Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 02


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄνθρωπον ἀπ' ἀρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ τοῦ σκότους. Ὡς ἂν ᾖ ἄνθρωπος καὶ ποιήσωσιν αὐτὸν βασιλέα καὶ ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικὰ καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων βασιλικὰ φορῇ, οὕτως τὴν ψυχὴν καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς καὶ ὅλην ἐμίανε καὶ ὅλην ᾐχμαλώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ. Οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς ἐλεύθερον ἀπ' αὐτοῦ, οὐ λογισμούς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ' ἐνέδυσεν αὐτὴν πορφυρίδα τοῦ σκότους.

Ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος ἢ μέλος πάσχει, ἀλλ' ὅλον ἐξ ὅλου παθητόν ἐστιν, οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔπαθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. Ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος, ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ, τουτέστι τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν ἐγένετο.

Ὅταν γὰρ λέγει ὁ Ἀπόστολος· ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμούς, κεφαλὴν πρὸς κεφαλήν, ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας· ὅλον γὰρ τὸν ἄνθρωπον, ψυχὴν καὶ σῶμα, ἐμίανεν ὁ πονηρὸς καὶ κατέσπασε, καὶ ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν καὶ μιαρὸν ἄνθρωπον, ἀκάθαρτον καὶ θεομάχον, μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ Θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν, ἵνα μηκέτι βλέπῃ ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ' ἵνα πονηρῶς ὁρᾷ καὶ πονηρῶς ἀκούῃ καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιΐαν καὶ χεῖρας ἐργαζομένας ἀνομίαν καὶ καρδίαν πονηρὰ διαλογιζομένην.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεόν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος ἆραι ἀφ' ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ αἰχμαλωτεύσαντες ἡμᾶς καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. Αὐτὸς δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς κακῆς δουλείας ταύτης. Ὥσπερ γὰρ ὅταν ἥλιος ᾖ καὶ ἄνεμός τις πνέῃ· ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα, καὶ οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ Θεὸς παύσει, ἵνα μηκέτι πνέῃ, οὕτως καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη ἐστίν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν. Ἀδύνατον οὖν ἐστι χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ Θεὸς παύσῃ καὶ στείλῃ τὸν πονηρὸν τοῦτον ἄνεμον τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ τῷ σώματι. Καὶ πάλιν· ὥσπερ τις θεωρεῖ πετεινὸν πετόμενον καὶ βούλεται καὶ αὐτὸς πτῆναι, μὴ ἔχων δὲ πτερά, ἀδυνάτως ἔχει πέτασθαι, οὕτως καὶ τῷ ἀνθρώπῳ «τὸ μὲν θέλειν παράκειται» τοῦ εἶναι καθαρὸν καὶ ἄμωμον καὶ ἄσπιλον καὶ μὴ ἔχειν ἐν ἑαυτῷ τὴν κακίαν, ἀλλ' ἀεὶ μετὰ τοῦ Θεοῦ εἶναι· τὸ δύνασθαι δὲ οὐκ ἔχει. Πετασθῆναι μὲν εἰς τὸν ἀέρα τὸν θεϊκὸν καὶ τὴν ἐλευθερίαν τοῦ Ἁγίου Πνεύματος θέλει, ἀλλ' ἐὰν μὴ λάβῃ πτέρυγας, οὐ δύναται.

Παρακαλέσωμεν οὖν τὸν Θεόν, ἵνα δῷ ἡμῖν πτέρυγας περιστερᾶς τοῦ Ἁγίου Πνεύματος, ἵνα πετασθῶμεν πρὸς αὐτὸν καὶ καταπαύσωμεν, καὶ ἵνα διαχωρίσῃ καὶ παύσῃ ἀπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν τὸν πονηρὸν ἄνεμον, αὐτὴν τὴν ἁμαρτίαν τὴν κατοικοῦσαν ἐν τοῖς μέλεσι τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν· αὐτῷ γὰρ μόνῳ δυνατὸν τοῦτο ποιῆσαι. Ἴδε γάρ φησιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτὸς μόνος τὴν ἐλεημοσύνην ταύτην ἐποίησε τῶν ἀνθρώπων τοῖς πιστεύουσιν αὐτῷ, ὅτι λυτροῦται ἀπὸ τῆς ἁμαρτίας· καὶ τοῖς προσδοκῶσιν ἀεὶ καὶ ἐλπίζουσι καὶ αἰτοῦσιν ἀδιαλείπτως ποιεῖ τὴν σωτηρίαν ταύτην τὴν ἀνεκδιήγητον.

Ὥσπερ ἐν νυκτὶ ζοφερᾷ καὶ μελανῇ πνέει ἄνεμός τις ἄγριος καὶ πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα κινεῖ καὶ ἐρευνᾷ καὶ σείει, οὕτως καὶ ὁ ἄνθρωπος πεσὼν ὑπὸ τὴν ἐξουσίαν τῆς νυκτὸς τοῦ σκότους, τοῦ διαβόλου, καὶ ὢν ἐν νυκτὶ καὶ σκότει κλονεῖται τῷ δεινῷ ἀνέμῳ τῆς ἁμαρτίας πνέοντι, καὶ σείεται καὶ κινεῖται καὶ ἐρευνᾶται πᾶσαν τὴν φύσιν, τὴν ψυχήν, τοὺς λογισμοὺς αὐτοῦ καὶ τὸν νοῦν, καὶ πάντα σείεται τὰ σωματικὰ μέλη, καὶ οὐδὲν ἐλεύθερον οὐδὲ ἀπαθὲς μέλος ψυχῆς ἢ σώματός ἐστιν ἀπὸ τῆς ἐνοικούσης ἐν ἡμῖν ἁμαρτίας. Ὁμοίως ἐστὶν ἡμέρα φωτὸς καὶ ἄνεμος θεῖος τοῦ Ἁγίου Πνεύματος, πνέων καὶ ἀναψύχων τὰς ψυχὰς τὰς οὔσας ἐν ἡμέρᾳ φωτὸς θεϊκοῦ καὶ διϊκνούμενος πᾶσαν τὴν ὑπόστασιν τῆς ψυχῆς καὶ τοὺς λογισμούς, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀναψύχων καὶ ἀναπαύων ἀναπαύσει θεϊκῇ καὶ ἀλαλήτῳ. Τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· «ἡμεῖς δὲ οὔκ ἐσμεν τέκνα νυκτὸς οὐδὲ σκότους· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας».

Καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον τέλειον ἐνεδύσατο ὁ παλαιὸς ἄνθρωπος καὶ φορεῖ ἔνδυμα βασιλείας σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφανίας, φιλαργυρίας, ἐπιθυμίας, καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα καὶ μιαρά, οὕτως πάλιν ἐνταῦθα ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον καὶ ὅσους ἂν ἐξέδυσεν Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύσαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστόν (πάλιν ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμούς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφαλήν), ἵνα ὅλος καθαρὸς ᾖ καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα. Καὶ ἐνέδυσεν αὐτοὺς ὁ Κύριος ἐνδύματα βασιλείας φωτὸς ἀρρήτου, ἐνδύματα πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος, καὶ πάντα ὁμοίως τὰ ἑξῆς, ἐνδύματα φωτός, ζωῆς, θεϊκά, ζῶντα, ἀναπαύσεως ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ Θεὸς ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ χρηστότης καὶ ἀγαθωσύνη, οὕτω καὶ ὁ νέος ἄνθρωπος γένηται κατὰ χάριν.

Καὶ ὥσπερ ἡ βασιλεία τοῦ σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν ψυχὴν ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα τῶν ἁμαρτωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν κεκρυμμένῳ εἰς τὴν ψυχήν, οὕτω καὶ ἡ βασιλεία τοῦ φωτὸς καὶ ἡ ἐπουράνιος εἰκών, Ἰησοῦς Χριστός, μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει καὶ βασιλεύει εἰς τὴν ψυχὴν τῶν ἁγίων. Κεκρυμμένος δὲ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων μόνοις ἐστὶ Χριστὸς τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ Κυρίου φωτὶ τῷ ὄντι ἀπὸ τοῦ νῦν ἐν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχήν, ἵνα καὶ αὐτὸ τὸ σῶμα συμβασιλεύσῃ τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν λαμβανούσῃ τὴν βασιλείαν τοῦ Χριστοῦ, ἀναπαυομένῃ καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ.

Δόξα τοῖς οἰκτιρμοῖς καὶ τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὅτι ἐλεεῖ τοὺς δούλους αὐτοῦ καὶ φωτίζει καὶ ῥύεται αὐτοὺς ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ χαρίζεται αὐτοῖς τὸ ἑαυτοῦ φῶς καὶ τὴν αὐτοῦ βασιλείαν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;