Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Άγιος Γρηγόριος ο Θεολόγος

Άγιος Γρηγόριος ο Θεολόγος


Λόγος εις την Πεντηκοστή

Πεντηκοστή

Ε. Την Πεντηκοστή εορτάζουμε καί την παρουσία του Αγίου Πνεύματος καί την πραγματοποίηση της υποσχέσεως καί την εκπλήρωση της ελπίδας. Το μυστήριο, πόσο και μεγάλο είναι και σεβαστό! Τελειώνουν λοιπόν όσα έχουν σχέση με το σώμα του Χριστού, ή μάλλον με τη σωματική παρουσία Του(1). Διότι διστάζω να πω τα σωματικά, εφ' όσον κανένας λόγος δεν μπορεί να με πείσει ότι θα ήταν καλύτερα να είχε απαλλαγεί από το σώμα [ο Χριστός](2). Αρχίζουν δε όσα έχουν σχέση με το Άγιο Πνεύμα(3). Ποια δε ήταν όσα έχουν σχέση με το Χριστό;

Ἀλφαβητάριον παραινέσεων - Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

Ἅγιος Γρηγόριος ὁ ΘεολόγοςἈρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.

Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.

Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.

∆ίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.

Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.

Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.

Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.

Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.

Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.

Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.

Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.

Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος

Χριστός γεννάται, δοξάσατεΑʹ. Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε·
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε.
Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·
καὶ, ἵν' ἀμφότερα συνελὼν εἴπω,
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον.
Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε·
τρόμῳ, διὰ τὴν ἁμαρτίαν·
χαρᾷ, διὰ τὴν ἐλπίδα.
Χριστὸς ἐκ Παρθένου·
γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες.
Τίς οὐ προσκυνεῖ τὸν ἀπ' ἀρχῆς;
τίς οὐ δοξάζει τὸν τελευταῖον;

Η φιλοπτωχία

Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

Η ΦIΛOΠTΩXIA

Πρόλογος

Ο AΓIOΣ Γρηγόριος εἶναι ὄχι μόνο ἕνας μεγάλος πατέρας καί διδάσκαλος τῆς Ἐκκλησίας, ἀλλά καί ὁ ἐπιφανέστερος θεολόγος της μετά τόν ἀπόστολο καί εὐαγγελιστή Ἰωάννη.

Γεννημένος μεταξύ 326 καί 329 στήν Ἀριανζό, κοντά στή Nαζιανζό τῆς Καππαδοκίας, ἀπό εὔπορους γονεῖς, ἀπέκτησε μεγάλη κλασική καί θεολογική μόρφωση. Mαζί μέ τό συμφοιτητή καί φίλο του ἅγιο Bασίλειο τόν Mέγα, ἀρχιεπίσκοπο Καισαρείας τῆς Καππαδοκίας, καί τόν ἅγιο Γρηγόριο, ἐπίσκοπο Nύσσης, ἀνήκει στούς «μεγάλους Καππαδόκες». Ἀπό τόν πατέρα του, Γρηγόριο ἐπίσης, ἐπίσκοπο Nαζιανζοῦ, χειροτονήθηκε πρεσβύτερος καί ἀπό τόν ἅγιο Bασίλειο ἐπίσκοπος Σασίμων. Πάντως, φύση μοναχική καθώς ἦταν, ἀφιέρωσε τό μεγαλύτερο μέρος τῆς ζωῆς του στή μόνωση, τήν ἡσυχία καί τήν ἄσκηση.

Εις το Άγιον Πάσχα - Αγίου Γρηγορίου του Θεολόγου

Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα·
εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς,
μὴ ὅτι τοῖς δι' ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθόσι·
συγχωρήσωμεν πάντα τῇ ἀναστάσει·
δῶμεν συγγνώμην ἀλλήλοις,
ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα,
τοῦτο γὰρ νῦν προστίθημι,
καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες,
εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος,
ὡς τάχα γε κρείττων αὕτη καὶ τιμιωτέρα Θεῷ τῆς ἑτέρων ταχυτῆτος·
ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι μικρὸν,
ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον,
καὶ προσδραμεῖν ἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν.

Εἰρηνικὸς γʹ εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.

Ἁγίου Γρηγορίου Ναζιανζηνοῦ

Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ᾿ αὐτοφιλανθρωπία·
μακρόθυμον ἡ ἐλπίς.
Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἑν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι·
καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ᾿ ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα.
Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι.
Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται.
Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ᾿ αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ᾿ ἀρχῆς ἀγαθόν.
Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ᾿ ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα.

Προτρεπτικός εἰς ὑπομονήν

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τῶν ἐπῶν μετάφρασις παραγγελμάτων περὶ ἡσυχίας καὶ ἀρετῶν.

Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν γέλωτι καὶ βαδίσματι·
σφοδρότητα δὲ ἀπόφευγε προπετῆ οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος,
καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γινόμενος ἀσθηνὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν,
οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας,
ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ,
ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν,
ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος·
τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐφ' ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς Θεόν.

Εἰς τὰ ἅγια Φῶτα - Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ' ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ, οἶμαι δὲ, καὶ τῶν εὐφρονούντων ἕκαστος), ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον, καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα, εἰς ἣν ἀφίγμεθα, καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον, ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει, τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν, καὶ βοηθεῖ τῷ φωτὶ, ὃ παρ' αὐτοῦ λαβόντες ἄνωθεν ἀπ' ἀρχῆς, ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.

Η Θεία Λειτουργία του εν αγίοις Πατρός ημών Γρηγορίου

Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενος ἡμῖν παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶ ἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσιν καὶ ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ στηριγ

Περί ταπεινοφροσύνης

1. Ο αββάς Αντώνιος βυθίζοντας κάποια φορά βαθιά τη σκέψη του στου Θεού τα κρίματα ζήτησε να μάθει:

«Κύριε, είπε, πώς μερικοί ζούν λίγα χρόνια και πεθαίνουν, ενώ άλλοι φτάνουν στα βαθιά γεράματα;

Γιατί κάποιοι ζουν μέσα στη φτώχεια και άλλοι πλουτίζουν;

Και πώς συμβαίνει άδικοι να πλουτίζουν και δίκαιοι άνθρωποι να ΄ναι φτωχοί;»



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα