Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 32


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν. Οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, Θεοῦ σοφίαν, οὐ τοῦ κόσμου τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου. Καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοί, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι καὶ εἰς δόξας καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς. Ἔστι γένη ζῴων ἡμέρων, οἷον ἵππος καὶ βοῦς· ἕκαστον αὐτῶν ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν. Τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις· ὁ λέων ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν, ὁ ἔλαφος ὁμοίως, καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλή. Καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα, ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου. Τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστὶ σώματα πολλά, μὴ ἐοικότα ἀλλήλοις. Καὶ ἐν τῇ γῇ σπέρματα πολλά εἰσιν, ἀλλ' ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν. Καὶ δένδρα πολλά εἰσιν, ἀλλ' εἰσὶ δένδρα μείζονα καὶ εἰσὶ δένδρα μικρότερα, καὶ αὗται αἱ ὀπῶραι διαφορὰν ἔχουσι πολλήν· ἕκαστον γὰρ αὐτῶν ἰδίαν ἔχει γεῦσιν. Καὶ εἰσὶ βοτάναι καὶ ἐν αὐταῖς διαφοραὶ πολλαί, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνην. Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, φύλλα καὶ ἄνθη καὶ καρπούς· ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα· καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην. Οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον. Καὶ ἐπειδὴ ἀπὸ Θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδῦσαν καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχήν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα, ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν, ὃ ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον καὶ οὐράνιον. Ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως, ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη. Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ Πνεύματος. Ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή· τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται· ἢ ὥσπερ ὁ οὐρανὸς εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν. Ὁμοίως δὲ καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ οἱ λογισμοὶ ἐρχόμενοι διάφοροί εἰσι, τὸ δὲ πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον ἕνα λογισμὸν ποιεῖ καὶ μίαν καρδίαν· οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς πνεύματος κυβερνῶνται. Τί δέ ἐστι τὰ διχηλοῦντα ζῷα; Ἐπειδὴ τοῖς δυσὶν ὄνυξιν εὐθέτως περιπατεῖ τὴν ὁδόν, εἰς τύπον κεῖται τῶν ἐν νόμῳ πορευομένων ὀρθῶς. Ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ διακονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται (σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι ἢ λαλῆσαι) ἐξ αὐτοῦ δέ ἐστι τοῦ σώματος καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος, οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης. Προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ «διακονίαν Πνεύματος» οὐκ εἶχεν. Οὐ γὰρ ἠδύνατο Μωϋσῆς, σάρκα περιβεβλημένος, εἰσελθεῖν εἰς τὴν καρδίαν καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους. Περιτομὴ γὰρ ἡ ἐν τῇ σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγμάτων. Ἐκεῖνο γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐρρυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ πνεύματος καθαρίζει καὶ ἀποπλύνει. Ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίας, ὧδε ἀληθινὸς Ἀρχιερεὺς ὁ Χριστὸς ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι καὶ τὴν μεμολυσμένην συνείδησιν. Λέγει γάρ· «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος». Εἶχεν ὁ Ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα Πατριαρχῶν. Τὸ γενόμενον ἐκεῖ τύπος ἐστίν. Οὕτως γὰρ καὶ ὁ Κύριος, ἐνδυσάμενος τοὺς Ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς καὶ κήρυκας ὅλου τοῦ κόσμου. Ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσαν τὴν ἀλήθειαν δείκνυσιν. Ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει οὔτε πόνους ἰᾶται, οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη· οὐδὲ γὰρ εἶχε ζωήν. ∆ύο γὰρ πρόσωπα συναπτόμενα τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι. «Κατ' εἰκόνα καὶ ὁμοίωσιν» Θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι ἢ μονόχειρα ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἕν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται, οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος ἐὰν καθ' ἑαυτὴν γυμνὴ ἀπομείνῃ καὶ μὴ λάβῃ τὴν μῖξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη, ἀλλ' ἔμεινε γυμνὴ καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ. Αὕτη γὰρ ἡ ψυχὴ ναὸς Θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη καὶ νύμφη βασιλέως· λέγει γάρ· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Οὕτως εὐδόκησεν ὁ Θεός, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν συμπεριέλαβε τὴν φύσιν σου τὴν λογικήν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θεϊκῷ αὐτοῦ πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν. Καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ πνεύματι καὶ εἰσέλθῃ ψυχὴ ἐπουράνιος εἰς τὴν ψυχήν σου, τότε εἶ τέλειος ἄνθρωπος ἐν Θεῷ καὶ κληρονόμος καὶ υἱός. Ὥσπερ δὲ τὸ μέγεθος τοῦ Θεοῦ καὶ τὸ ἀκατάληπτον αὐτοῦ οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν οὔτε οἱ κάτω, οὕτως πάλιν τὸ λεπτὸν τοῦ Θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται. Ὥσπερ γὰρ τὸ μέγεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ. Καὶ συμβαίνει ὅτι οἰκονομεῖ σε εἰς θλίψεις εἶναι καὶ πάθη καὶ στίγματα, καὶ ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται. Εἰ ἐν κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι ἀτυχία. Ἄρχῃ καθ' ἑαυτὸν λογίζεσθαι παρ' ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν κἂν ἀποτάσσομαι καὶ τῷ Θεῷ δουλεύω. Λοιπὸν ἐρχόμενος ὧδε ἀκούεις τῆς ἐντολῆς λεγούσης πώλησόν σου τὰ ὑπάρχοντα, μίσησον κοινωνίαν σαρκικήν, δούλευσον τῷ Θεῷ· τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ ὅτι διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ. Λοιπὸν ἐν μέρει ἐν τοῖς φαινομένοις ἤλλαξάς σου τὸν νοῦν καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς· οὕτως οὖν χρὴ σὲ καὶ εἰς τὸν νοῦν ἀλλαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον. Λοιπὸν εἰς αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν καὶ οὐκέτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον τὴν μέριμναν καὶ τὸν πόνον, ἵνα κτήσῃ ὃ ἤκουσας. Καὶ ὅτε νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετά σου ὁ Κύριος· τί καυχᾶσαι; Οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα; Τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐκ ἐγὼ ἐποίησα; Τί ἐποίησας σύ; Ἄρχεται ἡ ψυχὴ ἐξομολογουμένη δέεσθαι τοῦ Κυρίου καὶ λέγειν ὅτι πάντα σά ἐστιν· ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι· τὰ ἐνδύματά μου σά ἐστιν. Ἐκ σοῦ τρέφομαι καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν. Τότε ἄρχεται ὁ Κύριος πρὸς ταῦτα λέγειν· χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σά ἐστι, τὸ θέλημα τὸ ἀγαθὸν σόν ἐστι. Καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσέφυγές μοι, δεῦρο λοιπὸν δώσω σοι ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω οὔτε ἐπὶ γῆς ἄνθρωποι ἔχουσιν. Ἐμὲ λάβε τὸν κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ᾖς πάντοτε μετ' ἐμοῦ εὐφραινομένη καὶ ἀγαλλιῶσα. Ὥσπερ γὰρ γυνὴ μεμνηστευμένη ἀνδρὶ πάντα τὰ ὑπάρχοντα αὐτῆς καὶ ὅλην τὴν προῖκα ἀποφέρει ἐκ πολλῆς ἀγάπης, εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρός, καὶ τοῦτο λέγει· ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σά ἐστι καὶ ἡ προὶξ σή ἐστι καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμὸν σόν ἐστιν, οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ πνεύματι. Χρὴ δέ σε, ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν. Ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου καὶ ἄρξῃ ζητεῖν τὸν Θεὸν καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ᾗ συνεγεννήθης. Καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον. Ἄρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμούς, νοῦν πρὸς νοῦν, ψυχὴν πρὸς ψυχήν, πνεῦμα πρὸς πνεῦμα. Καὶ λοιπὸν ἐκεῖ ἀγωνιᾷ ἡ ψυχή. Ἀποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτὴ δύναμις τοῦ σκότους ἐγκαθεζομένη τῇ καρδίᾳ. Καὶ ὁ Κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σου ἐστίν, ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμοὺς οὐρανίους ἐντίθησί σοι καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ κρυπτῷ. Ἀφίησι δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις. Καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναί σε. Ὥσπερ ὅταν ᾖ πλουσίου παιδίον καὶ ἔχῃ παιδαγωγόν, τέως μὲν λώροις αὐτὸν βασανίζει καὶ ἡ παιδεία καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, ἕως ὅτε γένηται ἀνήρ· τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ, οὕτως καὶ ἡ χάρις οἰκονομικῶς σε παιδεύει, ἕως ὅτε φθάσῃς «εἰς τέλειον ἄνδρα». Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον θέλει, ἵνα ὅλη καρποφορήσῃ· λοιπὸν οὖν ἀποφέρει τὸ δρέπανον, καὶ εἰ μὴ εὕρῃ καρπόν, λυπεῖται. Οὕτως καὶ ὁ Κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων. Ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπεῖται, οὕτως καὶ ὁ Κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπεῖται. Ὥσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος τῇ οἰκουμένῃ ἐπιλάμπει, οὕτως ἡ θεότης πανταχοῦ ἐστι καὶ πανταχοῦ εὑρίσκεται. Εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων. Εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. Ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί. Δόξα καὶ μεγαλοπρέπεια Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;