˙ οὕτω τοῦτο συναγελάζεταί τε καί συνδιάζεται, τοιαύταις ἐπαφαῖς, τοιαύταις ἐπιπλοκαῖς ἤ ἐγγύς αὐτῶν˙ ἐπί τοῦ τοιούτου τοίνυν κατάλληλον τό συζυγεῖν.

Ἡ δ᾿ ἀληθής θεωρία πῶς ἄν εἴη συζυγία; Πῶς δέ καί τό φῶς τῆς ἐκείνων θεωρίας εἴη ἄν ἀληθῶς συνεπτυγμένον καί ἁπλοῦν καί ἀμερές, ὅ τῶν πολλῶν καί πονηρῶν δοξασμάτων οὔμενουν ἀπήλλαξεν αὐτούς, οὐδ᾿ εἰς μονοειδῆ καί ἀληθῆ συνήγαγε γνῶσιν τούς ὁρῶνας; Οὐ μήν ἀλλ᾿ ἐπεί πολυσχιδές τό κακόν καί τό ἀπό τῆς πονηρᾶς ρίζης δένδρον πολυφορώτατον, ἡμεῖς δ᾿ οὐκ ἔχομεν διορατικῇ δυνάμει τῆς πιότητος διαρκῶς ἐφικέσθαι τῆς ρίζης, φέρ᾿ ἴδωμεν ἀπό τῶν καρπῶν αὖθις, δηλονότι τῶν ἔργων, τόν Σωκράτους καί Πλάτωνος καί τῶν κατ᾿ αὐτούς φωτισμόν. Πόθεν οὖν τοῦτον ἀκριβῶς ἐπιγνῶμεν; Ἆρ᾿ ἐκ τῶν νόμων τῆς ἀθεμιτογαμίας ἤ τῶν ἔργων τῆς παιδεραστίας ἤ τῶν περί θεούς καί δαίμονας καί ἥρως δογμάτων ἤ τῆς τῶν ψυχῶν ἡμῶν κατακεχυμένης τερατολογίας ἐκείνης,  ἥ προχεῖ ταύτας οὐρανόθεν καί μετεγχεῖ, πλαζομένας ἐν γῆς ἀπό σωμάτων εἰς σώματα μή κατάλληλα πρίν καταδῦναι ἤ ἀναδῦναι, ὡς ἑκάστη τούτων ροπῆς ἐδυστύχησεν ἤ εὐμοίρησεν;

Οὐδέ τό συμπαρομαρτοῦν τῷ Σωκράτει δαιμόνιον, ᾧ καί διετέλει διά βίου πειθόμενος, ὑπέφηνέ σοι τῷ καθ᾿ ἡμᾶς φιλοσόφῳ τίς ἐκείνων ὁ φωτισμός; Οὐδ᾿ ὑπό τοῦ φανέντος δράκοντος, τοῦ πλατωνικοῦ θνήσκοντος Πλωτίνου, συνιδεῖν ἐδυνήθης τίς ἐκείνων ὁ φωτισμός καί τί τό συνόν ἐκείνοις δαιμόνιον, ὅ θεῖον ἐκεῖνος καλῶν τό ἐν αὐτῷ καθάπερ αὐτός λέγει, θεῖον ἀνάγειν ἔσπευδε πρός ἐκεῖνο καί διά βίου καί τελευτῶν; Ἀλλ᾿ ἄκουσον Ἀπόλλωνος τοῦ Πυθοῖ καί μαθήσῃ πόθεν ἐκείνοις ὁ φωτισμός˙ ἐρομένου γάρ Ἀμελίου τοῦ Πλωτίνου ἑταίρου, ποῦ κεχώρηκεν ἀποβεβιωκότος ἡ τούτου ψυχή, Ἀπόλλων αὐτός «ἀμφ᾿ ἀγανοῖο φίλοιο μελίχρους ὕφηνε φωνάς», καί πρός αὐτήν ἐπεστραμμένος τήν Πλωτίνου ψυχήν πρός τοῖς ἄλλοις ᾖσε καί ταῦτα˙ «πολλάκις σοῖο νόοιο βολάς λοξοῖσιν ἀταρποῖς ἱεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν, ὀρθοπόρου ἀνά κύκλους, ἄμβροτον τ᾿ οἶμον ἄπειραν ἀθάνατοι θαμινήν φαέων ἀκτῖνα πορόντες˙ νῦν δ᾿ ὅτε σκῆνος μέν λύσαο, σῆμα˙ δ᾿ ἔλειψας ψυχῆς δαιμονίης, μαθ᾿ ὁμήγυριν ἔρχεαι ἤδη δαιμονίην».

Εἶδες πόθεν ἐκείνων τό φῶς καί τίσι συντάττει τάς ἐκείνων ψυχάς; Τί δέ θαυμαστόν εἰ παρά τῷ τοῦ ψεύδους πατρί τό  μέν σκότος πρός ἀπάτην δείκνυται φῶς, μεταβάλλει δ᾿ ἐψευσμένως εἰς ἄλληλα μετά τῶν πραγμάτων καί τά ὀνόματα, τό λοξόν τε καί τό ὀρθόν; Σύ δ᾿ ὁ μετά τοῦ Ἀπόλλωνος πεφωτισμένους ἐκείνους ἀνακαλῶν, τάχα κάι πλατώνεια καί σωκράτεια πείσαις ἄγειν ἡμᾶς, ἐπεί Πρόκλου τοῦ Λυκείου ταῦτ᾿ ἐπετείως ἄγοντος φῶς ὡράθη ποτέ τοῖς συμμύσταις τήν κεφαλήν αὐτοῦ περιθέον˙ ἀλλά τοῦτ᾿ ἔδειξεν ἡμῖν τό φῶς αὖθις ὅθεν ὁ περί τήν αὐτήν αὐτοῦ κεφαλήν φανείς ἕρπων δράκων, ἤδη τελευτῶντος αὐτοῦ, καί αὐτός δέ οὐκ ἀπηξίωσεν ἔτι περιών ἐξειπεῖν ὅθεν τό φῶς ἀνέλαμψεν ἐπ᾿αὐτόν ἐκεῖνο. Καθαρμοῖς γάρ χαλδαϊκοῖς, ὡς αὐτός φησι, χρώμενος «ἑκατικοῖς φάσμασι φωτοειδέσιν αὐτοπτουμένοις ὡμίλησε»˙ «τῆς δέ Ἑκάτης σκοτεινά» φησιν ὁ ἀληθής θεολόγος «τά φάσματα». Ὁρᾷς τρανῶς, ὅπως τό φῶς ἐκεῖνο σκότος ἐστίν αὐτόχρημα;

Τοῦτ᾿ ἄρα τοῦ προτέρου σκανδάλου μεῖζον καί ἐναργέστερον. Εἰ γάρ θεόπτας καί θεοδιδάκτους καί ὑπό Θεοῦ πεφωτισμένους εἶναι Σωκράτεις καί Πλάτωνος καταδεξαίμεθα, καθάπερ δικαιοῖς  αὐτός, καί τούς παρά τούτων ἀκηκοότας τάς θείας ἀποφάνσεις καί πιστεύσαντας θαυμαστούς καί ζηλωτούς τῆς προαιρέσεως ἕνεκα καί πειθοῦς καί αἰδοῦς τῆς πρός ἐκείνους, ζηλοῦν καί ἡμᾶς ἀνάγκη τούτους καί πιστεύειν ἐκείνοις ὡς εἰ μή τῶν ἐπιστημόνων, τῶν γοῦν θαυμασίων καί μακαριστῶν γενοίμεθα. Ταῦτ᾿ ἄρα μαντείαν μέν τοῖς ἀρίστοις ἐγκρινοῦμεν τῶν ἐπιτηδευομένων ἐν ἀνθρώποις, ἀρεστοί δ᾿ ἀποφανθείημεν τῷ μαντικωτάτῳ Φοίβῳ, τήν ἀνάρρησιν τῆς καθ᾿ ἡμᾶς σοφίας καί τοῦ κατ᾿ αὐτήν πολλῶν ἤ πάντων διαφέρειν ἐκεῖθεν ἀναδεδομένην ἔχοντες βεβαίαν.

Καί τίς ἄν ἔτ᾿ ἰσχύσαι καταλέξαι λόγος τά ἄλλα τῆς ἀπάτης εἴδη καί τόν ὁρμαθόν τῶν κακοδόξων δογμάτων καί τόν συρφετόν τῶν αἰσχρῶν καί πονηρῶν παθημάτων καί τάς ἀποματτομένας ἐκ τούτων ἀνιέρους κηλῖδας τοῖς πεφωτισμένους ἐκείνους ἀξιοῦσι λαλεῖν; Οὐκ ἀκούεις τοῦ λέγοντος, «βάλλε μοι Πλάτωνος τάς ἰδέας», ἀνατυπώσεις δή τινας καί μελέτας πρό τῶν ἔργων ἐν διανοίᾳ, οὔτε ἄνευ πάθους οὔσας καί πρεπούσας ἀνθρώποις μᾶλλον οἰκοδομοῦσι, δεδιόσι τήν ἐξ ἀπερισκέπτου τούτοις ἔσθ᾿ ὅτε προσγινομένην ἀποτυχίαν, ἤ τῷ Θεῷ, οὗπερ ἔργον καί τό ἐννόημα; Εἰ δ᾿ ἔργον καί τό ἐννόημα, καί πρό τούτου δεήσει παραδειγμάτων τε καί ἀνατυπώσεων ἄλλων, οὐκοῦν καί τῶν ἰδεῶν ἔσονται ἰδέαι, καί τοῦτο ἐπ᾿ ἄπειρον, εἰ μή τι καί πλέον ἐκεῖνος νέμει ταῖς εἰρημέναις ἰδέαις, καί πλέον κακῶς.

Ἀλλά τοῦτο μέν ἀφῶμεν˙ ἐγώ δ᾿ ἄν σοι προσθείην εἰπών ὡς ‘βάλλε μή τάς ἰδέας μόνον, ἀλλά καί τάς θεωρίας καί τά ψευδώνυμα τούτου φῶτα, δι᾿ ὧν ἐκεῖνος τοῖς ἀπατηλοῖς δαίμοσι συνεζύγη καί δι᾿ ὧν ἐμυήθη, μή ὅτι κακούς ἀλλά καί ἀγαθούς εἶναι δαίμονας, καί ψυχήν αἰθέρος καί ψυχῶν περιόδους καί τούς ἐπ᾿ αὐτάς διά τῶν καλῶν σωμάτων οὐ καλούς ἔρωτας’. Τί δ᾿ οἱ πρῶτοι θεοί καί δεύτεροι καί τούτων ἔτι μείους τήν φύσιν τε καί τήν δύναμιν, ὧν οἱ μέν τό κυρτόν τῆς οὐρανίου σφαίρας ἐπιπορεύονται, οἱ δ᾿ ὑπό τό κοῖλον περινοστοῦσιν, οἱ δ᾿ ἔγγειοι καί ὑπόγειοι, μηκέθ᾿ οὗτοι θνητῶν, ἀλλά τεθνηκότων αὐτοκράτορες ὄντες; Τριχθά γάρ πάντα δέδασται κατ᾿ αὐτούς φάναι, τούς καί ποιητάς καί κληροδότας τῶν οἰκείων θεῶν. Τί δ᾿ αἱ  περίεργοι θυσίαι, ψυχαγωγίαι τε καί θεαγωγίαι καί θεουργίαι καί ὁ τῶν μαινομένων ἔπαινος καί, τό σύμπαν εἰπεῖν, ὁ περί τά τοιαῦτα πλατύς λῆρος καί σαφής μᾶλλον ἤ μυστικός; Ταῦτ᾿ ἄρα περί τῶν διαπεπτωκότων ἄνωθεν καί τῶν ἀπό τούτων ἐλλαμπομένων, τουτέστι σκοτιζομένων τό τῆς ψυχῆς νοερόν, καί ἀπό τῆς κάτωθεν θέας παραγεγενημένης, ἤ περί τῶν ὑπέρ ἡμᾶς καί ἀπό τῆς ἄνωθεν.

Τί δ᾿ ἵνα πάλιν ἀπό τῆς ἀληθοῦς καί φερωνύμου καί ἱερᾶς καί γνησίας τῇ θεολογίᾳ φωνῆς τά ψευδώνυμα καί νόθα φαυλίσωμεν, «τί τοίνυν Ἀριστοτέλους ἡ μικρόλογος πρόνοια καί οἱ θνητοί περί ψυχῆς λόγοι καί τἀνθρωπικόν τῶν δογμάτων;». Ἆρα ‘κατανενοηκότος τήν ὑπεροχήν τοῦ Θεοῦ˙ καί τήν ἀξίαν ἐξευρηκότος παντός μᾶλλον τῇ θείᾳ φύσει φωνήν τό ὑπέρ ἀπόδειξιν τοῦτο; Ἤ καί τοῦτο πλάνη σαφής ἀνθρωπίνης διανοίας τυγχάνον, καί ταύτης ἐσκοτισμένης καί ἀντιθέου καί θηρωμένης μέν δόξαν ὡς ἐφικνουμένης, πειρωμένης δέ διαφυγεῖν τοῦ ψεύδους τόν ἔλεγχον, ὡς ἀποδεῖξαι μή δυναμένης καί τοῖς ἄλλοις μεταδιδόναι τῆς ὑπερφυοῦς καί θαυμαστῆς ἐπιστήμης καί τῷ δοκεῖν ἐξαίρειν κατασπώσης τό ἀπερινόητον ὕψος ἐκεῖκνο καί ἀταπείνωτον; Εἰ δέ τῷ διδασκάλῳ τοῦθ᾿ ὑποκριναμένῳ μή συμβαίνειν τοῦτον τήν γνώμην δοίημεν, καίτοι τινά ἄν ἔχοι τουτί τόν λόγον, δεδόσθω δ᾿ ὅμως˙ ἀλλά θεῶν πλῆθος σαφῶς καί αὐτός πρεσβεύει καί τῷ τῶν θεῶν, ὡς αὐτός φησι, πρώτῳ τῆς κυρείας ἥκιστα τό πᾶν δίδωσι, καί τάς δυνάμεις ἐπιχειρεῖ καταλέγειν, αἵ κινοῦσι  τά θεῖα δοκοῦντά οἱ σώματα, καί τό δαιμόνιον φῦλον ὑπέρ ἡμᾶς ἅπαν τίθεται, καί τό ὑπέρσεμνον καί θεοπρεπές μόνον, τό ὑπέρ ἀπόδειξιν τοῦτο, τοῖς τοιούτοις θείοις δωρεῖται, καί παρά τοῦτο ταῦθ᾿ ὑπέρ ἡμᾶς λογίζεται.

Μέγα μέντ᾿ ἄν εἴημεν πεποιηκότες καί τοῖς ἡμετέρας μοίρας ὡς κοινόν τε καί χάριεν, εἰ κατ᾿ Ἀριστοτέλην καί τόν τούτου διδάσκαλον ὑπέρ ἀπόδειξιν τό θεῖον νομίσαιμεν, ὅπερ ἡ κατ᾿ αὐτούς ἐπιστήμη τε καί θεωρία καί τοῖς δαίμοσιν ἀποδίδωσι˙ καί σέ γε αὐτός οὐκ ἄν ἄλλως φαίης, ὥσπερ οὐδ᾿ ἡμεῖς, ἕως ἄν ὑπό διδασκάλοις Ἀριστοτέλεσί τε καί Πλάτωσι προαιροίμεθα ζῆν. Ἀλλ᾿ ἡ καθ᾿ ἡμᾶς ἀπόδειξις καί τῶν καθ᾿ ἡμᾶς διδασκάλων οὐ μόνον ἔκπτωτόν τε καί ἔσχατον καί πονηρόν τό δαιμόνιον ἅπαν ἀποδείκνυσι γένος, πονηρόν μέν διά τήν ἐκ τἀγαθοῦ φυγήν καί τήν εἰς ἡμᾶς συνεργίαν πρός ἔλλειψίν τε καί ἀπολίσθησιν τήν ἀπ᾿ αὐτοῦ, ἔσχατον δέ διά τό πορρωτάτω εἶναι τοῦ ἀνωτάτω, ἔκπτωτον δέ ὡς ὑπέρ ἡμᾶς ὄν πρότερον, εἶτ᾿ ἐπί τοσοῦτο τῆς ἀξίας ταύτης ἀπωσμένον καί οὕτω πρόσυλον μᾶλλον γεγονός ἡμῶν ὡς ἀνέλπιδα τήν εἰς ὑπερκόσμιον καί ἰσάγγελον τάξιν ἐπάνοδον παντάπασιν ἴσχειν, ἥτις ἡμῖν ἐπηγγελμένη καθέστηκεν, οὐ ταῦτα μόνον τουτί τό γένος δείκνυσιν ὄν, ἀλλά καί τοῖς ποσίν ἡμῶν ἐγκαλινδούμενον εἰς τό καταπατεῖσθαι παρ᾿ ἡμῶν˙ ἡ δ᾿ ἐπί τῶν ἐσχάτων καί κατωτάτω λογικῶν οὐσιῶν τήν ἀληθῆ θηρωμένη δόξαν, καί περί τῶν ἀνωτάτω καί ὑπέρ ἡμᾶς ἀψευδής διδάσκαλος ἔσται˙ τῶν γάρ ἐναντίων τήν αὐτήν ἐπιστήμην εἶναι, καί ἡ αἴσθησις ἄν διδάξειεν.

Εἶδες πόσον ἀπέχει τοῦ ὑπέρ ἀπόδειξιν ἐκείνου ἡ ἀπόδειξις αὕτη;  Σχεδόν ὅσον ψεύδους ἀλήθεια καί γνῶσις ἀγνοίας καί τοῦ σκότους τό φῶς, εἴπερ ψευδοῦς μέν καί ἀνοήτου καί σκοτεινῆς διανοίας ὑπέρ ἡμᾶς τούς δαίμονας λέγειν τε καί λογίζεσθαι, γνώσεως δ᾿ ἀληθοῦς καί πεφωτισμένης εἰδέναι τήν δεδομένην ἡμῖν ἀξίαν «πατεῖν ἐπάνω ὄφεων καί σκορπίων καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ»˙ Τί δ᾿ ὅταν καί πρός τήν ἀσφαλῆ καί τρανήν καί ἀληθῆ δίξαν, τήν περί αὐτῆς τῆς αὐτοαληθείας, ἀναβιβάζῃ, τοῦ πρώτου καί μόνου καί ἀπολελυμένου τοῦ παντός καί ἁπλῶς καί ἀπεριορίστως καί αὐθυπερουσίως ὄντος; Τί τοίνυν ἡ ἀπόδειξις ἡμῖν αὕτη, ὅτε καί τήν ἁπλανῆ περί τούτου χαρίζεται δόξαν; Τίς αὐτῆς προτιμῶν ἤ καί εἰς ἴσον ταύτῃ τιθείς τό κατ᾿ Ἀριστοτέλην, ὡς αὐτός φῄς, ὑπέρ ἀπόδειξιν, οὐ τόν οὐρανόν εἰς γῆν κλίνει καί τά ἅγια συντάττει τοῖς ἐναγέσιν;

Ὑπέρ ἀπόδεξιν μέν γάρ λέγειν σε τό θεῖον καί ἡμεῖς συγχωρήσομεν, οὐχ ἕως μέντοι κατ᾿ Ἀριστοτέλην τοῦτο λέγεις, ὡς νῦν τοῦτο φῄς λέγειν˙ χαμερπής γάρ, ὦ τάν, ἡ περί τῶν θείων τοῦ ἀνδρός δόξα καί ὡς εἰπεῖν ἄδοξος˙ πῶς γάρ οὐ, ὅς ἵνα κατά τό ἀποστολικόν εἴπω, γνούς τόν Θεόν, οὐχ ὡς Θεόν ἐδόξασεν ἤ ἐσεβάσθη, ματαιωθείς δ᾿ ἐν τοῖς οἰκείοις διαλογισμοῖς, δαίμοσι μέν ἐπεφήμισε τό θεῖον, κτίσμασι δ᾿ἔστιν οἷς προσεμαρτύρησε τό ἀγένητον, ψυχῶν δέ τῶν ἡμετέρων, τό γε εἰς αὐτόν ἧκον, ἀπεσύλησε τό ἀθάνατον; Ὁ γάρ θύραθεν νοῦς οὐδέν πρός ἡμᾶς˙ ὁ δέ δυνάμει τούτου χωρίς καί κατ᾿ ἐκεῖνον αὖθις οὐδέν.

Συνῆκας ᾗ κακοῦ φέρει φιλότης, τό μή πάντα στοιχεῖν ταῖς θεοπνεύσταις Γραφαῖς, ἀλλά καί τούς ἐπ᾿ αὐτάς αὐταῖς χρωμένους ἐξελέγχειν ἐθέλειν αὐτόν δέ ζητεῖν τήν ὑπέρ τούς πατέρας εὐσέβειαν; Ἐντεῦθεν γάρ τούς μεμωραμένους σοφούς δεῖν οἴεσθαι πεφωτισμένους ἀναγράφην ἐπήρθης, οἵ καί τόν Θεόν ὑπό τήν σφῶν αὐτῶν πεποίηνται νόησιν, χαλεπόν εἶναι λέγοντες, ἀλλ᾿ οὐκ ἀδύνατον, νοῆσαι Θεόν˙ ταῦτ᾿ ἐμυήθησαν τά ἀπόρρητα ὑπό τοῦ διά φωτός ἐπιφανέντος αὐτοῖς. Ἀλλά γάρ ἔλαθον ὑπό τοῦ ζήλου καί τοῦ λόγου συναρπασθείς πρός τούς κατ᾿ αὐτῶν μακρούς λόγους παρά τήν ἡμετέραν ἀρτίως πρόθεσιν. Ἐπάνειμι τοίνυν, καί πολλά καί περί πολλῶν ἔτ᾿ ἔχων λέγειν καταλείψω τά  πλείω˙ μικρά δέ προσειπών, ἔπειτα τῷ καλῷ τῆς ἀγάπης προσρήματι τόν λόγον ἐπισφραγίσομαι (ταύτῃ γάρ οἶδα καί σέ μετάμελον ἐσόμενον ἕξων), τοῦ λήγειν ἔτ᾿ ἐπί δυσφήμων ἀφέμενον.

Ἐκεῖνοι μέν οὖν, οὕς ἔξω σοφούς τῇ καθ᾿ ἡμᾶς ἐκκλησίᾳ νενομισμένον καλεῖν, ὡς ἔξω δηλαδή καθεστῶτας τῆς ἱερᾶς περί Θεοῦ γνώσεως, ἐκεῖνοι τοίνυν, οὐδ᾿ ὅτι τοῖς ἀνθρώποις ἀκατάληπτος ὁ Θεός ἐνενόησαν, δυσκατάληπτον εἰπόντες αὐτόν˙ ἡμεῖς δέ, μή ὅτι τῷ καθ᾿ ἡμᾶς νῷ, ἀλλά καί αὐτοῖς τοῖς ἀπεξῃρημένης πάσης περιπεζίας ὑφέσεως καί διά τό ὑπεναναβεβηκός τῶν ἐγγιζόντων καί λειτουργούντων τῇ θείᾳ μεγαλειότητι κτισμάτων νοῖς, θρόνοις ὀνομαζομένοις, ἀκατάληπτον ἴσμεν τόν Θεόν. Οὐ μή τῷ πάντων ὑπεξῃρῆσθαι τά θεῖα καί ἀποδείξεως τελέως ὑπεξῃρῆσθαι λέγομεν, μᾶλλον μέν οὖν λέγομεν μέν, ἀλλ᾿ οὐ ταύτης ἥν σύ, καίτοι θέλων ἐς τά μάλιστα ἀποσεμνύνειν, ὅμως ἐπί τοσοῦτο λέγεις εὐπερίτρεπτον ὡς ὑφ᾿ ἑνός καί τοῦ τυχόντος ἀντιλεγομένην ἀνίστασθαι καί μηκέτ᾿ ἀπόδειξιν εἶναι δύνασθαι.

Ὁ γάρ ἀποδεικτικός, καθάπερ αὐτός φῄς, συλλογισμός «πᾶσιν ἁπλῶς δοκεῖ εἶναι ἀληθής καί ἀμφισβήτησις περί αὐτοῦ οὐδεμία συνίσταται». Καί οὐδ᾿ ἐκεῖνο ἐνεθυμήθης, ὡς, εἰ μηδέν ἄλλο, διά γοῦν τάς πυρωνείους ἐποχάς, ἀπόδειξις λοιπόν τοιαύτη παντάπασιν οὐκ ἔσται, καί δι᾿ ὧν καταδησάμενος τήν λογιστικήν ἁρμονικήν καί ἀστρῴαν ἐπιστήμην φέρεις, αἱ γεωμετρικαί ἀνάγκαι δηλαδή τῶν ἀραχνίων νημάτων ἀδρανέστεραι γενήσονται καί διαπεσοῦνταί σου λυθεῖσαι τῆς σῆς ἀποδεικτικωτάτης διανοίας˙ πῶς γάρ ἄν καί φύσει γνωρίμους σχοίης τάς προτάσεις, ἐπεί καί Σέξτῳ καί Πύρωναι καί τοῖς κατ᾿ ἐκείνους οὐκ ἔνι συνδοκεῖν;

Οὐ ταύτης οὖν ὑπερτέρα τά θεῖα, (οὐδέ γάρ τόν ἥλιον ἐρεῖ τις φανότερον πυγολαμπίδος), ἀλλά καί τῆς πατροπαραδότου, καί οὐδέ τοῦτ᾿ ἀπό τῆς ἐκείνων γνώμης, προσάγομεν δ᾿ ὅμως χρείας καλούσης τήν δυνατήν, καί ταύτης ἀρχήν ἔχοντες τήν πνευματοκίνητον δύναμιν, καθ᾿ ἥν ὑπέρ νοῦν τοῖς ὑπέρ νοῦν ὡμιληκότες οἱ θεόσοφοι θεολόγοι θεοχαρίστως τε ἐδιδάχθησαν καί θεομιμήτως ἡμᾶς ἐδίδαξαν. Ὡς γάρ, εἰ καί πάντων ὑπεξῄρηται τά θεῖα καί λόγου παντός, ὕμνου τε καί δόξης ἡστινοσοῦν, ἀλλά καί λόγον λαλοῦμεν περί Θεοῦ καί ὑμνοῦμεν καί δοξάζομεν κατά τό ἐγχωροῦν αὐτόν ἔργοις τε καί λόγοις καί πάθεσι, καί δόξαν Θεοῦ καλοῦμεν, καί ὕμνον Θεοῦ τήν παρ᾿ ἡμῶν αὐτῶν δοξολογίαν ἀναφερομένην λέγομεν, οὕτω καί συλλογιζόμεθα καί ἀποδείκνυμεν καί τόν ἐπί τά θεῖα συλλογισμόν ἀπόδειξιν καλοῦμεν, κἄν εἰς ὦτα ἀκουόντων λέγωμεν κἄν μή, ἐπεί μηδέ πᾶσα διάλεξις καί διαλεκτική˙ κἀκ τοῦ σεμνοτέρου δεῖν οἰόμεθα καλεῖν αὐτόν, οὐ τούς οἰκείους λόγους, ὡς ἄν τις οἰηθείη, σεμνύνοντες, ἀλλ᾿ ὅτι περί Θεοῦ σεμνοτέρως προσαγορεύοντες καί ταῖς τῶν πατέρων συνῳδά φωναῖς καί κατ᾿ οὐδέν ἀπό τρόπου τῶν θεοπαραδότων λογίων.

Εἷεν˙ ἐκεῖνό γε μήν ἀρτίως καταξίωσον ἐπί νοῦν λαβεῖν ὡς ἀπό τῶν αὐτῶν καί κατά σέ διελεξάμην πρός σέ, κἄν τι μή λίαν εὔφημον ἀγαπᾶν ὡς σόν˙ «ἑόν γάρ» φασι «κακόν, ἀγαπητόν». Μή δή πρός ἡμᾶς ἀπαχθῶς σχοίης, μηδ᾿ ἀνῇς φιλῶν ἤ πρότερον, καθάπερ δή καί ἡμεῖς˙ οὕτω γάρ, εἰ καί τά τῶν λόγων ἡμῖν οὕτω συμβάν ἀντιτέτακται, ἀλλ᾿ ἐν τῷ φιλοῦντι τῆς ψυχῆς ἀδιαλώβητον ἕξομεν τό τῆς εἰρήνης καλόν˙ εἴη σοφώτατε ἀνδρῶν, οὐκ ὀκνήσαιμι δ᾿ ἄν εἰπεῖν καί φιλούντων τε καί φιλουμένων ἄριστε, καί ἰδεῖν ἠμᾶς ἀλλήλους καί περιχυθῆναι ἀλλήλοις καί δι᾿ ἀλλήλων ἀσπασμόν ἡμῖν γενέσθαι τόν αὐτόν ἐν ἁγίῳ φιλήματι.

 



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα