Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Μακκαβαίων Δ' Παράρτημα / Μακκαβαίων Δ' Παράρτημα Κεφ. 06

Μακκαβαίων Δ' Παράρτημα Κεφ. 06


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18

1 Τοῦτον τὸν τρόπον ἀντιρρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον. 2 καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐγκοσμούμενον τῇ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνῃ· 3 ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν μάστιξι κατῄκιζον· 4 πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος. 5 ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατ’ οὐδένα τρόπον μετετρέπετο, 6 ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀπεξαίνετο ταῖς μάστιξι τὰς σάρκας ὁ γέρων καὶ κατερρεῖτο τῷ αἵματι 7 καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος ἀπὸ τοῦ μηκέτι φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχε καὶ ἀκλινῆ τὸν λογισμόν. 8 Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων. 9 ὁ δὲ ὑπέμεινε τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης 10 καὶ διεκαρτέρει τοὺς αἰκισμούς, καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων· 11 ἱδρῶν γέ τοι τὸ πρόσωπον καὶ ἐπασθμαίνων σφοδρῶς καὶ ὑπ’ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐψυχίᾳ. - 12 ῞Οθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, 13 τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες, τὰ δὲ ἐν θαυμασμῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον· 14 τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλεις, Ἐλεάζαρε; 15 ἡμεῖς μέν τοι τῶν ὑψημένων σοι βρωμάτων παραθήσομεν, σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύεσθαι, σώθητι. - 16 Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθείς, ἀνεβόησε· 17 μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ Ἁβραὰμ παῖδες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι. 18 καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ’ αὐτῷ δόξαν νομίμως φυλάξαντες, 19 νῦν μεταβαλοίμεθα καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιαροφαγίας. 20 αἰσχρὸν δὲ εἰ ἐπιβιώσωμεν ὀλίγον χρόνον καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ, 21 καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν. 22 πρός ταῦτα ὑμεῖς μέν, ᾦ Ἁβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε. 23 οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε; - 24 Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτριρμὸν αὐτῶν μεταβαλλόμενον ἐπὶ τὸ πῦρ αὐτὸν ἤγαγον. 25 ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπέρριπτον καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον. 26 ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν ἀνέτεινε τά ὄμματα πρὸς τὸν Θεὸν καὶ εἶπεν· 27 σὺ οἶσθα, Θεέ, παρόν μοι σῴζεσθαι, βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον. 28 τοιγαροῦν ἵλεως γενοῦ τῷ ἔθνει σου ἀρκεσθεὶς τῇ ἡμετέρᾳ ὑπὲρ αὐτῶν δίκῃ. 29 καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν. 30 καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανε 31 καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον. - Ὁμολογουμένως οὖν δεσπότης ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 32 εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπέδομεν τὴν τῆς ἐπικρατείας μαρτυρίαν· 33 νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν. 34 καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ. ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ, 35 ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, καὶ μηδὲν αὐταῖς ὑπείκειν.



περισσότερα