Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Μιχαίας / Μιχαίας Κεφ. 06

Μιχαίας Κεφ. 06


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07

1 Ἀκούσατε δὴ λόγον Κυρίου· Κύριος εἶπεν· ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου. 2 ἀκούσατε ὄρη, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται. 3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. 4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ. 5 λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου. 6 ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου Ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; 7 εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; 8 εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου; - 9 Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν; 10 μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία; 11 εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου; 12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου. 14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς· καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς· καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ρομφαίαν παραδοθήσονται. 15 σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. 16 καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήψεσθε.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα