Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Άγιος Συμεών ο Νέος Θεολόγος

Άγιος Συμεών ο Νέος Θεολόγος


Ο πίναξ των Θείων Ερώτων

ΕΥΧΗ ΜΥΣΤΙΚΗ : Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν.

Προσευχή στο Άγιο Πνεύμα

Ἐλθέ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή, ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον, ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς, ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι!

Περί της του Χριστού Αναστάσεως

Αγίου Συμεών του Νέου Θεολόγου

Ο κόπος της νηστείας και η χαρά της αναστάσεως

Αδελφοί και πατέρες, ήδη πέρασε το Πάσχα, αυτή η χαρμόσυνη ημέρα, η αιτία κάθε χαράς και ευθυμίας. Η ανάσταση του χριστού, καθώς τη γιορτάζουμε κάθε χρόνο, ή μάλλον καθώς συντελείται καθημερινά και αδιάλειπτα μέσα σ’ αυτούς που τη βιώνουν μυστικά, γέμισε τις καρδιές μας με ανέκφραστη χαρά και αγαλλίαση, δίνοντας συγχρόνως τέλος και στον κόπο της πάνσεπτης νηστείας, ή καλύτερα χαρίζοντας στις ψυχές μας την τελείωση και παρηγοριά μαζί· γι’ αυτό και όπως βλέπετε, προσκάλεσε όλους από κοινού τους πιστούς σε ανάπαυση από αυτόν τον αγώνα και σε ευχαριστία. Ας ευχαριστήσουμε λοιπόν τον Κύριο, διότι εκείνος μας αξίωσε να διαπλεύσουμε το πέλαγος της νηστείας και να φθάσουμε με χαρά στο λιμάνι της αναστάσεώς του. Ας τον ευχαριστήσουμε όλοι, και όσοι διατρέξαμε το στάδιο της νηστείας σωστά και πρόθυμα, με μεγάλο ζήλο και πνευματικούς αγώνες, αλλά και όσοι υστερήσαμε σ’ αυτά από αμέλεια και αδύναμη προαίρεση. Γιατί αυτός είναι εκείνος που και τους επιμελείς πλουσιοπάροχα στεφανώνει και ανταμείβει επάξια για τα έργα τους, και τους ασθενέστερους πάλι συγχωρεί ως ελεήμων και φιλάνθρωπος. Διότι βλέπει περισσότερο τις ψυχικές μας διαθέσεις και την προαίρεσή μας παρά τους σωματικούς κόπους που καταβάλλουμε όταν γυμνάζουμε τον εαυτό μας στην αρετή, είτε επιτείνοντας την άσκηση από ζήλο ψυχής είτε από αδυναμία σώματος μετριάζοντάς την συγκριτικά με την άσκηση των δυνατών. Ανάλογα λοιπόν με τη διάθεσή μας απονέμει στον καθένα τα βραβεία και τα χαρίσματα του Πνεύματος· και μπορεί κάποιον απ’ όσους έδειξαν ζήλο να τον χαριτώσει και να τον δοξάσει ή να τον αφήσει ακόμη στα χαμηλά, καθώς θα χρειάζεται πιο επίπονο αγώνα για την κάθαρση του από την αμαρτία.

ΕΠΙΣΤΟΛΗ Δ’. Πρός Νικήτα Σταθᾶτον.

Τό πιττάκιόν σου, πνευματικόν ἡμῶν τέκνον, ἐδεξάμεθα μέν, οὐκ ἀπεδεξάμεθα δέ, ἀλλά καί πολλῆς σου τῆς εὐηθείας κατέγνωμεν, ὅτι δή καί τοιαῦτα ὅλως ἐλογίσω περί ἡμῶν, ὡς δόλῳ ποτέ τινι ἤ περιεργίᾳ πρός τό λυπῆσαί με τό χαρτίον σύ ἀπεκράτησας, ἐνεθυμήθην τοῦτο ἤ ἐλογισάμην ἐγώ.

ΕΠΙΣΤΟΛΗ Γ’. Ἑτέρα πρός Στέφανον Νικομηδείας.

«Καλούς μοι στεφάνους ὁ καλός Στέφανος καί δεσπότης μου ἐπί τοῖς ἐμοῖς στεφάνοις πάλιν προσέθετο.

ΕΠΙΣΤΟΛΗ Β’. Πρός Στέφανον Νικομηδείας

«Τῷ πανιέρῳ καί ἁγίῳ δεσπότῃ μου, τῷ ἐνδοξοτάτῳ συγκέλλῳ, ὁ διά σοῦ ἐξόριστος καί δεδιωγμένος Συμεών ὁ σός.

ΕΠΙΣΤΟΛΗ Α’. Περί ἐξομολογήσεως.

1. Ἐπέταξας τῇ εὐτελείᾳ ἡμῶν, πάτερ καί ἀδελφέ, ἐρωτηματικῶς εἰπεῖν σοι, «εἰ ἄρα ἐνδέχεται εἰς μονάζοντας τινας ἐξαγγέλειν τάς ἁμαρτίας αὐτῶν ἱερωσύνην μή ἔχοντας», προσθείς καί τοῦτο˙ «ἐπειδή ἀκούομεν τήν τοῦ δεσμεῖν καί λύειν ἐξουσίαν τοῖς ἱερεῦσι δίδοσθαι μόνοις». Καί ταῦτα μέν τῆς σῆς φιλοθέου ψυχῆς καί τοῦ διαπύρου πόθου καί φόβου τά ῥήματα καί ψυχωφελῆ ἐρωτήματα.

ΝΗ’. Διδασκαλία κοινήν σύν ἐλέγχῳ πρός πάντας˙ βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπό στόματος λαληθεῖσα καί λεγομένη Θεοῦ.

Ὦ Χριστέ, παράσχου μοι λόγους σοφίας,
λόγους γνώσεως καί συνέσεως θείας.
Σύ γάρ οἶδάς μου τό ἀσθενές τοῦ λόγου
καί ἀμέτοχον μαθήσεως τῆς ἔξω˙
σύ ἐπίστασαι, ὅτι σέ μόνον ἔχω
ζωήν καί λόγον καί γνῶσιν καί σοφίαν,
σωτῆρα Θεόν καί προστάτην ἐν βίῳ
καί ἀναπνοήν τῆς ταπεινῆς ψυχῆς μου,
ὁ ξένος ἐγώ καί ταπεινός τοῖς λόγοις.

ΝΖ’. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.

Σκιᾷ κρατοῦμαι καί ἀλήθειαν βλέπω,
ὅ οὐδέν ἐστιν ἤ ἐλπίς ἡ βεβαία.
Ποίαν οὖν ἐλπίς; Ἥν ὀφθαλμοί οὐκ εἶδον.
Αὔτη τί ἐστι; Ζωή, ἥν ἅπαντες ποθοῦσιν.
Ἡ δέ ζωή τί ἤ Θεός κτίστης πάντων;
Τοῦτον πόθησον καί μίσησον τόν κόσμον.
Κόσμος θάνατος, τί γάρ ἄρρεστον ἔχει;
 

ΝΣΤ’. Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ καί εὐχαριστήριος.

Κύριε, δός μοι σύνεσιν, Κύριε, δός μοι γνῶσιν,
Κύριε, δίδαξον κἀμέ ποιεῖν τάς ἐντολάς σου.
Κἄν ἥμαρτον ὡς ἄνθρωπος ὑπέρ ἄνθρωπον, οἶδας,
ἀλλά σύ τῇ οἰκείᾳ σου, Θεέ μου, εὐσπλαγχνίᾳ
ἠλέησάς με τόν πτωχόν, τόν ὀρφανόν ἐν κόσμῳ,
καί ἐποίησας, Δέσποτα, ὅ μόνος σύ γινώσκεις˙
ἀπό πατρός καί ἀδελφῶν, συγγενῶν τε καί φίλων,

ΝΕ’. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον˙ ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.

Σύ με γινώσκεις, ὦ Χριστέ, πάσης παρανομίας
ἐργάτην, ἀλλά καί κακῶν ὄντως παντοίων σκεῦος˙
ὅπερ οἶδα πάντωςα κἀγώ καί πέπλησμαι αἰσχύνης,
καί ἐντροπῆς καί θλίψεως ὀδύνη με κατέχει,
καί πόνος ὁ ἀφόρητος κρατεῖ μου τήν καρδίαν,
ἀλλά τό φῶς σου λάμψαν μοι μυστικῶς τοῦ προσώπου
τούς λογισμούς ἐδίωξεν, ἀπήλειψε τόν πόνον

ΝΔ’. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ᾿ ὡς ὑπ᾿ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.

Τό ποίημα τοῦ ποιητοῦ τί ποτ᾿ ἄν γνοίη δίχα;
Τήν γνῶσιν γάρ, ἥν ἔλαβε, πάντως ἀπαιτηθείη,
πρᾶξίν τε καί ἐνέργειαν δικαίως καί πρεπόντως,
καί γάρ σκαπάνη, δρέπανον, μάχαιρά τε καί πρίων,
ἀξίνη, ῥάβδος, λόγχη τε, φάσγανόν τε καί τόξον,
βέλος καί πάντα τά λοιπά ἐργαλεῖα ἐν βίῳ,
ἕκαστον τήν ἐνέργειαν κέκτηται τήν ἰδίαν,

ΝΓ’. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος˙ καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ᾿ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.

Ἴδε μου, Χριστέ, τήν θλῖψιν,
ἴδε μου τήν ἀθυμίαν,
ἴδε μου καί τήν πτωχείαν.
Ἴδε τήν ἀσθένειάν μου
καί οἰκτείρησόν με, Λόγε!
Λάμψον μοι καί νῦν ὡς πάλαι
καί καταύγασον ψυχήν μου˙
φώτισον τούς ὀφθαλμούς μου
τοῦ ὁρᾶν σε, φῶς τοῦ κόσμου,
τήν χαράν, τήν εὐφροσύνην,
τήν ζωήν τήν αἰωνίαν,
τήν τρυφήν τήν τῶν ἀγγέλων,

ΝΒ’. Περί θεολογίας˙ καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι.

Τίς μου παραμυθήσεται τόν πόνον τῆς καρδίας;
Πόνον δ᾿ εἰπών ἐδήλωσα τόν τοῦ Σωτῆρος πόθον,
ὁ πόθος δέ τοῦ Πνεύματος ἐνέργεια τυγχάνει,
μᾶλλον δ᾿ αὐτοῦ οὐσιωδῶς ἐστίν ἡ παρουσία,
ἐνυποστάτως ἐν ἐμοί φῶς ἐντός ὁρωμένη˙
τό φῶς δ᾿ ἀσύγκριτόν ἐστιν, ὁλον ἄφθεγκτον πέλει.
Τίς με χωρίσει αἰσθητῶν, ὧν ἀπηλλάγην ἅπαξ

ΝΑ’. Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος˙ συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν.

Τό φῶς σου περιλάμπον με ζωογονεῖ, Χριστέ μου,
τό γάρ ὁρᾶν σε ζώωσις, ἀνάστασίς τε πέλει.
Τό πῶς εἰπεῖν οὐκ ἔχω σου φωτός τάς ἐνεργείας,
πλήν τοῦτο ἔργῳ ἔγνωκα καί γινώσκω, Θεέ μου,
ὅτι κἄν νόσῳ, Δέσποτα, κἄν θλίψεσι κἄν λύπαις
κἄν ἐν δεσμοῖς κάν ἐν λιμῷ κἄν φυλακῇ κρατῶμαι,
κἄν δεινοτέροις ἀλγεινοῖς συνέχωμαι, Χριστέ μου,

Ν’. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδου κολάσεων.

Τί τό ἐν ἐμοί παρά σοῦ εἰργασμένον, ὦ τῶν πάντων αἴτιε Θεέ καί μέδον; Τί γάρ καί εἴπω, τί δ᾿ ἄρα ἐννοήσω; Μέγα μέν ἐμοί τό ὁρώμενον θαῦμα, ἄγνωστον δ᾿ ἐστί καί ἀόρατον πᾶσι. Ποῖον τοῦτο, λέξον μοι; Πιστῶς ἐξείπω˙ σκότει καί σκιᾷ, αἰσθητοῖς καί αἰσθήσει, κτίσει ἐνύλῳ, αἵματι καί σαρκί τε κρατοῦμαι, συμπέρφυρμαι, Σῶτερ, ὁ τάλας.

ΜΘ’. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.

Ἐλέησόν με, Κύριε, ἐλέησόν με, μόνε,
ὁ ἐκ νηπίας με, Σωτήρ, σκεπάσας ἡλικίας,
ὁ πάμπολλά μοι πταίσαντι, ἐν ἐπιγνώσει ὄντι,
οἰκείᾳ ἀγαθότητα ἅπαντα συμπαθήσας,
ὁ κόσμου με ῥυσάμενος τοῦ δεινοῦ καί ματαίου
καί συγγενῶν καί φίλων τε καί ἡδονῶν ἀτόπων
κἀνταῦθα ἀξιώσας με ὠς ἐν ὄρει καθίσαι
καί δείξας μοι τήν δόξαν σου τήν θαυμαστήν, Θεέ μου,

ΜΗ’. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία˙ καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος.

Δός μοι τήν αἴσθησιν, Χριστέ, ἥν ἅπαξ ἐδωρήσω,
σκέπασον ταύτῃ με, Σωτήρ, κρύψον ἐντός με ὅλον
καί μή ἐάσῃς αἴσθησιν ἐγγίζειν μοι τοῦ κόσμου,
μή ἔνδοθεν εἰσέρχεσθαι, μή ὅλως με τριτρώσκειν,
τόν δοῦλόν σου τόν ταπεινόν, ὅν ἠλέησας μόνος.
Τῇ γάρ μερίμνῃ τῇ καλῇ αἴφνης ἐπεισπεσοῦσα
ἡ αἴσθησις ἡ κοσμική κακάς ἐπιθυμίας

ΜΖ’. Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία˙ καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.

Εὐλογητός εἶ, Κύριε, εὐλογητός εἶ, μόνε,
εὐλογητός εἶ, εὔσπλαγχνε, ὑπερευλογημένε,
ὁ δούς ἐν τῇ καρδίᾳ μου τό φῶς τῶν ἐντολῶν σου
καί ἐμφυτεύσας ἐν ἐμοί τό τῆς ζωῆς σου ξύλον
καί δείξας με παράδεισον ἄλλον ἐν ὁρωμένοις,
ἐν αἰσθητοῖς μέν νοητόν, νοητόν δ᾿ ἐν αἰσθήσει.
Συνήνωσας γάρ τῇ ψυχῇ ἄλλον Πνεῦμά σου Θεῖον,

ΜΣΤ’. Ἐξομολόγησις εὐχῇ συνημμένη˙ καί περί συναφείας Πνεύματος Ἁγίου καί ἀπαθείας.

Ἐμάκρυνα, φιλάνθρωπε, ηὐλίσθην ἐν ἐρήμῳ
καί ἀπεκρύβην ἀπό σοῦ, τοῦ γλυκέος Δεσπότου˙
ὑπό τήν νύκτα γεγονώς τῆς τοῦ βίου μερίμνης
πολλά ἐκεῖθεν δήγματα καί τραύματα ὑπέστην,
πολλάς πληγάς ἐπανελθών φέρω ἐν τῇ ψυχῇ μου
καί κράζω ἐν ὀδύνῃ μου καί πόνῳ τῆς καρδίας˙
Ἐλέησον, οἰκτείρησον ἐμέ τόν παραβάτην!
Ὦ ἰατρέ φιλόψυχε καί φιλοικτίρμον μόνε,

ΜΕ’. Περί θεολογίας ἀκριβεστάτης˙ καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.

Ὦ φιλοικτίρμον Θεέ μου, ποιητά μου,
λάμψον πλεῖόν μοι τό ἀπρόσιτον φῶς σου,
ἵνα μου χαρᾶς ἐμπλήσῃς τήν καρδίαν.
Ναί, μή ὀργισθῇς, ναί, μή ἐγκαταλίπῃς,
ἀλλά αὔγασον ψυχήν μου τῷ φωτί σου˙
τό γάρ φῶς σου σύ, ὁ Θεός μου, τυγχάνεις.
Εἰ γάρ κέκλησαι πολλοῖς καί διαφόροις
τοῖς ὀνόμασιν, ἀλλ᾿ ἕν αὐτός ὑπάρχεις˙

ΜΔ’. Τί ἐστι τό κατ᾿ εἰκόνα, καί πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκών ὁ ἄνθρωπος˙ καί ὅτι ὁ τούς ἐχθρούς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ Θεοῦ, Πνεύματος δέ Ἁγίου ἐντεῦθεν μέτοχος γεγονώς θέσει θεός καί χάριτι γίνεται,

Δόξα, αἶνος, ὕμνος, χάρις
τῷ τήν κτίσιν ἐξ οὐκ ὄντων
εἰς τό εἶναι λόγῳ μόνῳ
καί θελήματι οἰκείῳ
ἅπασαν παραγαγόντι
Θεῷ πάντων, ἐν Τριάδι
ὑποστάσεων, μιᾷ τε
ἀχωρίστοις καί ἀτμήτοις,
μία φύσις, μία δόξα,
μία δύναμις ὑπάρχει,
θέλημά τε ἕν ὡσαύτως.
Αὕτη μόνη κτίσις πάντων,
αὕτη ἐκ πηλοῦ με ὅλον

ΜΓ’. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν˙ οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.

Εἰπέ, Χριστέ, τῷ δούλῳ σου, εἰπέ, τό φῶς τοῦ κόσμου,
εἰπέ, ἡ γνῶσις τοῦ παντός, εἰπέ, λόγε, σοφία,
ἡ πάντα προγινώσκουσα, ἡ πάντα προειδυῖα
καί τά ἡμῖν συμφέροντα διδάσκουσα ἀφθόνως,
εἰπέ καί δίδαξον κἀμέ ὁδούς σωτηριώδεις
τῶν θελημάτων σου, Σωτήρ, καί θείων προσταγμάτων.
Εἰπέ καί μή παρίδῃς με, μή κρύψῃς, ὦ Θεέ μου,

ΜΒ’. Ὅτι οἱ τῷ Θεῷ ἀπ᾿ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται˙ εἰ δ᾿ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται.

Ἀρχή τοῦ βίου τέλος μοι καί τό τέλος ἀρχή μοι.
Τό ὅθεν ἥκω, ἀγνοῶ, τό ποῦ εἰμι, οὐκ οἶδα,
καί ποῦ αὖθις ἀφίξομαι, οὐ γινώσκω, ὁ τάλας.
Γεννῶμαι γῆ ἀπό τῆς γῆς, ἀπό σώματος σῶμα,
ἀπό φθαρτοῦ πάντως φθαρτός, καί θνητός ὅλως πέλων
μικρόν ἐν γῇ χρονοτριβῶ ζῶν ἐν σαρκί καί θνῄσκω
καί βίου ἄλλου ἄρχομαι μεταβαίνων ἐκ τούτου.

ΜΑ’. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ᾿ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι˙ καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ.

Γινώσκεις τήν πτωχείαν μου, οἶδας τήν ὀρφανίαν,
ἐπίστασαι τήν μόνωσιν, ὁρᾷς τό ἀσθενές μου
καί τήν ἀδυναμίαν μου, ὁ πλάσας με Θεός μου
οὐκ ἀγνοεῖς, ἀλλ᾿ ἐφορᾷς καί τά πάντα γινώσκεις.
Ἴδε καρδίαν ταπεινήν, ἴδε συντετριμμένην,
ἴδε ἐν ἀπογνώσει με ἐγγίζοντα, Θεέ μου,
καί δός ἀφ᾿ ὕψους χάριν σου, δός Πνεῦμά σου τό Θεῖον.

Μ’. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν˙ καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος˙ καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.

Πάλιν ἐκλάμπει μοι τό φῶς, πάλιν τρανῶς ὁρᾶται,
πάλιν ἀνοίγει οὐρανούς, πάλιν τέμνει τήν νύκτα,
πάλιν παράγει ἅπαντα, πάλιν ὁρᾶται μόνον,
πάλιν ἁπάντων ἔξω με ποιεῖ τῶν ὁρωμένων,
τῶν αἰσθητῶν ὡσαύτως δέ, βαβαί, ἀποχωρίζει.
Πάλιν ὁ πάντων οὐρανῶν ὑπεράνω τυγχάνων,
ὅνπερ οὐδείς ἑώρακε πώποτε τῶν ἀνθρώπων,

ΛΘ’. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον˙ βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ.

Ἀμήχανον τό κάλλος σου, ἀσύγκριτον τό εἶδος,
ἡ ὡραιότης ἄφατος, ὑπέρ λόγον ἡ δόξα,
τό ἦθος, Δέσποτα Χριστέ, τό ἀγαθόν καί πρᾷον
τῶν γηγενῶν ὑπέρκειται τάς ἐννοίας ἁπάντων,
καί διά τοῦτο ὁ πρός σέ πόθος καί ἡ ἀγάπη
πᾶσαν ἀγάπην τῶν βροτῶν ὑπερνικᾷ καί πόθον.
Καθ᾿ ὅσον γάρ ὑπέρκεισαι τῶν ὁρωμένων, Σῶτερ,

ΛΗ’. Περί θεολογίας˙ καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.

Ποίαν ὁδόν ὁδεύσοιμι, ποίαν ἐκκλίνω τρίβον;
Ποίαν ἀνέλθω κλίμακα, ποίαν εἰσέλθω πύλην
ἤ πῶς ἀνοίξω θύραν δέ καί ποίου κουβουκλίου;
Ὁποίας δέ καί ποταπῆς ἔνδον οἰκίας εὕρω
τόν ἐν χειρί τά σύμπαντα καί παλάμῃ κρατοῦντα;
Ὄρος εἰς ποῖον ἀναβῶ, ἐκ ποίου τε τοῦ μέρους
καί ποῖον ἄρα σπήλαιον ἐκεῖσε ψηλαφήσω

ΛΖ’. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας

Δέσποτα Χριστέ, Δέσποτα ψυχοσῶστα,
Δέσποτα Θεέ πάντων τῶν ὁρωμένων
ἀοράτων τε δυνάμεων, ὡς κτίστης
τῶν ἐν οὐρανῷ πάντων, τῶν ὑπεράνω
τοῦ οὐρανοῦ τε καί οὐρανῶν ἁπάντων,
τῶν ὑπό γῆν τε καί τῶν ἐν γῇ ὡσαύτως!
Σύ εἶ Κύριος τούτων, Θεός τε καί Δεσπότης,
σύ τῇ χειρί σου περικρατεῖς τήν κτίσιν,
ὅτι ἐν αὐτῇ περιέχεις τά πάντα.

ΛΣΤ’. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ᾿ αὐτόν διωγμῷ.

Εὐχαριστῶ σοι, Κύριε, εὐχαριστῶ σοι, μόνε
καρδιογνῶστα, βασιλεῦ δίκαιε, πανοικτίρμον!
Εὐχαριστῶ σοι, ἄναρχε, παντοδύναμε Λόγε,
ὁ κατελθών ἐπί τῆς γῆς καί σαρκωθείς Θεός μου
καί γεγονώς, ὅπερ οὐκ ἦς, ἄνθρωπος ὅμοιός μου
δίχα τροπῆς καί ῥεύσεως καί πάσης ἁμαρτίας,
ἵνα παθών ὁ ἀπαθής ὑπ᾿ ἀνόμων ἀδίκως
ἀπάθειαν παράσχῃς μοι τῷ κατακεκριμένῳ

ΛΕ’. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.

Βλέψον ἄνωθεν, Θεέ μου,
καί εὐδόκησον φανῆναι
καί πτωχῷ προσομιλῆσαι.
Ἀποκάλυψον τό φῶς σου
διανοίξας οὐρανούς μοι,
ἄνοιξον τόν νοῦν μου μᾶλλον,
εἴσελθε καί νῦν ἐντός μου.
Λάλησον, καθάπερ πάλαι,
διά ῥυπαρᾶς μου γλώσσης,
περί ὧν τινες λαλοῦσιν,
ὅτι νῦν οὐδείς ὑπάρχει,
ὅς Θεόν γνωστῶς κατεῖδεν,

ΛΔ’. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.

Διΐσταται τῶν ὁρατῶν ὁ ἀόρατος πάντως
καί τῶν κτισμάτων ὁ αὐτά πρῶτον κατασκευάσας
καί τῶν φθαρτῶν ὁ ἄφθαρτος, τό σκότος τοῦ φωτός τε,
καί μίξις τούτων γέγονε, ὅτε Θεός κατῆλθε.
Τά διεστῶτα τότε γάρ ἥνωσεν ὁ Σωτήρ μου,
ἀλλ᾿ οἱ τυφλοί τήν ἕνωσιν οὐκ εἶδον, οἱ νεκροί δέ
λέγουσι ταύτης αἴσθησιν μηδ᾿ ὅλως ἐσχηκέναι,

ΛΓ’. Περί θεολογίας˙ καί ὅτι οἱ τό κατ᾿ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ᾿ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ᾿ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.

Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τό Ἅγιον Πνεῦμα.
Βλέπε τί λέγεις, ἀδελφέ, βλέπε μή παρασφάλῃς!
Ἕν γάρ τά τρία φῶς εἰσιν, ἕν, οὐ κεχωρισμένον,
ἀλλ᾿ ἡνωμένον ἐν τρισί προσώποις ἀσυγχύτως.
Θεός γάρ ἀδιαίρετος ὅλως ἐστί τῇ φύσει,
καί τῇ οὐσίᾳ ἀληθῶς ὑπέρ πᾶσαν οὐσίαν˙
οὐ τῇ δυνάμει τέμνεται, οὐ τῇ μορφῇ, οὐ δόξῃ,

ΛΒ’. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος.

Ὑπό πιστῶν με, Δέσποτα, λοιδορούμενον βλέπων
ὡς ὑπάρχοντα πλάνον τε καί προπεπλανημένον,
ὅτι τό Πνεῦμα λέγοιμι, τῇ σῇ φιλανθρωπίᾳ
καί τοῦ πατρός μου ταῖς εὐχαῖς, τό Ἅγιον λαβεῖν με,
ἐλέησον καί χάρισαι λόγον, γνῶσιν σοφίαν,
ἵνα οἱ πάντες γνώσωνται οἱ ἀντικείμενοί μοι,
ὅτι τό σόν ἐντός ἐμοῦ λαλεῖ Πνεῦμα τό Θεῖον.

ΛΑ’. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.

Κύριε, ὁ Θεός ἡμῶν, Πάτερ, Υἱέ καί Πνεῦμα,
σύ τῇ μορφῇ ἀνείδεος, παγκαλής δέ τῇ θέᾳ,
τῷ ἀμηχάνῳ κάλλει σου ἀμαυρῶν πᾶσαν θέαν,
ὡραῖος ὑπέρ ὅρασιν ὑπέρκεισαι γάρ πάντων.
Ἄποσος ἐν ποσότητι, ὁρώμενος, οἷς βούλει,
οὐσία ὑπερούσιος, ἄγνωστος καί ἀγγέλοις˙
ὅτι γάρ ἦς, γινώσκοντες ἐκ τῶν ἐνεργειῶν σου,
ἐπεί αὑτόν ὠνόμασας Θεόν, τόν ὄντως ὄντα,

Λ’. Πρός ἕνα τῶν μαθητῶν, ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διά δακρύων καί μετανοίας προσψαῦσαν τό θεῖον τοῦ Πνεύματος πῦρ δράσσεται αὐτῶν καί πλεον καθαίρει,

Ἔστι πῦρ τό θεῖον ὄντως,
ὅπερ εἶπεν ὁ Δεσπότης,
ὅτι ἦλθεν ἵνα βάλῃ
ἐπί ποίαν γῆν, εἰπέ μοι˙
ἐπί τούς ἀνθρώπους πάντως,
τούς τά γήϊνα φρονοῦντας,
ὅπερ ἤθελε καί θέλει
τοῦ ἀνάπτεσθαι ἐν πᾶσιν.
Ἄκουσον καί γνῶθι, τέκνον,
θείων μυστηρίων θάθος!
Τό οὖν πῦρ τοῦτο τό θεῖον
ποταπόν εἶναι λογίζῃ;

ΚΘ’. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.

Πόθεν ἔρχῃ, πῶς εἰσέρχῃ,
ἔνδοθεν τῆς κέλλης λέγω
πάντοθεν ἠσφαλισμένης;
Ξένον γάρ καί τοῦτο ἔστιν
ὑπέρ λόγον, ὑπέν νοῦν τε.
Τό δ᾿ ἐντός μου γίνεσθαί σε
ὅλον αἴφνης καί ἐκλάμπειν
καί φωτοειδῆ ὁρᾶσθαι
ὡς ὁλόφωτον σελήνην,
τοῦτο ἄνουν, ἄφωνόν με
ἀπεργάζεται, Θεέ μου.
Οἶδα, ὅτι σύ ὑπάρχεις

ΚΗ’. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς.

Ἐάσατε τῇ κέλλῃ με μόνον ἐγκεκλεισμένον,
ἄφετέ με μετά Θεοῦ τοῦ μόνου φιλανθρώπου,
ἀπόστητε, μακρύνατε, ἐάσατέ με μόνον
ἀποθανεῖν ἐνώπιον Θεοῦ τοῦ πλάσαντός με.
Μηδείς τῇ θύρᾳ κρούσειε, μηδείς φωνήν ἀφήσῃ,
μηδείς ἐπισκέψατω με τῶν συγγενῶν ἤ φίλων,
μηδείς μου τήν διάνοιαν ἑλκύσας ἀποσπάσῃ
τῆς θεωρίας τοῦ καλοῦ καί ὡραίου Δεσπότου,

ΚΖ’. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.

Ἀπέργασαι παλάτιον τόν τῆς ψυχῆς σου οἶκον,
εἰς κατοικίαν τῷ Χριστῷ καί βασιλεῖ τῶν ὅλων
δακρύων ταῖς ῥανίσι σου, ὀλολυγμοῖς καί θρήνοις
καί τῶν γονάτων κάμψεσι καί στεναγμῶν τῷ πλήθει,
εἰ ἀληθῶς, ὦ μοναχέ, μονάζων εἶναι θέλεις.
Καί τότε οὐ μονάζων ἦς, τῷ βασιλεῖ συνῆς γάρ
καί ἦς μονάζων καθ᾿ ἡμᾶς, ὡς ἐξ ἡμῶν ὑπάρχων

ΚΣΤ’. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.

Νῦν ἐν τοῖς ζῶσιν ὡς νεκρός, ὦ Δέσποτα, ὑπάρχω
καί ἐν νεκροῖς ὡς ζῶν εἰμι, ἄθλιος ὑπέρ πάντας
ἀνθρώπους τούς ἐπί τῆς γῆς, οὕς ἔκτισας, Θεέ μου.
Τό γάρ νεκρόν ὑπάρχειν με ἐν τοῖς κατά σε ζῶσι
τῶν μή κτισθέντων χείρω με ἀποδείκνυσι πάντως,
τό δ᾿ ἐν νεκροῖς τήν ἄλογον ζωήν ζῆν ὡς τά κτήνη
τῶν μή εἰδότων σε Θεόν ὅμοιον ὄντως πέλει.

ΚΕ’. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους˙ ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.

Πῶς διαγράψω, Δέσποτα, προσώπου σου τήν θέαν,
πῶς εἴπω τήν ἀνέκφραστον θεωρίαν τοῦ κάλλους;
Πῶς ὅν ὁ κόσμος οὐ χωρεῖ, γλώσσης φθογγή χωρήσει,
πῶς τις ἐκφράσαι δυνηθῇ τήν σήν φιαλνθρωπίαν;
Καθήμενος γάρ ἐν φωτί λαμπάδος μοι φαινούσης
καί φωτιζούσης τῆς νυκτός τόν ζόφον καί τό σκότος
ἐδόκουν εἶναι ἐν φωτί προσέχων ἀναγνώσει,

ΚΔ’. Δι᾿ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος,

Δίδου μοι, Χριστέ, καταφιλεῖν σούς πόδας.
Δίδου μοι τάς σάς κατασπάζεσθαι χεῖρας,
χεῖρας τάς ἐμέ λόγῳ παραγαγούσας,
χεῖρας τάς πάντα κτισάσας ἀκαμάτως.
Δίδου μοι βλέπειν τό πρόσωπόν σου, Λόγε,
καί ἀπολαύειν τοῦ ἀπορρήτου κάλλους
καί κατανοεῖν καί τρυφᾶν σου τῆς θέας,
θέας ἀρρήτου, θέας τῆς ἀθεάτου,

ΚΓ’. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία˙ καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός,

Ὦ Τριάς, ἡ κτίστις πάντων,
ὦ Θεέ μου μόνῳ,
ἀπερίγραπτε τῇ φύσει,
ἀκατάληπτε τῇ δόξῃ,
ἀνερμήνευτε τοῖς ἔργοις,
ἀναλλοίωτε οὐσίᾳ.
Ὦ ζωή, Θεέ, τῶν πάντων,
ὦ καλῶν ἁπάντων ἄνω,
ὦ ἀρχή ἀνάρχου λόγου,
ὑπεράναρχε Θεέ μου,
ὅς οὐ γέγονας οὐδέπω,
ἀλλά ἦς ἀρχήν μή ἔχων.
Πῶς εὑρήσω τόν ἐντός με

ΚΒ’. Εὐχαριστία σύν θεολογίᾳ˙ καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.

Τί τό καινόν μυστήριον, Δέσποτα τῶν ἁπάντων,
ὅ εἰς ἐμέ, τόν ἄσωτον ἐπεδείξω καί πόρνον;
Τί τό κατανοούμενον μέγα θαῦμα ἐντός μου
καί μή περινοούμενον, ἀλλά κεκαλυμμένον;
Ὡς ἄστρον γάρ ὁρᾶταί μοι ἀνατέλλον μακρόθεν
καί πάλιν ὥσπερ ἥλιος μέγας ἀποτελεῖται,
μή ἔχων μέτρον ἤ σταθμόν ἤ ὅρον τῷ μεγέθει,

ΚΑ’. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα˙ Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.

Ἔλαμψας, ἐξέφανας φῶς τό τῆς δόξης,
φῶς ἀπρόσιτον τῆς σῆς οὐσίας, Σῶτερ,
καί κατηύγασας ψυχήν ἐσκοτισμένην,
μᾶλλον δέ σκότος οὖσαν ἐξ ἁμαρτίας
ὡς τό φυσικόν ἀπολέσασαν κάλλος,
ὡς ἐξ ᾅδου τε ἀνήγαγες κειμένην
καί φῶς ἰδεῖν δέδωκας θείας ἡμέρας
καί τοῦ ἡλίου ἀκτῖσιν ἐλλαμφθῆναι
καί φῶς γενέσθαι ταύτην, ὦ μέγα θαῦμα!

Κ’. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ˙ καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου.

Ὤφθης δι᾿ ἐμέ ἐπί γῆς ἐκ Παρθένου,
ὁ πρό αἰώνων ἀόρατος ὑπάρχων,
καί σάρξ ἐγένου καί ἄνθρωπος ἐδείχθης,
ὁ ἀπροσίτῳ φωτί ἐνειλημμένος,
καί περιγραπτός τοῖς πᾶσιν ἐνομίσθης,
ὁ παντάπασιν ἀχώρητος ὑπάρχων,
ὅν οὐκ ἰσχύει λόγος ἅπας ἐκφράσαι,
νοῦς δέ βιαζόμενος δράσσεται πόθῳ
καί κρατεῖν οὐ δύναται συστελλόμενος φόβῳ

ΙΘ’. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας.

Πῶς σου ἐξείπω, Δέσποτα, τά θαυμαστά καί ξένα,
πῶς λόγῳ διηγήσομαι σῶν κριμάτων τά βάθη,
ἅ καθ᾿ ἑκάστην ἐκτελεῖς ἐν ἡμῖν, τοῖς σοῖς δούλοις;
Πῶς παραβλέπεις ἄπειρα τῶν σφαλμάτων μου πλήθη
καί οὐ λογίζῃ, Δέσποτα, τάς τῶν κακῶν μου πράξεις,
ἀλλ᾿ ἐλεεῖς καί σκέπεις με καί φωτίζεις καί τρέφεις
ὡς ἐκπληροῦντα πάσας σου τάς ἐντολάς, Σωτήρ μου;

ΙΗ’. Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος.

Τίς ἐξισχύσει, Δέσποτα, περί σοῦ διηγεῖσθαι;
Οἱ ἀγνοοῦντες σφάλλονται μηδέν ὅλως εἰδότες,
οἱ δέ τήν σήν θεότητα ἐπιγνόντες ἐν πίστει
φόβῳ πολλῷ συνέχονται καί ἐξίστανται τρόμῳ
καί τί λέγειν οὐκ ἔχουσιν˙ὑπέρ νοῦν γάρ ὑπάρχεις˙
πάντα ἀκατανόητα, ἀκατάληπτα πάντα
τά ἔργα καί ἡ δόξα σου καί ἡ ἐπίγνωσίς σου.

ΙΖ’. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον.

Πῶς ὑμνήσω, πῶς δοξάσω,
πῶς ἀξίως εὐφημήσω
τόν πολλά παραδραμόντα
ἁμαρτήματα Θεόν μου;
Πῶς εἰς ὕψος ὅλως βλέψω,
πῶς τούς ὀφθαλμούς διάρω,
πῶς ἀνοίξω στόμα, Σῶτερ,
πῶς τά χείλη μου κινήσω;
Πῶς ἐκτείνω μου τάς χεῖρας
πρός τοῦ οὐρανοῦ τό ὕψος,
ποίους λόγους δέ ἐφεύρω,
ποῖα ῥήματα προσάξω;

ΙΣΤ’. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν

Ὤ τί τό πρᾶγμα τό κρυπτόν πάσῃ κτιστῇ οὐσίᾳ,
καί τί τό φῶς τό νοητόν, ὅ τινι οὐχ ὁρᾶται,
καί τίς ὁ πλοῦτος ὁ πολύς, ὅν οὐδείς ἐν τῷ κόσμῳ
εὑρεῖν ὅλως ἐξίσχυσεν ἤ κατασχεῖν εἰς ἅπαν;
Ἔστι γάρ πᾶσιν ἄληπτος, ἀχώρητος τῷ κόσμῳ,
ἔστι καί ἐπιθυμητός, καθ᾿ ὅσον ὑπερέχει
τῶν ὁρωμένων ὁ αὐτά Θεός κατασκευάσας.

ΙΕ’. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν,

Ἀποκαλυπτομένου σου, Δέσποτα τῶν ἁπάντων,
καί δόξαν τοῦ προσώπου σου τρανότερον δεικνύντος
ὅλος τρόμῳ συνέχομαι ἄνωθεν καθορῶν σε,
ὡς ἐφικτόν ἐστιν ἐμοί, τῷ ταπεινῷ τήν φύσιν,
καί φόβῳ συνεχόμενος ἐκπλήττομαι καί λέγω˙
Ὑπέρ κατάληψιν ἐμήν πάντα τά σά, Θεέ μου,
καί γάρ εἰμι ἀκάθαρτος, ἀνάξιος εἰς ἅπαν

ΙΔ’. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ᾿ αὐτοῦ ἠξιώθη˙ καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.

Ἐγώ, κἄν θέλω, Δέσποτα, λαλῆσαι οὐκ ἰσχύω.
Τί γάρ ὅλως καί φθέγξομαι ἀκάθαρτος ὑπάρχων
καί λογισμοῖς καί πράξεσι καί ἐννοίαις ἁπάσαις;
Πλήν τήν ψυχήν τιτρώσκομαι, φλέγομαι τά ἐντός μου
ἐπιθυμῶν λαλῆσαί σοι, κἄν ποσῶς, ὁ Θεός μου.
Βλέπω, καί γάρ ἐπίστασαι τά ἐμά, ὦ Θεέ μου,
ὅτι τά μέλη ἅπαντα σώματος καί ψυχῆς μου

ΙΒ’. Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία˙ καί δι᾿ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.

Πῶς, ἅ ποτε ἠφάνισας, ἐν ἐμοί πάλιν ζῶσι
καί σκότους με καί θλίψεως ἐμπιπλῶσι, Θεέ μου;
Πάθη θυμοῦ τε κ αί ὀργῆς, ἐξ ὧν ἐγγίνεταί μοι
ἀναθυμίασις, ἀχλύς ἐπί τήν κεφαλήν μου,
καί πήρωσιν τοῖς νοεροῖς ὄμμασί μου ποιοῦσι,
καί γάρ, ὥσπερ καλύπτονται καί καμμύειν τῷ ζόφῳ,
οἴμοι, καταναγκάζονται, καί σοῦ ἀποστεροῦμαι,

ΙΑ’. Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.

Τί τό καινόν τοῦ θαύματος τοῦ καί νῦν γινομένου;
Θεός καί νῦν ἁμαρτωλοῖς ἄρα ὁρᾶσθαι θέλει,
ὁ πάλαι ἄνω ἀναβάς καί καθεσθείς ἐν θρόνῳ,
ἐν οὐρανῷ τῷ πατρικῷ, καί κεκρυμμένος πέλων;
Ἐκρύβη γάρ ἐξ ὀφθαλμῶν τῶν θείων ἀποστόλων
καί μόνος, ὡς ἠκούσαμεν, Στέφανος μετά ταῦτα
ἀνεῳγότας οὐρανούς εἶδε καί τότε εἶπεν˙

Ι’. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.

Ἤκουσα πρᾶγμα ξένον καί πλῆρες θάμβους,
φύσιν ἄϋλον, τήν λίθου στερροτέραν,
ἶσον ἀδάμαντος καλουμένου παθοῦσαν,
ὅς μή μαλαχθείς ἤ πυρί ἤ σιδήρῳ
γέγονε κηρός ἐμπλεχθείς τῷ μολύβδῳ.
Ἄρτ᾿ ἐπίστευσα μικρόν ὕδατος ῥεῦμα
πέτρας τό στερρόν ἐγχρονίζον κοιλαίνειν
καί ὄντως οὐδέν ἄτρεπτον τῶν ἐν βίῳ.
Μηδείς μ᾿ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω!

Θ’. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ᾿ αὐτῶν.

Αἴ, αἴ, Θεέ, Κύριε, παντοκράτορ!
Τίς χορτασθῇ σου τοῦ ἀοράτου κάλλους,
τίς ἐμπλησθῇ σου τῆς ἀκαταληψίας;
Τίς ἀξίως προρευθῇ τῶν ἐντολῶν σου
καί τό φῶς θεάσεται τοῦ σοῦ προσώπου
μέγα, θαυμαστόν, μή χωρούμενον ὅλως
ἐν τούτῳ τῷ βαρεῖ καί σκοτεινώδει κόσμῳ,
τό τόν ὁρῶντα ἀφαιρούμενον κόσμου
μετά σώματος, ὤ μυστηρίου ξένου!

Η’. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.

Πῶς βλέπεις κεκρυμμένος ὤν, πῶς ἐφορᾷς τά πάντα,
πῶς οὐχ ὁρᾶσαι παρ᾿ ἡμῶν, ἡμᾶς ὁρᾷς δέ πάντας;
Ἀλλ᾿ οὐχί πάντας, οὕς ὁρᾷς, καί γινώσκεις, Θεέ μου,
ἀλλά τούς ἀγαπῶντάς σε μόνους φιλῶν γινώσκεις
καί κατ᾿ ἐξαίρετον αὐτοῖς σεαυτόν ἐμφανίζεις˙
ἥλιος κεκρυμμένος ὤν πάσῃ βροτείᾳ φύσει
ἐξανατέλλεις ἐν τοῖς σοῖς, ὁρᾶσαι παρ᾿ ἐκείνων,

Ζ’. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν˙ καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.

Πῶς σε ἐντός μου προσκυνῶ, πῶς δέ μακράν σε βλέπω,
πῶς ἐν ἐμοί κατανοῶ, ἐν οὐρανῷ δ᾿ ὁρῶ σε;
Σύ μόνος οἶδας, ὁ ποιῶν ταῦτα καί λάμπων ὥσπερ
ἥλιος ἐν καρδίᾳ μου, τῇ ὑλικῇ, ἀΰλως.
Ὁ διαυγάσας μοι τό φῶς τῆς δόξης σου, Θεέ μου,
διά τοῦ ἀποστόλου σου καί μαθητοῦ καί δούλου,
τοῦ παναγίου Συμεών, αὐτός καί νῦν μοι λάμψον

ΣΤ’. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.

Πῶς καί πῦρ ὑπάρχεις βλύζον,
πῶς καί ὕδωρ εἶς δροσίζον,
πῶς καί καίεις καί γλυκαίνεις,
πῶς φθοράν ἐξαφανίζεις;

Πῶς θεούς ποιεῖς ἀνθρώπους,
πῶς τό σκότος φῶς ἐργάζῃ,
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου,
πῶς θνητούς ἐξαφθαρτίζεις;

Πῶς πρός φῶς τό σκότος ἕλκεις,
πῶς τήν νύκτα περιδράσσῃ,
πῶς καρδίαν περιλάμπεις,

Ε’. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.

Ἀρχήν ποιήσας Χριστόν καί θερμήν πίστιν
οὕτως ἀναχώρησον ἀπό τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε καί φίλους,
τοῦτο γάρ ὠφέλιμον τοῖς ἀρχαρίοις.
Γυμνός πρόσελθε τῶν ὑλῶν τῷ ἀΰλῳ,
οὐδέν μεῖζον εὑρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπό σοῦ ἀπορρίψας,
πρός δυνατόν γάρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβών ἀδιστάκτως,

Δ’. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ καί περί τοῦ,

Ἄφες κόσμον ἅπαντα καί τούς ἐν κόσμῳ˙
μόνον προσλαβοῦ τό μακάριον πένθος.
Θρήνησον μόνα τά κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καί τῶν ἁγίων.
Μηδενός ἄλλου φροντίσῃς ἐκτός τούτου,
ἀλλά καί τό σῶμά σου ὡς ξένον ἔχε
καί κάτω βλέπε ὡς κατακεκριμένος
καί τήν ἐπί θάνατον ὁδόν βαδίζων

Γ’. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία˙ καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.

Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ
καί ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ,
βλέπων βλέπεται, φιλῶν φιλεῖται
καί γίνεται φῶς λαμπόμενος ἀρρήτως˙
δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν
καί προσοικειούμενος ὡς ξένος πέλει.
Ὤ ξένου πάντῃ θαύματος καί ἀφράστου!
Διά πλοῦτον ἄπειρον ὑπάρχω πένης
καί μηδέν ἔχειν δοκῶ πολύ κατέχων

Β΄. Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.

Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι,
τόν ἀκάθαρτον, τόν ἄσωτον, τόν πόρνον;
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καί φῶς ποιοῦσαν ἅπαντά μου τά μέλη;
Σῶμα γάρ τό σόν, τό ἄχραντον καί θεῖον,
ἀπαστράπτει ὅλον πυρί θεότητός σου
ἀναφυραθέν καί συμμιγέν ἀρρήτως˙

Α’. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου˙ καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι˙ καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ.

Τί τό φρικτόν μυστήριον, ὅ ἐν ἐμοί τελεῖται;
Λόγος ἐκφράζειν οὐδαμῶς ἰσχύει, οὐδέ γράφειν
ἡ χείρ μου ἡ ταλαίπωρος εἰς ἔπαινον καί δόξαν
τοῦ ὄντος ὑπέρ ἔπαινον, τοῦ ὄντος ὑπέρ λόγον.
5 Εἰ γάρ τά νῦν τελούμενα ἐν ἐμοί τῷ ἀσώτῳ
ἄρρητα, ἀνεκλάλητα πέλουσι, πῶς ἐκεῖνος,
ὁ τῶν τοιούτων παροχεύς καί ποιητής, εἰπέ μοι,

Διάλογος Σχολαστικού προς Συμεών τον Νέον Θεολόγον

1.Ἐρ: Τί ἦν ἐν τῷ κόσμῳ πρό τοῦ τόν κόσμον γενέσθαι;

Ἀπ: Θεός, ὁ τόν κόσμον ποιήσας.

2.Ἐρ: Μήπω ὄντος τοῦ κόσμου, πῶς ἦν ἐν τῷ κόσμῳ;

Τοῦ αὐτοῦ ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ’.

α’. Ἀπαρχή Χριστός, μεσότης καί τελειότης} ἐν πᾶσι γάρ ὁ ἐν τοῖς πρώτοις, ἔν τε τοῖς μέσοις καί τελευταίοις, ὡς ἐν τοῖς πρώτοις ἐστίν} οὐδέ γάρ ἐστιν ἐν αὐτῷ διαφορά τις ἐν τούτοις, ὥσπερ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλά τά πάντα καί ἐν πᾶσι Χριστός.

Ετερα κεφάλαια γνωστικά τε καί θεολογικά κε’.

α’. Οὔτε τῷ θεολογοῦντι ἁρμόζει μετάνοια οὔτε τῷ μετανοοῦντι θεολογία} καθόσον γάρ ἀπέχουσιν ἀνατολαί ἀπό δυσμῶν, κατά τοσοῦτον ὑψηλοτέρα ἡ θεολογία τῆς μετανοίας ἐστίν.

Kεφάλαια πρακτικά καί θεολογικά ρ΄.

α’. Θεός τοῖς μέν σωματικῶς ὁρῶσιν οὐδαμοῦ ἐστιν, ἀόρατος γάρ, τοῖς δέ πνευματικῶς νοοῦσι πανταχοῦ ἐστι, πάρεστι γάρ ἐν γάρ τῷ παντί καί ἐκτός τοῦ παντός ἐστιν, ἐν τούτῳ καί ἐγγύς ἐστι τοῖς φοβουμένοις αὐτόν καί μακράν ἀπό ἁμαρτωλῶν ἡ σωτηρία αὐτοῦ.

Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος,

Ὁ συνιέναι καί συνιδεῖν δυνηθείς ὅτι γυμνός ἐκ τοῦ μή ὄντος παραχθείς εἰς τόν κόσμον εἰσῆλθεν, οὗτος τόν ποιήσαντα αὐτόν ἐπιγνώσεται καί μόνον αὐτόν φοβηθήσεται καί ἀγαπήσει καί αὐτῷ δουλεύσει ἐξ ὅλης ψυχῆς καί οὐδέν οὐδαμῶς, προτιμήσει τῶν ὁρωμένων αὐτοῦ, ἀλλά ξένον πάντων τῶν ἐπιγείων, εἰπεῖν δέ καί αὐτῶν τῶν ἐν τῷ οὐρανῷ, ἑαυτόν εἶναι ἐν πάσῃ πληροφορίᾳ εἰδώς, ὅλην αὐτοῦ τήν πρόθεσιν τῆς ψυχ

Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.

Καλῶς ἡμᾶς ἑστιάσας ὁ μακάριος Παῦλος ἐν τῇ προτέρᾳ τῶν θείων λόγων αὐτοῦ τραπέζῃ καί κατευφράνας ἡμῶν τάς καρδίας, ἑτέραν αὖθις προτίθησιν ἡμῖν εἰς ἑστίασιν τράπεζαν τῶν θεοπνεύστων ῥημάτων αὐτοῦ, πλήρη μέν ἐδεσμάτων πνευματικῶν καί ἀφ᾿ ὧν ὁ ἔσω ἡμῶν οἶδε τρέφεσθαι ἄνθρωπος, εὐφραινόμενος ὁμοῦ καί στηριζόμενος τήν καρδίαν τῷ ἄρτῳ τοῦ λόγου τῷ ζωτικῷ καί τῷ οἴνῳ τῷ εὐφραίνοντι τῆς σοφίας καί γ

Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.

Οὐδέν οὕτως ἕτερον τῶν ἄλλων ἁπάντων ὠφελιμώτερον ψυχῇ, νυκτός καί ἡμέρας ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετᾶν αἱρουμένῃ, ὡς ἡ τῶν θείων Γραφῶν ἔρευνα. Ἐν αὐταῖς γάρ ἐγκεκρυμμένη οὖσα ἡ διάνοια τῆς τοῦ Πνεύματος χάριτος, ἡδονῆς ἁπάσης πληροῦσθαι ποιεῖ τήν νοεράν αὐτῆς αἴσθησιν, καί ὅλην ἀπό τῶν γηΐνων και τῆς τῶν ὁρωμένων ταπεινώσεως ἄρασα, ἀγγελοειδῆ ταύτην καί ἀγγέλοις αὐτοῖς ὁμοδίαιτον ἀπεργάζεται.

Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ.

Πολύς ἡμῖν, ἀγαπητοί, ὁ περί τῆς κρίσεως λόγος καί δυσερμήνευτος, ὅτι οὐ περί ἐνεστώτων καί ὁρωμένων ἐστίν, ἀλλά περί μελλόντων καί ἀοράτων ὅθεν πολλῆς τῶν εὐχῶν χρείας, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τοῦ νοῦ καθαρότητος, καί τοῖς λέγουσιν ἡμῖν καί τοῖς ἀκούουσιν, ἵνα οἱ μέν γνῶναι καλῶς καί εἰπεῖν, οἱ δέ συνετῶς ἀκοῦσαι δυνηθῶσι τῶν λεγομένων.

Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων,

Νῦν εὐκαίρως καλόν εἰπεῖν μετά τοῦ Δαυίδ καί οὕτω γεγωνότερον φθέγξασθαι· "Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπί τούς υἱούς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν ἤ ἐκζητῶν τόν Θεόν", εἶτα· "Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός".

Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.

Εἰ δοκεῖ, τοίνυν ἀκούσωμεν τοῦ σωτῆρος ἡμῶν Θεοῦ διαρρήδην βοῶντος καί λέγοντος πρός ἡμᾶς· "Οὐκ ἦλθον ἵνα κρίνω τόν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ ἐμοῦ". Καί δεῖξαι βουλόμενος τόν τρόπον τῆς σωτηρίας, φησίν· "Ἔπεμψεν ὁ Θεός τόν Υἱόν αὐτοῦ εἰς τόν κόσμον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν μή ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωήν αἰώνιον".

Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ.

Ἐπειδήπερ ὅσον ἀπό τοῦ θείου βαπτίσματος χριστιανούς ἡμᾶς ἑαυτούς δίχα τῶν ἔργων καί πιστούς λογιζόμεθα, εἰς τήν ὁμοούσιον καί ἀδιαίρετον Τριάδα πιστεύοντες καί εἰς τόν ἕνα ταύτης τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν καί Θεόν, καί δούλους ἑαυτούς ἐκ συνηθείας οὕτω πως ἁπλῶς ἐπιγραφόμεθα τοῦ Θεοῦ καί καλοῦμεν, καί γράφοντες πρός ἑτέρους τοῦτο αὐτοί ἑαυτούς ἄνωθεν γράφοντες ὀνομάζομεν , μή εἰδότες ἴσως

Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου.

Πολλοῖς τοῖς ἐν κόσμῳ πολλάκις προσομιλήσας καί τινων συζητήσεων ἀναμεταξύ κινηθεισῶν, περί ἐμπαθείας, φημί, καί ἀπαθείας, λεγόντων ἀκήκοα σχεδόν ἁπάντων, οὐ μόνον τῶν ἀτελῶν εἰς ἀρετήν καί εὐσέβειαν, ἀλλά καί αὐτῶν τῶν δοκούντων εἶναι τελείων εἰς ἀρετήν καί τά ὀνόματα καί τήν φήμην μεγάλην ἐχόντων κατά τόν κόσμον, ὡς οὐκ ἐνδέχεται ἄνθρωπος εἰς τοσοῦτον ὕψος ἀπαθείας ἐλθεῖν, ὥσθ᾿ ὁμιλῆσαι καί σ

Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου.

Ἰδού καί πάλιν ἐγώ πρός τούς λέγοντας ἔχειν ἀγνώστως Πνεῦμα Θεοῦ καί οἰομένους ἀπό τοῦ θείου βαπτίσματος τοῦτο κεκτῆσθαι ἐν ἑαυτοῖς καί τόν μέν θησαυρόν ἔχειν νομίζοντας, κούφους δέ τούτου ἑαυτούς ὅλως ἐπιγινώσκοντας, πρός τούς ὁμολογοῦντας μέν μηδέν ὅλως ἐπαισθανθῆναι ἐν τῷ βαπτίσματι, ἀγνώστως δέ καί ἀνεπαισθήτως ὑπολαμβάνοντας τήν τοῦ Θεοῦ δωρεάν ἐν ἑαυτοῖς ἀπό τότε ἐγκατοικήσασαν καί μέχρι

Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.

Ὥσπερ ὁ τῷ λαμπροτάτῳ ἡλίῳ ἐνατενίζειν βουλόμενος καθαρούς ὀφείλει τούς τοῦ σώματος ὀφθαλμούς ἔχειν, οὕτω καί ὁ περί ἀπαθείας λέγειν ἐπιχειρῶν τάς τῆς ψυχῆς κόρας, εἴτ᾿ οὖν αἰσθήσεις, ἀπηλλαγμένας ἔχειν πάσης ἐπιθυμίας πονηρᾶς καί ἐμπαθοῦς λογισμοῦ χρεωστεῖ, ἵνα μή, ὑπό τῶν τοιούτων τινός τόν νοῦν ὀχλούμενος, εἰς τό τῆς καθαρότητος αὐτῆς ὕψος καί εἰς τόν ταύτης βυθόν οὐκ ἐξισχύσει τρανῶν ἀποβλέ

Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· "Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι". Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα;

Ἐπειδήπερ διαρρήδην ὁ τόν ἁπάντων Δεσπότης καθ᾿ ἑκάστην διά τῶν εὐαγγελίων βοᾷ, τά μέν συνεσκιασμένως λέγων, ὅταν ἐν παραβολαῖς διαλέγηται, τά δέ διερμηνεύων κατ᾿ ἰδίαν τοῖς ἑαυτοῦ μαθηταῖς, οὕτω λέγων· "Ὑμῖν δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δέ λοιποῖς ἐν παραβολαῖς", καί ποτε παρρησίᾳ πάντα καί ἀποκεκαλυμμένα λέγει πρός πάντας ἡμᾶς, ὥς φασι πρός αὐτόν οἱ ἀπόστο

ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ

Πάλιν μέν οὖν νέας μερίδος ἀρχή καί νέου κόσμου καί μετά τῆς μερίδος φύραμα ξένον, καινόν καί παράδοξον. Τά μέν μέχρι τούτου τύποι καί σκιαί καί αἰνίγματα ταύτης ἦν, αὕτη δέ ἠ ἀλήθεια καί ἡ τοῦ κόσμου παντός (140) ἀνακαίνισίς τε καί ἀνανέωσις.

στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· "Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε" καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.

Ἀπό τῆς διασπορᾶς τῶν ἐθνῶν, ὡς ἔφθην εἰπών, μερίς Κυρίου γέγονεν ὁ Ἰσραήλ. Ὁ γοῦν Ἰσραήλ οὗτος, εἰς ἔθνος μέγα καί λαόν πολύν γεγονώς, ἐξώκειλεν εἰς εἰδωλολατρείαν, καθώς ἐποίουν τά ἔθνη· καί ὀλίγοι λίαν ὡς ζύμη τις καί μερίς τῷ Θεῷ ἐφυλάχθησαν.

ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ᾿ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.

Ὁ μέν οὖν λαός οὗτος ὁ ἐκ τοῦ σπέρματος Ἀβραάμ, ἤγουν ἡ μερίς ἡ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, οἷα δέ νέος ἄλλος τις καί τρίτος κόσμος ὑπό τοῦ Θεοῦ κατέστη, εἰκόνα (134) τοῦ πρώτου φέρων ἐκείνου κόσμου καί παραδείσου καί αὐτοῦ <τοῦ> δευτέρου, τοῦ ἐν τῇ κιβωτῷ δηλονότι, οὐ μόνον δέ, ἀλλά καί τύπον τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν καί τά μέν ἀρχαῖα τοῖς εἰς ὕστερον ὑπογράφων, τοῖς

δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ᾿ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.

Τοιγαροῦν καί γνόντες ἀλλήλους ἐτέκνωσαν καί ἐποίησαν υἱούς καί θυγατέρας καί "ἐκάλεσεν Ἀδάμ Εὔαν τήν γυναῖκα αὐτοῦ Ζωήν, ὅτι αὕτη ἦν μήτηρ πάντων τῶν ζώντων".

γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.

Τοιγαροῦν ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς, ἵνα πάλιν ἐξετάσωμεν τά ἐγκεκρυμμένα νοήματα τῆς θείας Γραφῆς, καί εἶθ᾿ οὕτως ἔπλασε τόν κατ᾿ εἰκόνα αὐτοῦ καί καθ᾿ ὁμοίωσιν ἄνθρωπον, αὐτόν δηλαδή μόνον τόν Ἀδάμ.

α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν· καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· "Οὕς προέγνω, τούτους καί προώρισε" καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν.

Πολλούς ἀκήκοα λέγοντας τῶν ἀνθρώπων· "Ἐπειδήπερ φησίν· οὕς προέγνω ὁ Θεός, τούτους καί προώρισεν· οὕς δέ προώρισε τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδόξασε, τί μοι τό ὄφελος ἐάν πολλούς παραβάλλωμαι κόπους, ἐάν ἐπιστροφήν καί μετάνοιαν ἐπιδείξωμαι, προεγνωσμένος δέ οὐκ εἰμί ὑπό τοῦ Θεοῦ οὐδέ προωρισμένος εἰς τό σωθῆναι καί σύμμορφον γενέσθαι με τῆς δόξης τοῦ Υἱοῦ αὐτοῦ καί

ιβ΄. Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.

Τοιγαροῦν ἐάσωμεν τάς ματαίας καί ἀνωφελεῖς συζητήσεις καί μή τά τοῦ καιροῦ πρό καιροῦ μανθάνειν σπουδάζωμεν, πειθώμεθα δέ μᾶλλον οὕτω λέγοντι τῷ Δεσπότῃ. "Ἐρευνᾶτε τάς Γραφάς". Ἐρευνᾶτε καί μή πολυπραγμονεῖτε. Ἐρευνᾶτε τάς Γραφάς καί μή ἔξωθεν τῶν ἁγίων Γραφῶν συζητήσεις ποιεῖσθε.

ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· "Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν". (92)

Τίνες οὖν ἦσαν οἱ ἀπεσταλμένοι;
Οἱ προφῆται, φησί.
Τίνες οἱ κεκλημένοι;
Τῶν Ἰουδαίων οἱ παῖδες· ἐκεῖνοι γάρ ἦσαν οἱ τότε καί ἐξ ἀρχῆς κεκλημένοι, καί οὐκ ἠθέλησαν ἀκοῦσαι αὐτῶν·
"Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων·
Εἴπατε τοῖς κεκλημένοις·
Ἰδού τό ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καί τά σιτιστά τεθυμένα καί πάντα ἕτοιμα·

ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ᾿ αὐτοῦ, καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.

Ὁ Υἱός τοῦ Θεοῦ καί Θεός εἰσελθών ἐν τῇ γαστρί τῆς παναγίας Παρθένου καί σάρκα ἀναλαβόμενος ἐξ αὐτῆς καί γενόμενος ἄνθρωπος ἐτέχθη, ὡς εἴπομεν, ἄνθρωπος τέλειος καί Θεός τέλειος, ὁ αὐτός ἀσυγχύτως τά ἀμφότερα ὤν.

θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· "Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ". Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.

"Ὡμοιώθη" φησίν "ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ Υἱῷ αὐτοῦ καί ἐκάλεσε πολλούς" τίνα λέγων βασιλεία, εἰ μή αὐτόν ἐκεῖνον τόν ἑαυτοῦ Πατέρα καί Θεόν; Τίνι δέ ἑτέρῳ τούς γάμους πεποίηκεν, εἰ μή αὐτῷ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καί Θεῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ τῷ Χριστῷ; Μετά τίνος δέ ἄρα ἤ ποίου βασιλέως ὁ τῶν ἁπάντων δεσπότης καί κύριος τό (84) τῆς μνηστείας κατε

η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.

Ἐπεί δέ σῶμα Χριστοῦ καί νύμφη Χριστοῦ καί κόσμος ὁ ἄνω καί ναός Θεοῦ ἡ Ἐκκλησία ἐστί, τά δέ μέλη τοῦ σώματος αὐτοῦ οἱ ἅγιοι καθεστήκασι πάντες, οὔπω δέ οἱ πάντες παρήχθησαν ἤ εὐηρέστησαν, οὐδέ τό σῶμα δηλονότι ὁλόκληρόν ἐστι τοῦ Χριστοῦ, οὐδέ ὁ ἄνω κόσμος πεπλήρωται, αὐτός οὗτος τῆς τοῦ Θεοῦ Ἐκκλησίας φημί, ἀλλά πολλοί μέν εἰσιν ἐν τῷ κόσμῳ σήμερον ἄπιστοι οἵ καί πιστεύσουσι τῷ Χριστῷ, πολλοί

ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.

Χρεών δέ ζητῆσαι πρῶτον τίνα καλεῖ κόσμον ὁ λόγος, ὅν δεῖ πληρωθῆναι καί οὐ μή πληρωθέντος οὐχ ἥξει τό τέλος, καί αὐτό τοῦτο τό τέλος ὅ λέγεται, τί ἐστιν.

στ΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ᾿ αὐτοῦ πάντες οἱ ἅγιοι.

Ἐπειδήπερ μέλη Χριστοῦ τοῦ ἐπί πάντων Θεοῦ ὄντως οἱ ἅγιοι χρηματίζουσι πάντες καί, ὡς εἴρηται, ἐν αὐτῷ εἶναι κεκολλημένοι καί συνημμένοι ὀφείλουσι τῷ σώματι αὐτοῦ, ἵνα ἐκεῖνος μέν ᾖ ἐν αὐτοῖς κεφαλή, οἱ ἀπ᾿ αἰῶνος δέ καί μέχρις ἐσχάτης ἡμέρας ἅγιοι ὦσι μέλη αὐτοῦ, ὅπως γένωνται οἱ πολλοί ἕν σῶμα Χριστοῦ, οἷα δή ἄνθρωπος εἷς, οἱ μέν τήν εἰς χειρῶν τάξιν ἀποπληροῦσιν ἐργαζόμενοι ἕως ἄρτι καί ποιο

ε΄. Ὁποία ἔσται καί ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως.

Τοιγαροῦν καί ἀνακαινιζομένη, οὐχί οἵα ἐξ ἀρχῆς παρήχθη τοιαύτη καί αὖθις γενήσεται. Μή γένοιτο!

δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.

Καινούς τοιγαροῦν οὐρανούς καί καινήν γῆν ἐπαγγειλαμένου αὐτοῦ, οὐδείς ἀντερεῖ τῶν πιστῶν· οὐδέ μήν ἄρα τῷ Κυρίῳ ταῦτα λέγοντι ἀπιστήσει.

γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι᾿ ἡμᾶς ἐσαρκώθη.

Καθάπερ οὖν ἐν τῇ πλάσει πάλαι τῆς προμήτορος Εὔας τήν τοῦ Ἀδάμ πλευράν ἐψυχωμένην ἔλαβεν ὁ Θεός καί εἰς γυναῖκα ταύτην ἀνῳκοδόμησε – διά τοῦτο γάρ οὐδέ ἐνεφύσησεν εἰς αὐτήν ὡς εἰς τόν Ἀδάμ πνοήν ζωῆς, ἀλλά τό μέρος, ὅ ἐκ τῆς σαρκός αὐτοῦ εἴληφεν, εἰς σῶμα γυναικός ὁλόκληρον ἀπετέλεσε· καί τήν ἀπαρχήν τοῦ πνεύματος, ἥν σύν τῇ ἐμψυχωμένῃ σαρκί εἴληφεν, εἰς ψυχήν ζῶσαν τελείαν πεποίηκε, τά

β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.

Τοιγαροῦν καί ἐπλάσθη σῶμα μέν ἔχων ὁ Ἀδάμ ἅφθαρτον, ὑλικόν μέντοιγε καί ὅλον οὔπω πνευματικόν, καί ὡς βασιλεύς ἀθάνατος ἐν ἀφθάρτῳ κόσμῳ, οὐ λέγω μόνῳ τῷ παραδείσῳ, ἀλλ᾿ ἐν πάσῃ τῇ ὑπ᾿ οὐρανόν, κατέστη ὑπό τοῦ δημιουργοῦ Θεοῦ.

α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.

Ὁ Θεός οὐχί τόν παράδεισον μόνον, ὡς ἄν τινες οἴονται, τοῖς πρωτοπλάστοις δέδωκεν ἐξ αὐτῆς ἀρχῆς, οὔτε ἄφθαρτον μόνον ἐκεῖνον ἐδημιούργησεν, ἀλλά πολλῷ μᾶλλον πρό ἐκείνου τήν ἅπασαν γῆν, ταύτην δή ἥν ἡμεῖς κατοικοῦμεν, καί τά ἐν τῇ γῇ ἅπαντα, οὐ μήν ἀλλά καί τόν οὐρανόν καί τά ἐν αὐτῷ ἐν πέντε ἡμέραις παραγαγών, τῇ ἕκτῃ ἡμέρα ἔπλασε τόν Ἀδάμ καί πάσης τῆς ὁρωμένης κτίσεως κύριον αὐτόν καί βασιλ

Θεολογικός 3ος - Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.

Ἀεί μέν ὁ Θεός ὑμνούμενός τε καί παρ᾿ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱός τοῦ Πατρός, τό συναΐδιον καί ὁμοούσιον τοῦ Πατρός καί τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καί δόξα καί συμφυΐα, ἡ ὁμοούσιος Τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καί τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχή καί ὑποστατική καί δημιουργός δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καί παντοκρατορική κυριό

Θεολογικός 2ος - Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.

Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ᾿ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· "Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό".

Θεολογικός 1ος - Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.

Τό περί Θεοῦ λέγειν ἤ φθέγγεσθαι καί τά κατ᾿ αὐτόν ἐρευνᾶν καί τά ἀνέκφορα ποιεῖν ἔκφορα καί τά πᾶσιν ἀκατάληπτα ὡς καταληπτά ὑπεμφαίνειν τολμηρᾶς ἄν εἴη καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα.

35. Λόγος λε΄ Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.

Εὐχαριστῶ καί προσκυνῶ καί προσπίπτω σοι, Κύριε τοῦ παντός καί πανάγιε Βασιλεῦ, ὅτι ἐλέησας ἀνάξιον ὄντα με καί ἐτίμησας καί ἐδάξασας, ὡς αὐτός ἠθέλησας ἄνωθεν, ἐπειδή καί πρό τοῦ τόν κόσμον γενέσθαι παρά σοῦ, ὅλον ἔχων με ἐν ἑαυτῷ, λόγῳ καί εἰκόνι με τῇ σῇ δοξάσας ἐτίμησας.

34. Λόγος λδ΄ Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.

Ἀδελφοί καί πατέρες καί τέκνα ἐν Χριστῷ τῷ Θεῷ, τί πρός τά κατηχηθέντα παρ᾿ ἡμῶν ἐν διαφόροις πολλάκις λόγοις ὑπενοήσατε; Τί κατά τοῦ ταῦτα παρρησίᾳ λαλήσαντος ἐν ἑαυτοῖς ἀπεφήνασθε; Μή τι τῶν θείων ἔξω Γραφῶν εἰπεῖν ἡμᾶς ὑπελάβετε; Μή τι λεληθότως ἡμᾶς κατεμέμψασθε, ὡς ὑπέρογκα λελεχότας; Μή τι κατεκρίνατε, ὡς μεγαλορρημονοῦντας ἡμᾶς; Εἰ οὖν οὕτω πρός τά ῥηθέντα διετέθητε, ἵλεως ὑμῖν γένοιτο ὁ

32. Λόγος λβ΄ Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων,

Ἀδελφοί καί πατέρες, “πᾶσα ἁμαρτία”, φησί τό ἱερώτατον λόγιον τοῦ Σωτῆρος, “ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δέ εἰς τό Πνεῦμα τό Ἅγιον βλασφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι”. Ζητήσωμεν οὖν τίς ἐστιν ἡ εἰς τό Πνεῦμα τό Ἅγιον βλασφημία.

31. Λόγος λα΄ Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ᾿ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.

Ἀδελφοί καί πατέρες, ἐν τῇ προλαβούσῃ κατηχήσει, διά τό μή τόν λόγον μηκύνειν ἐπί πολύ, τά κατηχηθέντα τότε ἐλλιπῆ κατελίπομεν, εἰπεῖν ἐπειγόμενοι τί ἐστι τό ἑαυτόν ἐπισκέψασθαι· νυνί δέ διά τῆς παρούσης κατηχήσεως ἀποδοῦναι ἥκομεν τό χρέος ὑμῖν τοῦ λόγου, ὡς ἐπί τοῦτο τεθέντες καί ἀεί χρεωστοῦντες διδόναι τῇ ἀγάπῃ ὑμῶν τοῦ λόγου τό σιτομέτριον.

30. Λόγος λ΄ Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ᾿ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.

Ἀδελφοί μου ἀγαπητοί, ἀκούσατέ μου τῶν λόγων τήν δύναμιν καί ὡς εἰς ἀγαθήν οὖσαν ὑμῖν συμβουλήν προσδέξασθε ἀσμένως αὐτήν καί ποιῆσαι προθυμήθητε εἰς κοινήν ἐμοῦ τε καί ὑμῶν ὠφέλειαν. Οὕτω γάρ κατά βραχύ διά τῶν δοκούντων μικρῶν βαδίζοντες, ἐπί τά τελεώτερα προκόπτοντες ἀνερχόμεθα καί ἄνδρες γινόμεθα τέλειοι ἐν Χριστῷ.

29. Λόγος κθ΄ Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει.

Ἀδελφοί καί πατέρες, πολλοί καθ᾿ ἑκάστην λέγουσιν - ὧν ἀκούομεν καί ἡμεῖς λεγόντων - · ”Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν ἀποστόλων καί τόν Χριστόν, ὡς ἐκεῖνοι, κατιδεῖν ἠξιώθημεν, ἅγιοι ἄν ἐγενόμεθα καί ἡμεῖς ὡς ἐκεῖνοι”- ἀγνοοῦντες ὅτι αὐτός ἐκεῖνος ἐστιν, ὁ καί τότε καί νῦν ἐν ὅλῳ τῷ κόσμῳ λαλῶν.

28. Λόγος κη΄ Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως.

Ἀδελφοί καί πατέρες, βλέπετε πῶς ἀκούετε. Φησί γάρ ὁ Χριστός καί Θεός· “Ἐρευνᾶτε τάς Γραφάς”. - Ἵνα τί φησίν; Ἵνα ἐν πρώτοις μέν τήν ἐπί (356) σωτηρίαν ἄγουσαν ὁδόν διδαχθῶμεν, ἔπειτα καί διά τῆς πράξεως τῶν ἐντολῶν ἀμεταστρέπτως βαδίσαντες, ἐπ᾿ αὐτην τήν σωτηρίαν τῶν ψυχῶν ἡμῶν καταντήσωμεν.

27. Λόγος κζ΄ Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ᾿ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν.

Ἀδελφοί καί πατέρες, οὐκ ἀκούετε τοῦ Κυρίου καί τῶν ἀποστόλων αὐτοῦ βοώντων· “Ἐάν τις, φησί, τόν νόμον ὅλον φυλάξῃ, πταίσῃ δέ ἐν ἑνί, γέγονε πάντων ἔνοχος”, καί πάλιν· “Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται”; Καί ἵνα σαφέστερον ὅ λέγει ποιήσῃ, ἐπάγει λέγων· “Ὧ γάρ τις ἥττηται, τούτῳ καί δεδούλωται”.

26. Λόγος κστ΄ Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη.

Ἀδελφοί καί πατέρες, πᾶς ἄνθρωπος ὁ ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ πᾶσιν ἀποταξάμενος, ἐπί δέ τόν βίον τοῦτον καί τό στάδιον τῶν μοναχῶν ἀποδραμών, εἴ γε διά Θεόν ἀπετάξατο καί τήν τέχνην τῶν τεχνῶν ταύτην μαθεῖν αἱρεῖται καί μή εἰς κενόν βούλεται γενέσθαι τήν ἀπό τοῦ κόσμου αὐτοῦ ἀναχώρησιν, ἐξ αὐτῆς ἀρχῆς μετά προθυμίας πάσης καί θερμοτάτης προθέσεως τά τῆς ἀρετῆς σπουδαίως ὀφείλει ποιεῖν.

25. Λόγος κε΄ Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.

Ἀδελφοί καί πατέρες, ὀφείλει ὁ μοναχός μή μόνον τάς ἐν τῇ ψυχῇ γινομένας ἀλλοιώσεις καί μεταβολάς ἐπίστασθαι καί νοεῖν, ἀλλά καί τάς αἰτίας αὐτῶν, ὁποῖαί ποτ᾿ ἄν ὦσι καί πόθεν ἐν αὐτῷ συμβαίνουσι γίνεσθαι. Ποτέ μέν γάρ αἰφνίδιος γίνεται χαρά τῇ ψυχῇ, ποτέ δέ λύπη ταύτῃ ὡσαύτως ἐπέρχεται καί βάρος σφοδρόν. Καί ποτέ μέν εὐκατάνυκτος γίνεται, ποτέ δέ σκληραίνεται ἡ αὐτή καί ὡς λίθος πεπώρωται.

24. Λόγος κδ΄ Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς τό συνιέναι τάς Γραφάς.

Ἀδελφοί καί πατέρες, ἔοικεν ἡ πνευματική γνῶσις οἰκίᾳ τινί μέσον τῆς κοσμικῆς καί ἑλληνικῆς γνώσεως κατεσκευασμένῃ ἐν ᾗ ὥσπερ κιβώτιον στερρόν καί κατησφαλισμένον ἡ γνῶσις τῶν θεοπνεύστων Γραφῶν καί ὁ ἐν αὐτῇ ἄφραστος πλοῦτος ἀποτεθησαυρισμένος ἀπόκειται, ὅν οὐκ ἄν ποτε οἱ ἐν τῷ οἴκῳ εἰσερχομένοι κατιδεῖν δυνηθῶσιν, εἰ μή τό κιβώτιον αὐτοῖς πάντως διανοιχθῇ.

23. Λόγος κγ΄ Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται.

Ἀκούσατέ μου τῶν λόγων, υἱοί μου ἔσχατοι, ἀγαπητοί μου, περιποίητοί μου, ἀκούσατέ μου, εἰ ἀληθῶς ὡς πατέρα ποθεῖτέ με καί ζητεῖτέ με.

22. Λόγος κβ΄ Περί πίστεως. Καί διδασκαλία περί τῶν λεγόντων μή εἶναι δυνατόν ἐν μέσῳ τῶν βιωτικῶν τό τέλειον φθάσαι τῶν ἀρετῶν. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής.

Ἀδελφοί καί πατέρες, καλόν ἡμᾶς ἀνακηρύττειν εἰς πάντας τό ἔλεος τοῦ Θεοῦ καί γνωρίζειν τοῖς πλησίον ἡμῶν τήν πρός ἡμᾶς αὐτοῦ εὐσπλαγχνίαν καί ἄφατον ἀγαθότητα. “Ἐγώ οὖν, ὡς ὁρᾶτε, οὐκ ἐνήστευσα, οὐκ ἠγρύπνησα, οὐκ ἐχαμεύνησα, ἐταπεινώθην δέ καί ἔσωσέ με συντόμως ὁ Κύριος”, φησίν ὁ θεῖος Δαβίδ. Πολλῷ δέ συντομώτερον εἰπεῖν· “Μόνον ἐπίστευσα καί προσελάβετό με ὁ Κύριος”.

21. Λόγος κα΄ Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν.

Ἀδελφοί καί πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τά ὑπέρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καί τάς ψυχάς ἡμῶν διευθετηθῆναι πρός τόν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοί καί γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καί μακάριος ἡμῶν ἀδελφός ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καί ὁσίως ἐνταῦθα πολετευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτ

20. Λόγος κ΄ Περί ἀποταγῆς καί ἐκκοπῆς θελήματος, πρός τούς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τόν ἀσκητικόν διανύσαι βίον.

Ἀγαπητοί μου και περιπόθητοι ἀδελφοί, πολλάκις ἠθελήσατε λόγον ὠφελείας ἀκοῦσαι παρά τῆς ἡμῶν μετριότητος, καί διά τό συντόμως ὑποχωρεῖν ὑμᾶς, λαλῆσαι ὑμῖν ἀπό στόματος τά δέοντα, ὡς πάρεργα, συμφερόντως οὐκ ἠβουλήθημεν.

19. Λόγος ιθ΄ Ὅτι οὐ χρή ἐπί μόνοις τοῖς λόγοις καί ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ᾿ ἐκ τῶν ἔργων τό πιστόν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καί οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καί ἀγάπη πρός τούς μαθητευομένους αὐτοῖς.

Ἀδελφοί καί πατέρες καί τέκνα, τήν ἀρχήν τῆς ὑμετέρας πρός με φιλίας γινώσκει ἕκαστος, ὅπως τε γέγονε καί δι᾿ οἵας προφάσεως· ὡσαύτως καί περί τοῦ μέτρου τῆς πρός Θεόν ὑμῶν ἀγάπης καί πίστεως ὑμεῖς οἴδατε. Ἐγώ γάρ ἀκριβῶς λέγειν περί ἀοράτου πράγματος οὐκ ἐπίσταμαι, ἀπό λόγων δέ μόνων περί τῶν τοιούτων πληροφορηθῆναι ἀμήχανον.

18. Λόγος ιη΄ Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καί φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν.

Ἀδελφέ, εἰ λαοῦ καί ποίμνης ἡγούμενος κατεστάθης, σκόπησον καλῶς καί ἀνάκρινον σεαυτόν ποίῳ λογισμῷ καί ἐκ ποίου τρόπου εἰς τήν τοιαύτην κατέστης ἀρχήν.

17. Λόγος ιζ΄Περί θεωρίας καί ἀποκαλύψεως και πεφωτισμένης εὐχῆς. Καί ὅπως ὁ ὑπό τῆς ἀγάπης κατασχεθείς τοῦ Θεοῦ καί εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπό τοῦ Πνεύματος τοῦ Ἁγίου.

Ἀδελφοί καί πατέρες, πολλή ἡ συγκατάβασις καί ἡ φιλανθρωπία Θεοῦ πρός ἀνθρώπους. Διό καί ἐκπληττόμενος εἰς τήν τοῦ Θεοῦ ἄφατον ἀγαθότητα, οὕτω πως καταπληκτικόν ἀνακράζω· “Ὤ θαύματος ἔκπληξις καί ἐντολῶν Θεοῦ δύναμις, οἵους ἀπεργάζονται τούς ποιοῦντας καί φυλάσσοντας αὐτάς! “

16. Λόγος ιστ΄ Περί τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καί τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καί ὅπως τοῖς καθαροῖς τήν καρδίαν ἀποκαλύπτονται.

Ἀδελφοί καί πατέρες καί τέκνα, νεώτερός τις διηγήσατό μοι λέγων ὅτι· Ὑποτακτικός τυγχάνων πατρός τιμίου καί ἰσοστασίου τῶν μεγάλων καί ὑψηλῶν ἁγίων, ἀκούων παρ᾿ αὐτοῦ πολλάκις θείας οὐρανόθεν γινομένας ἐν τοῖς ἀγωνιζομένοις ἐλλάμψεις, φωτός τε πλῆθος καί ὁμιλίαν Θεοῦ δι᾿ αὐτοῦ πρός ἀνθρώπους, ἐθαύμαζον.

15. Λόγος ιε΄ Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.

Ἀδελφοί καί πατέρες, ἀεί μέν ἀλλήλοις ἀντίκεινται τῷ φωτί τό σκότος, τῇ πίστει ἡ ἀπιστία, ἡ ἀγνωσία τῇ γνώσει καί τῇ ἀγάπῃ τό μῖσος. Εἰπόντος γάρ ἐξ ἀρχῆς τοῦ Θεοῦ· “Γενηθήτω φῶς” καί γεγονότος, εὐθύς τό σκότος ἠφάντωτο· τῇ δέ τοῦ φωτός ὑποστολῇ νύξ καί αὖθις ἐγένετο.

14. Λόγος ιδ΄ Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.

Ἀδελφοί καί πατέρες, ὁ πάντων καταφρονήσας τῶν ὁρωμένων καί αὐτῆς αὐτοῦ τῆς ψυχῆς, ἵνα γνησίαν μετάνοιαν δυνηθῇ ἐπιδείξασθαι κατά τήν ἐντολήν τοῦ Κυρίου καί τοῦ ἔργου τούτου ἐνάρξηται, οὐκ ἀφ᾿ ἑαυτοῦ τοῦτο μαθεῖν οἴεται, ἀλλά τεχνίτῃ καί ἐμπείρῳ ἀνδρί προσελθών, μετά φόβου καί τρόμου πολλοῦ καί μετά προσοχῆς συντόνου τούτῳ ὑποταγείς, μανθάνει ἐξ αὐτοῦ καί διδάσκεται τήν πνευματικήν ἐργασίαν τῶν

13. Λόγος ιγ ΄ Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον ταύτης τῆς ἀναστάσεως.

Ἀδελφοί και πατέρες, ἤδη τό Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καί θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατά περίοδον τοῦ χρόνου παραγινομένης ἀεί μᾶλλον δέ καθ᾿ ἑκάστην καί ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τό μυστήριον ταύτης, χαρᾶς καί ἀγαλλιάσεως ἀφάτου ἐπλήρωσε τάς καρδίας ἡμῶν, λύσασα ἐπί τό αὐτό τῆς πανσέπτου νηστείας τόν κόπον ἤ μᾶλλον εἰπεῖν, τελειώσασα καί ἅμα παρακαλέσασα ἡ

12. Λόγος ιβ΄ Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.

Ἀδελφοί καί πατέρες, ἐγώ μέν καί τῇ ψυχῇ καί τῷ σώματι ἐκ πλημμελοῦς καί ῥᾳθύμου προαιρέσεώς τε καί διαθέσεως ἀεί ἀσθενῶν, σιωπᾶν ἐβουλόμην καί μόνα τά κατ᾿ ἑμαυτόν ἐπισκέπτεσθαι, ἕως ἄν μοι τά τοῦ χείρονος ἡττήθη καί τῷ κρείττονι λογισμῷ καθυπετάγη καί ὅλως ἀπήλαυσα τῆς εἰρήνης τοῦ πνεύματος, ἐλευθερωθείς τῆς ὀχλήσεως τοῦ χοϊκοῦ καί γεώδους φρονήματος καί εἰσελθών εἰς τόν λιμένα τῆς μακαρίας ἡ

10. Λόγος ι΄ Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.

Ἀδελφοί καί πατέρες, οὐχ ὁρᾶτε πῶς οἱ τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενοι, αὐτοί τε δόξαν ἡγοῦνται τοῦτο μεγάλην καί ἐναμβρύνονται ἐπί τούτῳ, καί παρά τῶν ἐν κόσμῳ ἀνθρώπων ζηλωτοί καθεστήκασιν; Εἰ οὖν φθαρτοῖς οὗτοι καί ματαίοις οὕτω διάκεινται, πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν, οἱ τῷ ἐπουρανίῳ βασιλεῖ στρατευθέντες καί τήν ἐκείνου δουλείαν ἀναδεξάμενοι, χαίρειν καί εὐφραίνεσθαι ὅτι ὅλως εἰς ὑπηρεσίαν

09. Λόγος θ΄ Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν,

Ἀδελφοί καί πατέρες, ἔδει μέν μή τολμᾶν με πρός ὑμᾶς ὅλως φθέγγεσθαι, μηδέ διδασκάλου τάξιν ἐπέχειν ἐνώπιον τῆς ἀγάπης ὑμῶν· ἀλλ᾿ ἐπεί περ ἐπίστασθε ὅτι, ὥσπερ τό ὑπό τοῦ τεχνίτου κατασκευασθέν ὄργανον οὐχ ὅταν ἐκεῖνο βούληται, ἀλλ᾿ ὅταν ὑπό τοῦ πνεύματος οἱ αὐλοί μέν πληρωθῶσιν, ὑπό δέ τῶν δακτύλων τοῦ τεχνίτου εὐρύθμως κρούηται, τότε καί τόν ἦχον ἀποτελεῖ καί τάς ἀκοάς τῶν πάντων ἡδυτάτου μέλ

08. Λόγος η΄ Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐάν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ᾿ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.

Ἀδελφοί καί πατέρες, εἰ ὁ τήν ἀρετήν ὑποκρινόμενος πρός ἀπάτην πολλῶν καί ἀπώλειαν, ἄθλιος ὄντως ἐστί καί παρά Θεῷ καί ἀνθρώποις κατακεκριμένος ὑπάρχει καί βδελυκτός, εὔδηλον ὅτι ὁ ἐμπάθειάν τινα, ἀπαθής ὤν, πρός σωτηρίαν πολλῶν καί ὠφέλειαν ἐν προσποιήσει κατά τούς παλαιούς πατέρας σχηματιζόμενος, ἐπαινετός καί μακάριος.

07. Λόγος ζ΄ Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ᾿ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς.

Ἀδελφοί καί πατέρες, ὡς ὤφελόν γε ἀεί σιωπᾶν, ἠδυνάμην καί τά ἐμαυτοῦ κακά ἀποκλαίεσθαι καί μηδέποτε διδασκάλου ἔργῳ ἐπιχειρεῖν ἤ κατηχεῖν τήν ὑμετέραν ἀγάπην ἤ κἄν ὅλως ἄλλοις ὑποδεικνύειν τάς τῆς σωτηρίας ὁδούς, οὐχ ὡς ἐναντίου ὄντος τοῦ πράγματος τῇ τοῦ Θεοῦ ἐντολῇ, μᾶλλον μέν οὖν καί εὐπροσδέκτου ὑπάρχοντος αὐτῷ, ἀλλ᾿ ὅμως ἐμοῦ ἀναξίου τυγχάνοντος τοῦ τοιούτου πνευματικοῦ ἐγχειρήματος, διό

06. Λόγος στ΄ Περί ἐργασίας πνευματικῆς. Καί τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καί πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καί μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος.

Ἀδελφοί καί πατέρες, ἐπειδήπερ μεγάλα τινές οἰόμενοι περί ἑαυτῶν, ὡς οὐκ ὤφελεν, ἴσους ἑαυτούς ἡγοῦνται κατά τε πρᾶξιν καί γνῶσιν καί τελειότητα τῶν πάλαι ἁγίων θεοφόρων πατέρων ἡμῶν καί τοῦ αὐτοῦ πνεύματος, ᾧ ἔζων καί ἐκινοῦντο ἐκεῖνοι, συνιστάνοντες ἑαυτούς ἐκ λόγων μόνων καί δίχα τῶν ἔργων, πνεύματι ἀποπλανηθέντες οἰήσεως, ᾠήθην διά βραχέων οὕτω πως ἐν ἁπλότητι καί ὑπτιότητι λόγου πρός αὐτού

05. Λόγος ε΄ Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξ

Ἀδελφοί καί πατέρες, καλόν ἡ μετάνοια καί ἡ ἐξ αὐτῆς γινομένη ὠφέλεια. Τοῦτο γάρ εἰδώς καί ὁ τά πάντα προειδώς Κύριος Ἰησοῦς Χριστός, ὁ Θεός ἡμῶν, “Μετανοεῖτε, ἔφη, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν”.

04. Λόγος δ΄ Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά.

Ἐπειδήπερ, πατέρες καί ἀδελφοί, τοῦ ἁγίου πατρός ἡμῶν Συμεών τοῦ Στουδιώτου τά θεόπνευστα τῶν ὑψηλῶν αὐτοῦ πράξεων ἀναγινώσκετε συγγράμματα, ἅπερ ἐκεῖνος εἰς πολλῶν ὠφέλειαν ἐξέθετο θείῳ κινούμενος Πνεύματι, μετά τῶν ἄλλων αὐτοῦ ὑπερφυῶν κατορθωμάτων καί τοῦτο ῥητῶς οὕτως, καθώς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἐκεῖνος ἀπαραβάτως ἐφύλαξεν, ἔγραψε καί ἐδίδαξε λέγων· “Ἀδελφέ, ἄνευ δακρύων μή κοινωνήσῃ

03. Λόγος γ΄ Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.

Ἀδελφοί καί πατέρες, ἀναμνησθέντες τῶν τοῦ Θεοῦ προσταγμάτων οὕτω λεγόντων· “Μή κρίνετε καί οὐ μή κριθῆτε”, τούς ἀλλοτρίους βίους μηδαμῶς περιεργάζεσθε, ἅ δέ μᾶλλον λέγουσιν ἡμῖν οἱ ἱερεῖς ποιεῖν ποιεῖτε, κατά δέ τά ἔργα αὐτῶν μή ποιεῖτε, ὡς ἀκηκόατε.

02. Λόγος β΄ Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι.

Ἀδελφοί καί πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τόν Θεόν, ἀπαρνησάσθω ἑαυτόν καί τῆς ἰδίας μή φεισάσθω ψυχῆς, ἀλλ᾿ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καί ἀναμέσον πάντων τῶν κατά σάρκα περιπατούντων.

01. Λόγος α΄ Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.

Ἀδελφοί και πατέρες, θέλω πρός ὑμᾶς λαλεῖν τά συντείνοντα πρός ὠφέλειαν ψυχῆς καί αἰδοῦμαι, μάρτυς μου ὁ Χριστός ἡ ἀλήθεια, τήν ἀγάπην ὑμῶν, γινώσκων μου τό ἀνάξιον.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα