Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 19


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ Πνεύματος Ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ Πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι· πρῶτον πιστεύειν τῷ Κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλως ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε χρὴ αὐτὸν προσκαρτερεῖν ἐν πίστει προσδοκίας τοῦ Κυρίου, τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός.

Εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ· εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ Κύριος· «γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν· «ἐὰν ἀγαπᾶτέ Με, τὰς ἐντολάς Μου τηρήσατε», καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν» καί· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Ἐπὶ πᾶσι τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ τὴν πολιτείαν καὶ τὴν πραότητα καὶ τὴν ἀναστροφὴν ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω. Ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἵνα αὐτὸς ὁ Κύριος γένηται κατοικητήριον τῆς ψυχῆς, καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκουούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξῃ ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου μνημονεύων ἀεὶ καὶ προσδοκῶν αὐτὸν ἐν πολλῇ ἀγάπῃ. Τότε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην προαίρεσιν καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ Κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγχει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, Πνεύματος Ἁγίου ἐμπιμπλῶν αὐτόν.

Καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας (μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολάς) καὶ τοὺς καρποὺς τοῦ Πνεύματος τότε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, κατὰ τὸ εἰρημένον· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μὴ ἔχοντα εὐχὴν πνευματικήν.

Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγχοντα μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Πνεύματος, δίδωσιν ἀγάπην ἀληθινήν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ Πνεύματος.

Εἰ δέ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ. Τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ' ὃ καὶ πρὶν ἦν· οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησε πόνῳ, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι· οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου· οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν Θεόν, ἐπειδὴ οὐκ ἔγνωκεν ἑαυτόν, οὐκ ἐδοκίμασε μὴ ἔχειν, καὶ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ Κυρίου σχεῖν τὴν πρὸς αὐτὸν βεβαίαν πίστιν καὶ πεποίθησιν ἀληθινήν.

Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτως καὶ εἰς τὴν πεποίθησιν, οὕτως καὶ εἰς τὴν ταπεινοφροσύνην, οὕτως εἰς τὴν ἀγάπην, οὕτως εἰς τὴν πραότητα, ἀκεραιότητά τε καὶ ἁπλότητα, οὕτως εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν κατὰ τὸ γεγραμμένον μετὰ χαρᾶς, οὕτως βιάζεσθαι εἰς τὸ ἑαυτὸν ἐξουθενεῖν καὶ πτωχὸν καὶ ἔσχατον λογίζεσθαι, οὕτως εἰς τὸ μὴ ὁμιλεῖν τὰ μὴ ὄντα χρήσιμα, ἀλλ' ἀεὶ τὰ τοῦ Θεοῦ μελετᾶν καὶ λαλεῖν στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι καὶ κραυγάζειν, κατὰ τὸ εἰρημένον· «πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ».

Εἰς πάντας τοὺς τοῦ Κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος, εἰς τὸ μὴ ἐπαίρεσθαι καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵν' οὕτως ὁ Κύριος, ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ προαίρεσιν τοῦ οὕτως εἰς πᾶσαν ἀγαθότητα καὶ ἁπλότητα καὶ χρηστότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος ἑαυτὸν καὶ ἄγοντος μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, αὐτὸς ὁ Κύριος ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ, ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν. Καὶ γίνεται αὐτῷ τὰ τῆς ἀρετῆς πάντα ἐπιτηδεύματα ὡς φύσις. Τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος καὶ γενόμενος ἐν αὐτῷ (καὶ αὐτὸς ἐν τῷ κυρίῳ), αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τῶν καρπῶν τοῦ Πνεύματος.

Εἰ δὲ εἰς εὐχὴν μόνον βιάζεταί τις ἑαυτόν, ἕως οὗ λάβῃ χάρισμα παρὰ Θεοῦ, εἰς ταῦτα δὲ τὰ προειρημένα ὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἄγχει καὶ ἐθίζει, οὐ δύναται ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως αὐτὰ ποιῆσαι. Ἀλλ' οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὅσον δυνατὸν εἰς τὸ ἀγαθόν· ἐνίοτε γὰρ γίνεται πρὸς αὐτὸν ἡ θεία χάρις αἰτοῦντα καὶ δεόμενον· ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ Θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν. Μὴ ἔχων δὲ μήτε ἐθίσας μήτε προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετάς, εἴγε λάβῃ, ἀπόλλει τὴν χάριν ἣν ἔλαβε, καὶ πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν τῇ χάριτι τῇ πρὸς αὐτὸν γενομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐκ προαιρέσεως ἑαυτὸν οὐ δίδωσι. Τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματος ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε καὶ πραότης καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί.

Ὀφείλει οὖν ὁ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ Ἁγίῳ Πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ βιάζεσθαι ἑαυτὸν καὶ μὴ θέλουσαν τὴν καρδίαν ὑποτάσσειν κατὰ τὸ εἰρημένον· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα».

Ὥσπερ γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ τοῦτο κατορθώσῃ, ὁμοίως ἐὰν θέλῃ, καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει καὶ ἐθίζει ἔθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διὰ παντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν γεύσεως Θεοῦ καὶ Πνεύματος Ἁγίου μέτοχος γενόμενος, αὔξειν ποιεῖ καὶ θάλλειν τὸ χάρισμα τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, ἐν τῇ ἀγάπῃ, ἐν τῇ πραότητι. Αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ ταῦτα καὶ διδάσκει αὐτὸν ἀληθινὴν εὐχήν, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἃ προεβιάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐμελέτησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν Θεῷ κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται.

Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. Πόθεν γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; Μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, καὶ μεγάλη ὕψωσις καὶ τιμιότης καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη. Καὶ ἡμεῖς τοίνυν βιασώμεθα καὶ ἄγξωμεν ἑαυτοὺς εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως, ἐν προσδοκίᾳ τοιαύτῃ καὶ σκοπῷ, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν τῷ Θεῷ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ αὐτὸ τὸ πνεῦμα ἐν ἡμῖν εὔξηται, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν νῦν καὶ βιαζόμενοι οὐκ ἔχομεν ταπεινοφροσύνην ἀληθινήν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀκόπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τῶν καρπῶν αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ Θεοῦ πληρωθεισῶν ὑφ' ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Κυρίου καὶ τελειώσαντος ἡμᾶς τοῦ πνεύματος εἰς ἑαυτὸ καὶ τελειωθέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.

Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων· υἱοὺς Πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;