Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 10


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. Τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ Πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέστῳ ἔχουσιν. Εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαβεῖν ἀξιοῦνται εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ' ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσούτῳ μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι, καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναί εἰσι παρ' ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· «οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν».

Αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς Κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται καὶ τοῦ Ἁγίου Πνεύματος τοῦ ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος ἔκλαμψιν καὶ μετουσίαν τελείως κομίζονται.

Ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαί, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως δι' ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τῷ Pαρακλήτῳ Pνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ πνεύματος μὴ ἐκδεξάμεναι ἢ πάλιν χάριτος θείας καταξιωθεῖσαι, εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτόμεναι, ἑαυτὰς ἐξέδωκαν ὡς ὅτι λαβοῦσαι τὴν χάριν τοῦ Πνεύματος καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ. Καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τὴν καρδίαν καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ' ἐπληροφορήθησαν καὶ ἐπανεπάησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι. Αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον.

Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη οὕτως ἔχει παρ' ἑαυτῇ διὰ τὸν πρὸς Κύριον ἀκόρεστον πόθον· κἂν νηστείαις κἂν ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ πνεύματος διαφόρων ἢ καὶ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς Κύριον ἀγάπην. Ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι Πνεύματος οὐρανίῳ τετρωμένη καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀρρήτου ἐν ἁγιασμῷ Πνεύματος κοινωνίας, ἀποκεκαλυμμένη τῷ τῆς ψυχῆς προσώπῳ καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ, πρόσωπον πρὸς πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρνωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ Πνεύματος ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρισθεῖσα διὰ τοῦ πνεύματος ψυχῇ καὶ σώματι ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ ἐπουρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθῇ. Καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν Πνεύματος Ἁγίου ἐντεῦθεν γενομένη.

Εἰς ταῦτα δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν οὔτε ὑφ' ἓν οὔτε ἀδοκιμάστως ἐστίν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γένηται κληρονόμος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;