Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Νεεμίας / Νεεμίας Κεφ. 12

Νεεμίας Κεφ. 12


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13

1 Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραΐα, Ἱερεμία, Ἔσδρα, 2 Ἀμαρία, Μαλούχ, 3 Σεχενία· 7 οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ. 8 καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, Ἰωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας. 10 καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακίμ, καὶ Ἰωακὶμ ἐγέννησε τὸν Ἐλιασίβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαέ, 11 καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδού. 12 καὶ ἐν ἡμέραις Ἰωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα Ἀμαρία, τῷ Ἱερεμίᾳ Ἀνανία, 13 τῷ Ἔσδρᾳ Μεσουλάμ, τῷ Ἀμαρίᾳ Ἰωανάν, 14 τῷ Ἀμαλοὺχ Ἰωνάθαν, τῷ Σεχενίᾳ Ἰωσήφ, 15 τῷ Ἀρὲ Μαννάς, τῷ Μαριὼθ Ἐλκαΐ, 16 τῷ Ἀδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ, 17 τῷ Ἀβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί, 18 τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ Ἰωνάθαν, 19 τῷ Ἰωαρὶβ Ματθαναΐ, τῷ Ἐδίῳ Ὀζί, 20 τῷ Σαλαΐ Καλλαΐ, τῷ Ἀμὲκ Ἀβέδ, 21 τῷ Ἐλκίᾳ Ἀσαβίας, τῷ Ἰεδεϊοὺ Ναθαναήλ. 22 οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασίβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23 υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ. 24 καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν Ἀσαβία καὶ Σαραβία καὶ Ἰησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν 25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26 ἐν ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰησοῦ, υἱοῦ Ἰωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεύς.

27 Καί ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἱερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἆδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων 29 καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἱερουσαλήμ. 30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὠσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰούδα 33 καὶ Ἀζαρίας καὶ Ἔσδρας καὶ Μεσολλάμ, 34 καὶ Ἰούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ Ἱερεμία 35 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς Ἰωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς Ἀσάφ· 36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ Ὀζιήλ, Γελώλ, Ἰαμά, Ἀΐα, Ναθαναὴλ καὶ Ἰούδα, Ἀνανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ Ἔσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37 ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. 38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39 καὶ ὑπεράνω τῆς πύλης Ἐφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ Ἀναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ᾿ ἐμοῦ 41 καὶ οἱ ἱερεῖς Ἐλιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, Ἐλιωηναί, Ζαχαρίας, Ἀνανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ Ἐλεάζαρ καὶ Ὀζὶ καὶ Ἰωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ Ἐζούρ, 42 καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.

44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45 καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46 ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπ᾿ ἀρχῆς πρῶτος τῶν ἆδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ. 47 καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.



περισσότερα